Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β, κεφαλίς 7

1 καὶ ὡς συνετέλεσεν Σαλωμων προσευχόμενος καὶ τὸ πυ̃ρ κατέβη ἐκ του̃ οὐρανου̃ καὶ κατέφαγεν τὰ ὁλοκαυτώματα καὶ τὰς θυσίας καὶ δόξα κυρίου ἔπλησεν τὸν οἰ̃κον
2 καὶ οὐκ ἠδύναντο οἱ ἱερει̃ς εἰσελθει̃ν εἰς τὸν οἰ̃κον κυρίου ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ὅτι ἔπλησεν δόξα κυρίου τὸν οἰ̃κον
3 καὶ πάντες οἱ υἱοὶ Ισραηλ ἑώρων καταβαι̃νον τὸ πυ̃ρ καὶ ἡ δόξα κυρίου ἐπὶ τὸν οἰ̃κον καὶ ἔπεσον ἐπὶ πρόσωπον ἐπὶ τὴν γη̃ν ἐπὶ τὸ λιθόστρωτον καὶ προσεκύνησαν καὶ ἤ̨νουν τω̨̃ κυρίω̨ ὅτι ἀγαθόν ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃
4 καὶ ὁ βασιλεὺς καὶ πα̃ς ὁ λαὸς θύοντες θύματα ἔναντι κυρίου
5 καὶ ἐθυσίασεν Σαλωμων τὴν θυσίαν μόσχων εἴκοσι καὶ δύο χιλιάδας καὶ βοσκημάτων ἑκατὸν καὶ εἴκοσι χιλιάδας καὶ ἐνεκαίνισεν τὸν οἰ̃κον του̃ θεου̃ ὁ βασιλεὺς καὶ πα̃ς ὁ λαός
6 καὶ οἱ ἱερει̃ς ἐπὶ τὰς φυλακὰς αὐτω̃ν ἑστηκότες καὶ οἱ Λευι̃ται ἐν ὀργάνοις ὠ̨δω̃ν κυρίου του̃ Δαυιδ του̃ βασιλέως του̃ ἐξομολογει̃σθαι ἔναντι κυρίου ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃ ἐν ὕμνοις Δαυιδ διὰ χειρὸς αὐτω̃ν καὶ οἱ ἱερει̃ς σαλπίζοντες ται̃ς σάλπιγξιν ἐναντίον αὐτω̃ν καὶ πα̃ς Ισραηλ ἑστηκώς
7 καὶ ἡγίασεν Σαλωμων τὸ μέσον τη̃ς αὐλη̃ς τη̃ς ἐν οἴκω̨ κυρίου ὅτι ἐποίησεν ἐκει̃ τὰ ὁλοκαυτώματα καὶ τὰ στέατα τω̃ν σωτηρίων ὅτι τὸ θυσιαστήριον τὸ χαλκου̃ν ὃ ἐποίησεν Σαλωμων οὐκ ἐξεποίει δέξασθαι τὰ ὁλοκαυτώματα καὶ τὰ μαναα καὶ τὰ στέατα
8 καὶ ἐποίησεν Σαλωμων τὴν ἑορτὴν ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἑπτὰ ἡμέραις καὶ πα̃ς Ισραηλ μετ' αὐτου̃ ἐκκλησία μεγάλη σφόδρα ἀπὸ εἰσόδου Αιμαθ καὶ ἕως χειμάρρου Αἰγύπτου
9 καὶ ἐποίησεν ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ ἐξόδιον ὅτι ἐγκαινισμὸν του̃ θυσιαστηρίου ἐποίησεν ἑπτὰ ἡμέρας ἑορτήν
10 καὶ ἐν τη̨̃ τρίτη̨ καὶ εἰκοστη̨̃ του̃ μηνὸς του̃ ἑβδόμου ἀπέστειλεν τὸν λαὸν εἰς τὰ σκηνώματα αὐτω̃ν εὐφραινομένους καὶ ἀγαθη̨̃ καρδία̨ ἐπὶ τοι̃ς ἀγαθοι̃ς οἱ̃ς ἐποίησεν κύριος τω̨̃ Δαυιδ καὶ τω̨̃ Σαλωμων καὶ τω̨̃ Ισραηλ λαω̨̃ αὐτου̃
11 καὶ συνετέλεσεν Σαλωμων τὸν οἰ̃κον κυρίου καὶ τὸν οἰ̃κον του̃ βασιλέως καὶ πάντα ὅσα ἠθέλησεν ἐν τη̨̃ ψυχη̨̃ Σαλωμων του̃ ποιη̃σαι ἐν οἴκω̨ κυρίου καὶ ἐν οἴκω̨ αὐτου̃ εὐοδώθη
12 καὶ ὤφθη ὁ θεὸς τω̨̃ Σαλωμων τὴν νύκτα καὶ εἰ̃πεν αὐτω̨̃ ἤκουσα τη̃ς προσευχη̃ς σου καὶ ἐξελεξάμην ἐν τω̨̃ τόπω̨ τούτω̨ ἐμαυτω̨̃ εἰς οἰ̃κον θυσίας
13 ἐὰν συσχω̃ τὸν οὐρανὸν καὶ μὴ γένηται ὑετός καὶ ἐὰν ἐντείλωμαι τη̨̃ ἀκρίδι καταφαγει̃ν τὸ ξύλον καὶ ἐὰν ἀποστείλω θάνατον ἐν τω̨̃ λαω̨̃ μου
14 καὶ ἐὰν ἐντραπη̨̃ ὁ λαός μου ἐφ' οὓς τὸ ὄνομά μου ἐπικέκληται ἐπ' αὐτούς καὶ προσεύξωνται καὶ ζητήσωσιν τὸ πρόσωπόν μου καὶ ἀποστρέψωσιν ἀπὸ τω̃ν ὁδω̃ν αὐτω̃ν τω̃ν πονηρω̃ν καὶ ἐγὼ εἰσακούσομαι ἐκ του̃ οὐρανου̃ καὶ ἵλεως ἔσομαι ται̃ς ἁμαρτίαις αὐτω̃ν καὶ ἰάσομαι τὴν γη̃ν αὐτω̃ν
15 νυ̃ν οἱ ὀφθαλμοί μου ἔσονται ἀνεω̨γμένοι καὶ τὰ ὠ̃τά μου ἐπήκοα τη̨̃ προσευχη̨̃ του̃ τόπου τούτου
16 καὶ νυ̃ν ἐξελεξάμην καὶ ἡγίακα τὸν οἰ̃κον του̃τον του̃ εἰ̃ναι ὄνομά μου ἐκει̃ ἕως αἰω̃νος καὶ ἔσονται οἱ ὀφθαλμοί μου καὶ ἡ καρδία μου ἐκει̃ πάσας τὰς ἡμέρας
17 καὶ σὺ ἐὰν πορευθη̨̃ς ἐναντίον μου ὡς Δαυιδ ὁ πατήρ σου καὶ ποιήση̨ς κατὰ πάντα ἃ ἐνετειλάμην σοι καὶ τὰ προστάγματά μου καὶ τὰ κρίματά μου φυλάξη̨
18 καὶ ἀναστήσω τὸν θρόνον τη̃ς βασιλείας σου ὡς διεθέμην Δαυιδ τω̨̃ πατρί σου λέγων οὐκ ἐξαρθήσεταί σοι ἀνὴρ ἡγούμενος ἐν Ισραηλ
19 καὶ ἐὰν ἀποστρέψητε ὑμει̃ς καὶ ἐγκαταλίπητε τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου ἃς ἔδωκα ἐναντίον ὑμω̃ν καὶ πορευθη̃τε καὶ λατρεύσητε θεοι̃ς ἑτέροις καὶ προσκυνήσητε αὐτοι̃ς
20 καὶ ἐξαρω̃ ὑμα̃ς ἀπὸ τη̃ς γη̃ς ἡ̃ς ἔδωκα αὐτοι̃ς καὶ τὸν οἰ̃κον του̃τον ὃν ἡγίασα τω̨̃ ὀνόματί μου ἀποστρέψω ἐκ προσώπου μου καὶ δώσω αὐτὸν εἰς παραβολὴν καὶ εἰς διήγημα ἐν πα̃σιν τοι̃ς ἔθνεσιν
21 καὶ ὁ οἰ̃κος οὑ̃τος ὁ ὑψηλός πα̃ς ὁ διαπορευόμενος αὐτὸν ἐκστήσεται καὶ ἐρει̃ χάριν τίνος ἐποίησεν κύριος τη̨̃ γη̨̃ ταύτη̨ καὶ τω̨̃ οἴκω̨ τούτω̨
22 καὶ ἐρου̃σιν διότι ἐγκατέλιπον κύριον τὸν θεὸν τω̃ν πατέρων αὐτω̃ν τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου καὶ ἀντελάβοντο θεω̃ν ἑτέρων καὶ προσεκύνησαν αὐτοι̃ς καὶ ἐδούλευσαν αὐτοι̃ς διὰ του̃το ἐπήγαγεν ἐπ' αὐτοὺς πα̃σαν τὴν κακίαν ταύτην
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.