Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β, κεφαλίς 24

1 ὢν ἑπτὰ ἐτω̃ν Ιωας ἐν τω̨̃ βασιλευ̃σαι αὐτὸν καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Σαβια ἐκ Βηρσαβεε
2 καὶ ἐποίησεν Ιωας τὸ εὐθὲς ἐνώπιον κυρίου πάσας τὰς ἡμέρας Ιωδαε του̃ ἱερέως
3 καὶ ἔλαβεν αὐτω̨̃ Ιωδαε γυναι̃κας δύο καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας
4 καὶ ἐγένετο μετὰ ταυ̃τα καὶ ἐγένετο ἐπὶ καρδίαν Ιωας ἐπισκευάσαι τὸν οἰ̃κον κυρίου
5 καὶ συνήγαγεν τοὺς ἱερει̃ς καὶ τοὺς Λευίτας καὶ εἰ̃πεν αὐτοι̃ς ἐξέλθατε εἰς τὰς πόλεις Ιουδα καὶ συναγάγετε ἀπὸ παντὸς Ισραηλ ἀργύριον κατισχυ̃σαι τὸν οἰ̃κον κυρίου ἐνιαυτὸν κατ' ἐνιαυτὸν καὶ σπεύσατε λαλη̃σαι καὶ οὐκ ἔσπευσαν οἱ Λευι̃ται
6 καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ιωας τὸν Ιωδαε τὸν ἄρχοντα καὶ εἰ̃πεν αὐτω̨̃ διὰ τί οὐκ ἐπεσκέψω περὶ τω̃ν Λευιτω̃ν του̃ εἰσενέγκαι ἀπὸ Ιουδα καὶ Ιερουσαλημ τὸ κεκριμένον ὑπὸ Μωυση̃ ἀνθρώπου του̃ θεου̃ ὅτε ἐξεκκλησίασεν τὸν Ισραηλ εἰς τὴν σκηνὴν του̃ μαρτυρίου
7 ὅτι Γοθολια ἠ̃ν ἡ ἄνομος καὶ οἱ υἱοὶ αὐτη̃ς κατέσπασαν τὸν οἰ̃κον του̃ θεου̃ καὶ γὰρ τὰ ἅγια οἴκου κυρίου ἐποίησαν ται̃ς Βααλιμ
8 καὶ εἰ̃πεν ὁ βασιλεύς γενηθήτω γλωσσόκομον καὶ τεθήτω ἐν πύλη̨ οἴκου κυρίου ἔξω
9 καὶ κηρυξάτωσαν ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ εἰσενέγκαι κυρίω̨ καθὼς εἰ̃πεν Μωυση̃ς παι̃ς του̃ θεου̃ ἐπὶ τὸν Ισραηλ ἐν τη̨̃ ἐρήμω̨
10 καὶ ἔδωκαν πάντες ἄρχοντες καὶ πα̃ς ὁ λαὸς καὶ εἰσέφερον καὶ ἐνέβαλλον εἰς τὸ γλωσσόκομον ἕως οὑ̃ ἐπληρώθη
11 καὶ ἐγένετο ὡς εἰσέφερον τὸ γλωσσόκομον πρὸς τοὺς προστάτας του̃ βασιλέως διὰ χειρὸς τω̃ν Λευιτω̃ν καὶ ὡς εἰ̃δον ὅτι ἐπλεόνασεν τὸ ἀργύριον καὶ ἠ̃λθεν ὁ γραμματεὺς του̃ βασιλέως καὶ ὁ προστάτης του̃ ἱερέως του̃ μεγάλου καὶ ἐξεκένωσαν τὸ γλωσσόκομον καὶ κατέστησαν εἰς τὸν τόπον αὐτου̃ οὕτως ἐποίουν ἡμέραν ἐξ ἡμέρας καὶ συνήγαγον ἀργύριον πολύ
12 καὶ ἔδωκεν αὐτὸ ὁ βασιλεὺς καὶ Ιωδαε ὁ ἱερεὺς τοι̃ς ποιου̃σιν τὰ ἔργα εἰς τὴν ἐργασίαν οἴκου κυρίου καὶ ἐμισθου̃ντο λατόμους καὶ τέκτονας ἐπισκευάσαι τὸν οἰ̃κον κυρίου καὶ χαλκει̃ς σιδήρου καὶ χαλκου̃ ἐπισκευάσαι τὸν οἰ̃κον κυρίου
13 καὶ ἐποίουν οἱ ποιου̃ντες τὰ ἔργα καὶ ἀνέβη μη̃κος τω̃ν ἔργων ἐν χερσὶν αὐτω̃ν καὶ ἀνέστησαν τὸν οἰ̃κον κυρίου ἐπὶ τὴν στάσιν αὐτου̃ καὶ ἐνίσχυσαν
14 καὶ ὡς συνετέλεσαν ἤνεγκαν πρὸς τὸν βασιλέα καὶ πρὸς Ιωδαε τὸ κατάλοιπον του̃ ἀργυρίου καὶ ἐποίησαν σκεύη εἰς οἰ̃κον κυρίου σκεύη λειτουργικὰ ὁλοκαυτωμάτων καὶ θυίσκας χρυσα̃ς καὶ ἀργυρα̃ς καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις ἐν οἴκω̨ κυρίου διὰ παντὸς πάσας τὰς ἡμέρας Ιωδαε
15 καὶ ἐγήρασεν Ιωδαε πλήρης ἡμερω̃ν καὶ ἐτελεύτησεν ὢν ἑκατὸν καὶ τριάκοντα ἐτω̃ν ἐν τω̨̃ τελευτα̃ν αὐτόν
16 καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυιδ μετὰ τω̃ν βασιλέων ὅτι ἐποίησεν ἀγαθωσύνην μετὰ Ισραηλ καὶ μετὰ του̃ θεου̃ καὶ του̃ οἴκου αὐτου̃
17 καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ιωδαε εἰση̃λθον οἱ ἄρχοντες Ιουδα καὶ προσεκύνησαν τὸν βασιλέα τότε ἐπήκουσεν αὐτοι̃ς ὁ βασιλεύς
18 καὶ ἐγκατέλιπον τὸν κύριον θεὸν τω̃ν πατέρων αὐτω̃ν καὶ ἐδούλευον ται̃ς 'Αστάρταις καὶ τοι̃ς εἰδώλοις καὶ ἐγένετο ὀργὴ ἐπὶ Ιουδαν καὶ ἐπὶ Ιερουσαλημ ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨
19 καὶ ἀπέστειλεν πρὸς αὐτοὺς προφήτας ἐπιστρέψαι πρὸς κύριον καὶ οὐκ ἤκουσαν καὶ διεμαρτύραντο αὐτοι̃ς καὶ οὐκ ἤκουσαν
20 καὶ πνευ̃μα θεου̃ ἐνέδυσεν τὸν Αζαριαν τὸν του̃ Ιωδαε τὸν ἱερέα καὶ ἀνέστη ἐπάνω του̃ λαου̃ καὶ εἰ̃πεν τάδε λέγει κύριος τί παραπορεύεσθε τὰς ἐντολὰς κυρίου καὶ οὐκ εὐοδωθήσεσθε ὅτι ἐγκατελίπετε τὸν κύριον καὶ ἐγκαταλείψει ὑμα̃ς
21 καὶ ἐπέθεντο αὐτω̨̃ καὶ ἐλιθοβόλησαν αὐτὸν δι' ἐντολη̃ς Ιωας του̃ βασιλέως ἐν αὐλη̨̃ οἴκου κυρίου
22 καὶ οὐκ ἐμνήσθη Ιωας του̃ ἐλέους οὑ̃ ἐποίησεν μετ' αὐτου̃ Ιωδαε ὁ πατὴρ αὐτου̃ καὶ ἐθανάτωσεν τὸν υἱὸν αὐτου̃ καὶ ὡς ἀπέθνη̨σκεν εἰ̃πεν ἴδοι κύριος καὶ κρινάτω
23 καὶ ἐγένετο μετὰ τὴν συντέλειαν του̃ ἐνιαυτου̃ ἀνέβη ἐπ' αὐτὸν δύναμις Συρίας καὶ ἠ̃λθεν ἐπὶ Ιουδαν καὶ ἐπὶ Ιερουσαλημ καὶ κατέφθειραν πάντας τοὺς ἄρχοντας του̃ λαου̃ ἐν τω̨̃ λαω̨̃ καὶ πάντα τὰ σκυ̃λα αὐτω̃ν ἀπέστειλαν τω̨̃ βασιλει̃ Δαμασκου̃
24 ὅτι ἐν ὀλίγοις ἀνδράσιν παρεγένετο δύναμις Συρίας καὶ ὁ θεὸς παρέδωκεν εἰς τὰς χει̃ρας αὐτω̃ν δύναμιν πολλὴν σφόδρα ὅτι ἐγκατέλιπον κύριον θεὸν τω̃ν πατέρων αὐτω̃ν καὶ μετὰ Ιωας ἐποίησεν κρίματα
25 καὶ μετὰ τὸ ἀπελθει̃ν αὐτοὺς ἀπ' αὐτου̃ ἐν τω̨̃ ἐγκαταλιπει̃ν αὐτὸν ἐν μαλακίαις μεγάλαις καὶ ἐπέθεντο αὐτω̨̃ οἱ παι̃δες αὐτου̃ ἐν αἵμασιν υἱου̃ Ιωδαε του̃ ἱερέως καὶ ἐθανάτωσαν αὐτὸν ἐπὶ τη̃ς κλίνης αὐτου̃ καὶ ἀπέθανεν καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυιδ καὶ οὐκ ἔθαψαν αὐτὸν ἐν τω̨̃ τάφω̨ τω̃ν βασιλέων
26 καὶ οἱ ἐπιθέμενοι ἐπ' αὐτὸν Ζαβεδ ὁ του̃ Σαμαθ ὁ Αμμανίτης καὶ Ιωζαβεδ ὁ του̃ Σομαρωθ ὁ Μωαβίτης
27 καὶ οἱ υἱοὶ αὐτου̃ πάντες καὶ προση̃λθον αὐτω̨̃ οἱ πέντε καὶ τὰ λοιπὰ ἰδοὺ γεγραμμένα ἐπὶ τὴν γραφὴν τω̃ν βασιλέων καὶ ἐβασίλευσεν Αμασιας υἱὸς αὐτου̃ ἀντ' αὐτου̃
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.