Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β, κεφαλίς 1

1 καὶ ἐνίσχυσεν Σαλωμων υἱὸς Δαυιδ ἐπὶ τὴν βασιλείαν αὐτου̃ καὶ κύριος ὁ θεὸς αὐτου̃ μετ' αὐτου̃ καὶ ἐμεγάλυνεν αὐτὸν εἰς ὕψος
2 καὶ εἰ̃πεν Σαλωμων πρὸς πάντα Ισραηλ τοι̃ς χιλιάρχοις καὶ τοι̃ς ἑκατοντάρχοις καὶ τοι̃ς κριται̃ς καὶ πα̃σιν τοι̃ς ἄρχουσιν ἐναντίον Ισραηλ τοι̃ς ἄρχουσι τω̃ν πατριω̃ν
3 καὶ ἐπορεύθη Σαλωμων καὶ πα̃σα ἡ ἐκκλησία μετ' αὐτου̃ εἰς τὴν ὑψηλὴν τὴν ἐν Γαβαων οὑ̃ ἐκει̃ ἠ̃ν ἡ σκηνὴ του̃ μαρτυρίου του̃ θεου̃ ἣν ἐποίησεν Μωυση̃ς παι̃ς κυρίου ἐν τη̨̃ ἐρήμω̨
4 ἀλλὰ κιβωτὸν του̃ θεου̃ ἀνήνεγκεν Δαυιδ ἐκ πόλεως Καριαθιαριμ ὅτι ἡτοίμασεν αὐτη̨̃ σκηνὴν εἰς Ιερουσαλημ
5 καὶ τὸ θυσιαστήριον τὸ χαλκου̃ν ὃ ἐποίησεν Βεσελεηλ υἱὸς Ουριου υἱου̃ Ωρ ἐκει̃ ἠ̃ν ἔναντι τη̃ς σκηνη̃ς κυρίου καὶ ἐξεζήτησεν αὐτὸ Σαλωμων καὶ ἡ ἐκκλησία
6 καὶ ἀνήνεγκεν ἐκει̃ Σαλωμων ἐπὶ τὸ θυσιαστήριον τὸ χαλκου̃ν ἐνώπιον κυρίου τὸ ἐν τη̨̃ σκηνη̨̃ καὶ ἀνήνεγκεν ἐπ' αὐτὸ ὁλοκαύτωσιν χιλίαν
7 ἐν τη̨̃ νυκτὶ ἐκείνη̨ ὤφθη ὁ θεὸς τω̨̃ Σαλωμων καὶ εἰ̃πεν αὐτω̨̃ αἴτησαι τί σοι δω̃
8 καὶ εἰ̃πεν Σαλωμων πρὸς τὸν θεόν σὺ ἐποίησας μετὰ Δαυιδ του̃ πατρός μου ἔλεος μέγα καὶ ἐβασίλευσάς με ἀντ' αὐτου̃
9 καὶ νυ̃ν κύριε ὁ θεός πιστωθήτω τὸ ὄνομά σου ἐπὶ Δαυιδ πατέρα μου ὅτι σὺ ἐβασίλευσάς με ἐπὶ λαὸν πολὺν ὡς ὁ χου̃ς τη̃ς γη̃ς
10 νυ̃ν σοφίαν καὶ σύνεσιν δός μοι καὶ ἐξελεύσομαι ἐνώπιον του̃ λαου̃ τούτου καὶ εἰσελεύσομαι ὅτι τίς κρινει̃ τὸν λαόν σου τὸν μέγαν του̃τον
11 καὶ εἰ̃πεν ὁ θεὸς πρὸς Σαλωμων ἀνθ' ὡ̃ν ἐγένετο του̃το ἐν τη̨̃ καρδία̨ σου καὶ οὐκ ἠ̨τήσω πλου̃τον χρημάτων οὐδὲ δόξαν οὐδὲ τὴν ψυχὴν τω̃ν ὑπεναντίων καὶ ἡμέρας πολλὰς οὐκ ἠ̨τήσω καὶ ἤ̨τησας σεαυτω̨̃ σοφίαν καὶ σύνεσιν ὅπως κρίνη̨ς τὸν λαόν μου ἐφ' ὃν ἐβασίλευσά σε ἐπ' αὐτόν
12 τὴν σοφίαν καὶ τὴν σύνεσιν δίδωμί σοι καὶ πλου̃τον καὶ χρήματα καὶ δόξαν δώσω σοι ὡς οὐκ ἐγενήθη ὅμοιός σοι ἐν τοι̃ς βασιλευ̃σι τοι̃ς ἔμπροσθέ σου καὶ μετὰ σὲ οὐκ ἔσται οὕτως
13 καὶ ἠ̃λθεν Σαλωμων ἐκ βαμα τη̃ς ἐν Γαβαων εἰς Ιερουσαλημ ἀπὸ προσώπου σκηνη̃ς μαρτυρίου καὶ ἐβασίλευσεν ἐπὶ Ισραηλ
14 καὶ συνήγαγεν Σαλωμων ἅρματα καὶ ἱππει̃ς καὶ ἐγένοντο αὐτω̨̃ χίλια καὶ τετρακόσια ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων καὶ κατέλιπεν αὐτὰ ἐν πόλεσιν τω̃ν ἁρμάτων καὶ ὁ λαὸς μετὰ του̃ βασιλέως ἐν Ιερουσαλημ
15 καὶ ἔθηκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ιερουσαλημ ὡς λίθους καὶ τὰς κέδρους ἐν τη̨̃ Ιουδαία̨ ὡς συκαμίνους τὰς ἐν τη̨̃ πεδινη̨̃ εἰς πλη̃θος
16 καὶ ἡ ἔξοδος τω̃ν ἵππων τω̃ν Σαλωμων ἐξ Αἰγύπτου καὶ ἡ τιμὴ τω̃ν ἐμπόρων του̃ βασιλέως ἐμπορεύεσθαι ἠγόραζον
17 καὶ ἀνέβαινον καὶ ἐξη̃γον ἐξ Αἰγύπτου ἅρμα ἓν ἑξακοσίων ἀργυρίου καὶ ἵππον ἑκατὸν καὶ πεντήκοντα καὶ οὕτως πα̃σιν τοι̃ς βασιλευ̃σιν τω̃ν Χετταίων καὶ βασιλευ̃σιν Συρίας ἐν χερσὶν αὐτω̃ν ἔφερον

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β, κεφαλίς 2

1 καὶ εἰ̃πεν Σαλωμων του̃ οἰκοδομη̃σαι οἰ̃κον τω̨̃ ὀνόματι κυρίου καὶ οἰ̃κον τη̨̃ βασιλεία̨ αὐτου̃
2 καὶ συνήγαγεν Σαλωμων ἑβδομήκοντα χιλιάδας ἀνδρω̃ν καὶ ὀγδοήκοντα χιλιάδας λατόμων ἐν τω̨̃ ὄρει καὶ οἱ ἐπιστάται ἐπ' αὐτω̃ν τρισχίλιοι ἑξακόσιοι
3 καὶ ἀπέστειλεν Σαλωμων πρὸς Χιραμ βασιλέα Τύρου λέγων ὡς ἐποίησας μετὰ του̃ πατρός μου Δαυιδ καὶ ἀπέστειλας αὐτω̨̃ κέδρους του̃ οἰκοδομη̃σαι ἑαυτω̨̃ οἰ̃κον κατοικη̃σαι ἐν αὐτω̨̃
4 καὶ ἰδοὺ ἐγὼ ὁ υἱὸς αὐτου̃ οἰκοδομω̃ οἰ̃κον τω̨̃ ὀνόματι κυρίου θεου̃ μου ἁγιάσαι αὐτὸν αὐτω̨̃ του̃ θυμια̃ν ἀπέναντι αὐτου̃ θυμίαμα καὶ πρόθεσιν διὰ παντὸς καὶ του̃ ἀναφέρειν ὁλοκαυτώματα διὰ παντὸς τὸ πρωὶ καὶ τὸ δείλης καὶ ἐν τοι̃ς σαββάτοις καὶ ἐν ται̃ς νουμηνίαις καὶ ἐν ται̃ς ἑορται̃ς του̃ κυρίου θεου̃ ἡμω̃ν εἰς τὸν αἰω̃να του̃το ἐπὶ τὸν Ισραηλ
5 καὶ ὁ οἰ̃κος ὃν ἐγὼ οἰκοδομω̃ μέγας ὅτι μέγας ὁ θεὸς ἡμω̃ν παρὰ πάντας τοὺς θεούς
6 καὶ τίς ἰσχύσει οἰκοδομη̃σαι αὐτω̨̃ οἰ̃κον ὅτι ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς του̃ οὐρανου̃ οὐ φέρουσιν αὐτου̃ τὴν δόξαν καὶ τίς ἐγὼ οἰκοδομω̃ν αὐτω̨̃ οἰ̃κον ὅτι ἀλλ' ἢ του̃ θυμια̃ν κατέναντι αὐτου̃
7 καὶ νυ̃ν ἀπόστειλόν μοι ἄνδρα σοφὸν καὶ εἰδότα του̃ ποιη̃σαι ἐν τω̨̃ χρυσίω̨ καὶ ἐν τω̨̃ ἀργυρίω̨ καὶ ἐν τω̨̃ χαλκω̨̃ καὶ ἐν τω̨̃ σιδήρω̨ καὶ ἐν τη̨̃ πορφύρα̨ καὶ ἐν τω̨̃ κοκκίνω̨ καὶ ἐν τη̨̃ ὑακίνθω̨ καὶ ἐπιστάμενον γλύψαι γλυφὴν μετὰ τω̃ν σοφω̃ν τω̃ν μετ' ἐμου̃ ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ ὡ̃ν ἡτοίμασεν Δαυιδ ὁ πατήρ μου
8 καὶ ἀπόστειλόν μοι ξύλα κέδρινα καὶ ἀρκεύθινα καὶ πεύκινα ἐκ του̃ Λιβάνου ὅτι ἐγὼ οἰ̃δα ὡς οἱ δου̃λοί σου οἴδασιν κόπτειν ξύλα ἐκ του̃ Λιβάνου καὶ ἰδοὺ οἱ παι̃δές σου μετὰ τω̃ν παίδων μου
9 πορεύσονται ἑτοιμάσαι μοι ξύλα εἰς πλη̃θος ὅτι ὁ οἰ̃κος ὃν ἐγὼ οἰκοδομω̃ μέγας καὶ ἔνδοξος
10 καὶ ἰδοὺ τοι̃ς ἐργαζομένοις τοι̃ς κόπτουσιν ξύλα εἰς βρώματα δέδωκα σι̃τον εἰς δόματα τοι̃ς παισίν σου κόρων εἴκοσι χιλιάδας καὶ κριθω̃ν κόρων εἴκοσι χιλιάδας καὶ οἴνου μέτρων εἴκοσι χιλιάδας καὶ ἐλαίου μέτρων εἴκοσι χιλιάδας
11 καὶ εἰ̃πεν Χιραμ βασιλεὺς Τύρου ἐν γραφη̨̃ καὶ ἀπέστειλεν πρὸς Σαλωμων ἐν τω̨̃ ἀγαπη̃σαι κύριον τὸν λαὸν αὐτου̃ ἔδωκέν σε ἐπ' αὐτοὺς εἰς βασιλέα
12 καὶ εἰ̃πεν Χιραμ εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γη̃ν ὃς ἔδωκεν τω̨̃ Δαυιδ τω̨̃ βασιλει̃ υἱὸν σοφὸν καὶ ἐπιστάμενον σύνεσιν καὶ ἐπιστήμην ὃς οἰκοδομήσει οἰ̃κον τω̨̃ κυρίω̨ καὶ οἰ̃κον τη̨̃ βασιλεία̨ αὐτου̃
13 καὶ νυ̃ν ἀπέσταλκά σοι ἄνδρα σοφὸν καὶ εἰδότα σύνεσιν τὸν Χιραμ τὸν πατέρα μου
14 ἡ μήτηρ αὐτου̃ ἀπὸ θυγατέρων Δαν καὶ ὁ πατὴρ αὐτου̃ ἀνὴρ Τύριος εἰδότα ποιη̃σαι ἐν χρυσίω̨ καὶ ἐν ἀργυρίω̨ καὶ ἐν χαλκω̨̃ καὶ ἐν σιδήρω̨ ἐν λίθοις καὶ ξύλοις καὶ ὑφαίνειν ἐν τη̨̃ πορφύρα̨ καὶ ἐν τη̨̃ ὑακίνθω̨ καὶ ἐν τη̨̃ βύσσω̨ καὶ ἐν τω̨̃ κοκκίνω̨ καὶ γλύψαι γλυφὰς καὶ διανοει̃σθαι πα̃σαν διανόησιν ὅσα ἂν δω̨̃ς αὐτω̨̃ μετὰ τω̃ν σοφω̃ν σου καὶ σοφω̃ν Δαυιδ κυρίου μου πατρός σου
15 καὶ νυ̃ν τὸν σι̃τον καὶ τὴν κριθὴν καὶ τὸ ἔλαιον καὶ τὸν οἰ̃νον ἃ εἰ̃πεν ὁ κύριός μου ἀποστειλάτω τοι̃ς παισὶν αὐτου̃
16 καὶ ἡμει̃ς κόψομεν ξύλα ἐκ του̃ Λιβάνου κατὰ πα̃σαν τὴν χρείαν σου καὶ ἄξομεν αὐτὰ σχεδίαις ἐπὶ θάλασσαν Ιόππης καὶ σὺ ἄξεις αὐτὰ εἰς Ιερουσαλημ
17 καὶ συνήγαγεν Σαλωμων πάντας τοὺς ἄνδρας τοὺς προσηλύτους ἐν γη̨̃ Ισραηλ μετὰ τὸν ἀριθμόν ὃν ἠρίθμησεν αὐτοὺς Δαυιδ ὁ πατὴρ αὐτου̃ καὶ εὑρέθησαν ἑκατὸν πεντήκοντα χιλιάδες καὶ τρισχίλιοι ἑξακόσιοι
18 καὶ ἐποίησεν ἐξ αὐτω̃ν ἑβδομήκοντα χιλιάδας νωτοφόρων καὶ ὀγδοήκοντα χιλιάδας λατόμων καὶ τρισχιλίους ἑξακοσίους ἐργοδιώκτας ἐπὶ τὸν λαόν

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β, κεφαλίς 3

1 καὶ ἤρξατο Σαλωμων του̃ οἰκοδομει̃ν τὸν οἰ̃κον κυρίου ἐν Ιερουσαλημ ἐν ὄρει του̃ Αμορια οὑ̃ ὤφθη κύριος τω̨̃ Δαυιδ πατρὶ αὐτου̃ ἐν τω̨̃ τόπω̨ ὡ̨̃ ἡτοίμασεν Δαυιδ ἐν ἅλω̨ Ορνα του̃ Ιεβουσαίου
2 καὶ ἤρξατο οἰκοδομη̃σαι ἐν τω̨̃ μηνὶ τω̨̃ δευτέρω̨ ἐν τω̨̃ ἔτει τω̨̃ τετάρτω̨ τη̃ς βασιλείας αὐτου̃
3 καὶ ταυ̃τα ἤρξατο Σαλωμων του̃ οἰκοδομη̃σαι τὸν οἰ̃κον του̃ θεου̃ μη̃κος πήχεων ἡ διαμέτρησις ἡ πρώτη πήχεων ἑξήκοντα καὶ εὐ̃ρος πήχεων εἴκοσι
4 καὶ αιλαμ κατὰ πρόσωπον του̃ οἴκου μη̃κος ἐπὶ πρόσωπον πλάτους του̃ οἴκου πήχεων εἴκοσι καὶ ὕψος πήχεων ἑκατὸν εἴκοσι καὶ κατεχρύσωσεν αὐτὸν ἔσωθεν χρυσίω̨ καθαρω̨̃
5 καὶ τὸν οἰ̃κον τὸν μέγαν ἐξύλωσεν ξύλοις κεδρίνοις καὶ κατεχρύσωσεν χρυσίω̨ καθαρω̨̃ καὶ ἔγλυψεν ἐπ' αὐτου̃ φοίνικας καὶ χαλαστά
6 καὶ ἐκόσμησεν τὸν οἰ̃κον λίθοις τιμίοις εἰς δόξαν καὶ χρυσίω̨ χρυσίου του̃ ἐκ Φαρουαιμ
7 καὶ ἐχρύσωσεν τὸν οἰ̃κον καὶ τοὺς τοίχους καὶ τοὺς πυλω̃νας καὶ τὰ ὀροφώματα καὶ τὰ θυρώματα χρυσίω̨ καὶ ἔγλυψεν χερουβιν ἐπὶ τω̃ν τοίχων
8 καὶ ἐποίησεν τὸν οἰ̃κον του̃ ἁγίου τω̃ν ἁγίων μη̃κος αὐτου̃ ἐπὶ πρόσωπον πλάτους πήχεων εἴκοσι καὶ τὸ εὐ̃ρος πήχεων εἴκοσι καὶ κατεχρύσωσεν αὐτὸν χρυσίω̨ καθαρω̨̃ εἰς χερουβιν εἰς τάλαντα ἑξακόσια
9 καὶ ὁλκὴ τω̃ν ἥλων ὁλκὴ του̃ ἑνὸς πεντήκοντα σίκλοι χρυσίου καὶ τὸ ὑπερω̨̃ον ἐχρύσωσεν χρυσίω̨
10 καὶ ἐποίησεν ἐν τω̨̃ οἴκω̨ τω̨̃ ἁγίω̨ τω̃ν ἁγίων χερουβιν δύο ἔργον ἐκ ξύλων καὶ ἐχρύσωσεν αὐτὰ χρυσίω̨
11 καὶ αἱ πτέρυγες τω̃ν χερουβιν τὸ μη̃κος πήχεων εἴκοσι καὶ ἡ πτέρυξ ἡ μία πήχεων πέντε ἁπτομένη του̃ τοίχου του̃ οἴκου καὶ ἡ πτέρυξ ἡ ἑτέρα πήχεων πέντε ἁπτομένη τη̃ς πτέρυγος του̃ χερουβ του̃ ἑτέρου
12 καὶ ἡ πτέρυξ του̃ χερουβ του̃ ἑνὸς πήχεων πέντε ἁπτομένη του̃ τοίχου του̃ οἴκου καὶ ἡ πτέρυξ ἡ ἑτέρα πήχεων πέντε ἁπτομένη του̃ πτέρυγος του̃ χερουβ του̃ ἑτέρου
13 καὶ αἱ πτέρυγες τω̃ν χερουβιν διαπεπετασμέναι πήχεων εἴκοσι καὶ αὐτὰ ἑστηκότα ἐπὶ τοὺς πόδας αὐτω̃ν καὶ τὰ πρόσωπα αὐτω̃ν εἰς τὸν οἰ̃κον
14 καὶ ἐποίησεν τὸ καταπέτασμα ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου καὶ βύσσου καὶ ὕφανεν ἐν αὐτω̨̃ χερουβιν
15 καὶ ἐποίησεν ἔμπροσθεν του̃ οἴκου στύλους δύο πήχεων τριάκοντα πέντε τὸ ὕψος καὶ τὰς κεφαλὰς αὐτω̃ν πήχεων πέντε
16 καὶ ἐποίησεν σερσερωθ ἐν τω̨̃ δαβιρ καὶ ἔδωκεν ἐπὶ τω̃ν κεφαλω̃ν τω̃ν στύλων καὶ ἐποίησεν ῥοΐσκους ἑκατὸν καὶ ἐπέθηκεν ἐπὶ τω̃ν χαλαστω̃ν
17 καὶ ἔστησεν τοὺς στύλους κατὰ πρόσωπον του̃ ναου̃ ἕνα ἐκ δεξιω̃ν καὶ τὸν ἕνα ἐξ εὐωνύμων καὶ ἐκάλεσεν τὸ ὄνομα του̃ ἐκ δεξιω̃ν Κατόρθωσις καὶ τὸ ὄνομα του̃ ἐξ ἀριστερω̃ν 'Ισχύς

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β, κεφαλίς 4

1 καὶ ἐποίησεν τὸ θυσιαστήριον χαλκου̃ν πήχεων εἴκοσι μη̃κος καὶ τὸ εὐ̃ρος πήχεων εἴκοσι ὕψος πήχεων δέκα
2 καὶ ἐποίησεν τὴν θάλασσαν χυτήν πήχεων δέκα τὴν διαμέτρησιν στρογγύλην κυκλόθεν καὶ πήχεων πέντε τὸ ὕψος καὶ τὸ κύκλωμα πήχεων τριάκοντα
3 καὶ ὁμοίωμα μόσχων ὑποκάτωθεν αὐτη̃ς κύκλω̨ κυκλου̃σιν αὐτήν πήχεις δέκα περιέχουσιν τὸν λουτη̃ρα κυκλόθεν δύο γένη ἐχώνευσαν τοὺς μόσχους ἐν τη̨̃ χωνεύσει αὐτω̃ν
4 ἡ̨̃ ἐποίησαν αὐτούς δώδεκα μόσχους οἱ τρει̃ς βλέποντες βορρα̃ν καὶ οἱ τρει̃ς βλέποντες δυσμὰς καὶ οἱ τρει̃ς βλέποντες νότον καὶ οἱ τρει̃ς βλέποντες κατ' ἀνατολάς καὶ ἡ θάλασσα ἐπ' αὐτω̃ν ἄνω ἠ̃σαν τὰ ὀπίσθια αὐτω̃ν ἔσω
5 καὶ τὸ πάχος αὐτη̃ς παλαιστής καὶ τὸ χει̃λος αὐτη̃ς ὡς χει̃λος ποτηρίου διαγεγλυμμένα βλαστοὺς κρίνου χωρου̃σαν μετρητὰς τρισχιλίους καὶ ἐξετέλεσεν
6 καὶ ἐποίησεν λουτη̃ρας δέκα καὶ ἔθηκεν τοὺς πέντε ἐκ δεξιω̃ν καὶ τοὺς πέντε ἐξ ἀριστερω̃ν του̃ πλύνειν ἐν αὐτοι̃ς τὰ ἔργα τω̃ν ὁλοκαυτωμάτων καὶ ἀποκλύζειν ἐν αὐτοι̃ς καὶ ἡ θάλασσα εἰς τὸ νίπτεσθαι τοὺς ἱερει̃ς ἐν αὐτη̨̃
7 καὶ ἐποίησεν τὰς λυχνίας τὰς χρυσα̃ς δέκα κατὰ τὸ κρίμα αὐτω̃ν καὶ ἔθηκεν ἐν τω̨̃ ναω̨̃ πέντε ἐκ δεξιω̃ν καὶ πέντε ἐξ ἀριστερω̃ν
8 καὶ ἐποίησεν τραπέζας δέκα καὶ ἔθηκεν ἐν τω̨̃ ναω̨̃ πέντε ἐκ δεξιω̃ν καὶ πέντε ἐξ εὐωνύμων καὶ ἐποίησεν φιάλας χρυσα̃ς ἑκατόν
9 καὶ ἐποίησεν τὴν αὐλὴν τω̃ν ἱερέων καὶ τὴν αὐλὴν τὴν μεγάλην καὶ θύρας τη̨̃ αὐλη̨̃ καὶ θυρώματα αὐτω̃ν κατακεχαλκωμένα χαλκω̨̃
10 καὶ τὴν θάλασσαν ἔθηκεν ἀπὸ γωνίας του̃ οἴκου ἐκ δεξιω̃ν ὡς πρὸς ἀνατολὰς κατέναντι
11 καὶ ἐποίησεν Χιραμ τὰς κρεάγρας καὶ τὰ πυρει̃α καὶ τὴν ἐσχάραν του̃ θυσιαστηρίου καὶ πάντα τὰ σκεύη αὐτου̃ καὶ συνετέλεσεν Χιραμ ποιη̃σαι πα̃σαν τὴν ἐργασίαν ἣν ἐποίησεν Σαλωμων τω̨̃ βασιλει̃ ἐν οἴκω̨ του̃ θεου̃
12 στύλους δύο καὶ ἐπ' αὐτω̃ν γωλαθ τη̨̃ χωθαρεθ ἐπὶ τω̃ν κεφαλω̃ν τω̃ν στύλων δύο καὶ δίκτυα δύο συγκαλύψαι τὰς κεφαλὰς τω̃ν χωθαρεθ ἅ ἐστιν ἐπὶ τω̃ν κεφαλω̃ν τω̃ν στύλων
13 καὶ κώδωνας χρυσου̃ς τετρακοσίους εἰς τὰ δύο δίκτυα καὶ δύο γένη ῥοΐσκων ἐν τω̨̃ δικτύω̨ τω̨̃ ἑνὶ του̃ συγκαλύψαι τὰς δύο γωλαθ τω̃ν χωθαρεθ ἅ ἐστιν ἐπάνω τω̃ν στύλων
14 καὶ τὰς μεχωνωθ ἐποίησεν δέκα καὶ τοὺς λουτη̃ρας ἐποίησεν ἐπὶ τω̃ν μεχωνωθ
15 καὶ τὴν θάλασσαν μίαν καὶ τοὺς μόσχους τοὺς δώδεκα ὑποκάτω αὐτη̃ς
16 καὶ τοὺς ποδιστη̃ρας καὶ τοὺς ἀναλημπτη̃ρας καὶ τοὺς λέβητας καὶ τὰς κρεάγρας καὶ πάντα τὰ σκεύη αὐτω̃ν ἃ ἐποίησεν Χιραμ καὶ ἀνήνεγκεν τω̨̃ βασιλει̃ Σαλωμων ἐν οἴκω̨ κυρίου χαλκου̃ καθαρου̃
17 ἐν τω̨̃ περιχώρω̨ του̃ Ιορδάνου ἐχώνευσεν αὐτὰ ὁ βασιλεὺς ἐν τω̨̃ πάχει τη̃ς γη̃ς ἐν οἴκω̨ Σοκχωθ καὶ ἀνὰ μέσον Σιρδαθα
18 καὶ ἐποίησεν Σαλωμων πάντα τὰ σκεύη ταυ̃τα εἰς πλη̃θος σφόδρα ὅτι οὐκ ἐξέλιπεν ὁλκὴ του̃ χαλκου̃
19 καὶ ἐποίησεν Σαλωμων πάντα τὰ σκεύη οἴκου κυρίου καὶ τὸ θυσιαστήριον τὸ χρυσου̃ν καὶ τὰς τραπέζας καὶ ἐπ' αὐτω̃ν ἄρτοι προθέσεως
20 καὶ τὰς λυχνίας καὶ τοὺς λύχνους του̃ φωτὸς κατὰ τὸ κρίμα καὶ κατὰ πρόσωπον του̃ δαβιρ χρυσίου καθαρου̃
21 καὶ λαβίδες αὐτω̃ν καὶ οἱ λύχνοι αὐτω̃ν καὶ τὰς φιάλας καὶ τὰς θυΐσκας καὶ τὰ πυρει̃α χρυσίου καθαρου̃
22 καὶ ἡ θύρα του̃ οἴκου ἡ ἐσωτέρα εἰς τὰ ἅγια τω̃ν ἁγίων εἰς τὰς θύρας του̃ οἴκου του̃ ναου̃ χρυσα̃ς

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β, κεφαλίς 5

1 καὶ συνετελέσθη πα̃σα ἡ ἐργασία ἣν ἐποίησεν Σαλωμων ἐν οἴκω̨ κυρίου καὶ εἰσήνεγκεν Σαλωμων τὰ ἅγια Δαυιδ του̃ πατρὸς αὐτου̃ τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἔδωκεν εἰς θησαυρὸν οἴκου κυρίου
2 τότε ἐξεκκλησίασεν Σαλωμων τοὺς πρεσβυτέρους Ισραηλ καὶ πάντας τοὺς ἄρχοντας τω̃ν φυλω̃ν τοὺς ἡγουμένους πατριω̃ν υἱω̃ν Ισραηλ εἰς Ιερουσαλημ του̃ ἀνενέγκαι κιβωτὸν διαθήκης κυρίου ἐκ πόλεως Δαυιδ αὕτη Σιων
3 καὶ ἐξεκκλησιάσθησαν πρὸς τὸν βασιλέα πα̃ς ἀνὴρ Ισραηλ ἐν τη̨̃ ἑορτη̨̃ οὑ̃τος ὁ μὴν ἕβδομος
4 καὶ ἠ̃λθον πάντες οἱ πρεσβύτεροι Ισραηλ καὶ ἔλαβον πάντες οἱ Λευι̃ται τὴν κιβωτὸν
5 καὶ ἀνήνεγκαν τὴν κιβωτὸν καὶ τὴν σκηνὴν του̃ μαρτυρίου καὶ πάντα τὰ σκεύη τὰ ἅγια τὰ ἐν τη̨̃ σκηνη̨̃ καὶ ἀνήνεγκαν αὐτὴν οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται
6 καὶ ὁ βασιλεὺς Σαλωμων καὶ πα̃σα συναγωγὴ Ισραηλ καὶ οἱ φοβούμενοι καὶ οἱ ἐπισυνηγμένοι αὐτω̃ν ἔμπροσθεν τη̃ς κιβωτου̃ θύοντες μόσχους καὶ πρόβατα οἳ οὐκ ἀριθμηθήσονται καὶ οἳ οὐ λογισθήσονται ἀπὸ του̃ πλήθους
7 καὶ εἰσήνεγκαν οἱ ἱερει̃ς τὴν κιβωτὸν διαθήκης κυρίου εἰς τὸν τόπον αὐτη̃ς εἰς τὸ δαβιρ του̃ οἴκου εἰς τὰ ἅγια τω̃ν ἁγίων ὑποκάτω τω̃ν πτερύγων τω̃ν χερουβιν
8 καὶ ἠ̃ν τὰ χερουβιν διαπεπετακότα τὰς πτέρυγας αὐτω̃ν ἐπὶ τὸν τόπον τη̃ς κιβωτου̃ καὶ συνεκάλυπτεν τὰ χερουβιν ἐπὶ τὴν κιβωτὸν καὶ ἐπὶ τοὺς ἀναφορει̃ς αὐτη̃ς ἐπάνωθεν
9 καὶ ὑπερει̃χον οἱ ἀναφορει̃ς καὶ ἐβλέποντο αἱ κεφαλαὶ τω̃ν ἀναφορέων ἐκ τω̃ν ἁγίων εἰς πρόσωπον του̃ δαβιρ οὐκ ἐβλέποντο ἔξω καὶ ἠ̃σαν ἐκει̃ ἕως τη̃ς ἡμέρας ταύτης
10 οὐκ ἠ̃ν ἐν τη̨̃ κιβωτω̨̃ πλὴν δύο πλάκες ἃς ἔθηκεν Μωυση̃ς ἐν Χωρηβ ἃ διέθετο κύριος μετὰ τω̃ν υἱω̃ν Ισραηλ ἐν τω̨̃ ἐξελθει̃ν αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου
11 καὶ ἐγένετο ἐν τω̨̃ ἐξελθει̃ν τοὺς ἱερει̃ς ἐκ τω̃ν ἁγίων ὅτι πάντες οἱ ἱερει̃ς οἱ εὑρεθέντες ἡγιάσθησαν οὐκ ἠ̃σαν διατεταγμένοι κατ' ἐφημερίαν
12 καὶ οἱ Λευι̃ται οἱ ψαλτω̨δοὶ πάντες τοι̃ς υἱοι̃ς Ασαφ τω̨̃ Αιμαν τω̨̃ Ιδιθουν καὶ τοι̃ς υἱοι̃ς αὐτω̃ν καὶ τοι̃ς ἀδελφοι̃ς αὐτω̃ν τω̃ν ἐνδεδυμένων στολὰς βυσσίνας ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις ἑστηκότες κατέναντι του̃ θυσιαστηρίου καὶ μετ' αὐτω̃ν ἱερει̃ς ἑκατὸν εἴκοσι σαλπίζοντες ται̃ς σάλπιγξιν
13 καὶ ἐγένετο μία φωνὴ ἐν τω̨̃ σαλπίζειν καὶ ἐν τω̨̃ ψαλτω̨δει̃ν καὶ ἐν τω̨̃ ἀναφωνει̃ν φωνη̨̃ μια̨̃ του̃ ἐξομολογει̃σθαι καὶ αἰνει̃ν τω̨̃ κυρίω̨ καὶ ὡς ὕψωσαν φωνὴν ἐν σάλπιγξιν καὶ ἐν κυμβάλοις καὶ ἐν ὀργάνοις τω̃ν ὠ̨δω̃ν καὶ ἔλεγον ἐξομολογει̃σθε τω̨̃ κυρίω̨ ὅτι ἀγαθόν ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃ καὶ ὁ οἰ̃κος ἐνεπλήσθη νεφέλης δόξης κυρίου
14 καὶ οὐκ ἠδύναντο οἱ ἱερει̃ς του̃ στη̃ναι λειτουργει̃ν ἀπὸ προσώπου τη̃ς νεφέλης ὅτι ἐνέπλησεν δόξα κυρίου τὸν οἰ̃κον του̃ θεου̃

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β, κεφαλίς 6

1 τότε εἰ̃πεν Σαλωμων κύριος εἰ̃πεν του̃ κατασκηνω̃σαι ἐν γνόφω̨
2 καὶ ἐγὼ ὠ̨κοδόμηκα οἰ̃κον τω̨̃ ὀνόματί σου ἅγιόν σοι καὶ ἕτοιμον του̃ κατασκηνω̃σαι εἰς τοὺς αἰω̃νας
3 καὶ ἐπέστρεψεν ὁ βασιλεὺς τὸ πρόσωπον αὐτου̃ καὶ εὐλόγησεν τὴν πα̃σαν ἐκκλησίαν Ισραηλ καὶ πα̃σα ἐκκλησία Ισραηλ παρειστήκει
4 καὶ εἰ̃πεν εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ ὃς ἐλάλησεν ἐν στόματι αὐτου̃ πρὸς Δαυιδ τὸν πατέρα μου καὶ ἐν χερσὶν αὐτου̃ ἐπλήρωσεν λέγων
5 ἀπὸ τη̃ς ἡμέρας ἡ̃ς ἀνήγαγον τὸν λαόν μου ἐκ γη̃ς Αἰγύπτου οὐκ ἐξελεξάμην ἐν πόλει ἀπὸ πασω̃ν φυλω̃ν Ισραηλ του̃ οἰκοδομη̃σαι οἰ̃κον του̃ εἰ̃ναι ὄνομά μου ἐκει̃ καὶ οὐκ ἐξελεξάμην ἐν ἀνδρὶ του̃ εἰ̃ναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ισραηλ
6 καὶ ἐξελεξάμην ἐν Ιερουσαλημ γενέσθαι τὸ ὄνομά μου ἐκει̃ καὶ ἐξελεξάμην ἐν Δαυιδ ὥστε εἰ̃ναι ἐπάνω του̃ λαου̃ μου Ισραηλ
7 καὶ ἐγένετο ἐπὶ καρδίαν Δαυιδ του̃ πατρός μου του̃ οἰκοδομη̃σαι οἰ̃κον τω̨̃ ὀνόματι κυρίου θεου̃ Ισραηλ
8 καὶ εἰ̃πεν κύριος πρὸς Δαυιδ πατέρα μου διότι ἐγένετο ἐπὶ καρδίαν σου του̃ οἰκοδομη̃σαι οἰ̃κον τω̨̃ ὀνόματί μου καλω̃ς ἐποίησας ὅτι ἐγένετο ἐπὶ καρδίαν σου
9 πλὴν σὺ οὐκ οἰκοδομήσεις τὸν οἰ̃κον ὅτι ὁ υἱός σου ὃς ἐξελεύσεται ἐκ τη̃ς ὀσφύος σου οὑ̃τος οἰκοδομήσει τὸν οἰ̃κον τω̨̃ ὀνόματί μου
10 καὶ ἀνέστησεν κύριος τὸν λόγον αὐτου̃ ὃν ἐλάλησεν καὶ ἐγενήθην ἀντὶ Δαυιδ πατρός μου καὶ ἐκάθισα ἐπὶ τὸν θρόνον Ισραηλ καθὼς ἐλάλησεν κύριος καὶ ὠ̨κοδόμησα τὸν οἰ̃κον τω̨̃ ὀνόματι κυρίου θεου̃ Ισραηλ
11 καὶ ἔθηκα ἐκει̃ τὴν κιβωτόν ἐν ἡ̨̃ ἐκει̃ διαθήκη κυρίου ἣν διέθετο τω̨̃ Ισραηλ
12 καὶ ἔστη κατέναντι του̃ θυσιαστηρίου κυρίου ἔναντι πάσης ἐκκλησίας Ισραηλ καὶ διεπέτασεν τὰς χει̃ρας αὐτου̃
13 ὅτι ἐποίησεν Σαλωμων βάσιν χαλκη̃ν καὶ ἔθηκεν αὐτὴν ἐν μέσω̨ τη̃ς αὐλη̃ς του̃ ἱερου̃ πέντε πηχω̃ν τὸ μη̃κος αὐτη̃ς καὶ πέντε πήχεων τὸ εὐ̃ρος αὐτη̃ς καὶ τριω̃ν πήχεων τὸ ὕψος αὐτη̃ς καὶ ἔστη ἐπ' αὐτη̃ς καὶ ἔπεσεν ἐπὶ τὰ γόνατα ἔναντι πάσης ἐκκλησίας Ισραηλ καὶ διεπέτασεν τὰς χει̃ρας αὐτου̃ εἰς τὸν οὐρανὸν
14 καὶ εἰ̃πεν κύριε ὁ θεὸς Ισραηλ οὐκ ἔστιν ὅμοιός σοι θεὸς ἐν οὐρανω̨̃ καὶ ἐπὶ τη̃ς γη̃ς φυλάσσων τὴν διαθήκην καὶ τὸ ἔλεος τοι̃ς παισίν σου τοι̃ς πορευομένοις ἐναντίον σου ἐν ὅλη̨ καρδία̨
15 ἃ ἐφύλαξας τω̨̃ παιδί σου Δαυιδ τω̨̃ πατρί μου ἃ ἐλάλησας αὐτω̨̃ λέγων καὶ ἐλάλησας ἐν στόματί σου καὶ ἐν χερσίν σου ἐπλήρωσας ὡς ἡ ἡμέρα αὕτη
16 καὶ νυ̃ν κύριε ὁ θεὸς Ισραηλ φύλαξον τω̨̃ παιδί σου τω̨̃ Δαυιδ τω̨̃ πατρί μου ἃ ἐλάλησας αὐτω̨̃ λέγων οὐκ ἐκλείψει σοι ἀνὴρ ἀπὸ προσώπου μου καθήμενος ἐπὶ θρόνου Ισραηλ πλὴν ἐὰν φυλάξωσιν οἱ υἱοί σου τὴν ὁδὸν αὐτω̃ν του̃ πορεύεσθαι ἐν τω̨̃ νόμω̨ μου ὡς ἐπορεύθης ἐναντίον μου
17 καὶ νυ̃ν κύριε ὁ θεὸς Ισραηλ πιστωθήτω δὴ τὸ ῥη̃μά σου ὃ ἐλάλησας τω̨̃ παιδί σου τω̨̃ Δαυιδ
18 ὅτι εἰ ἀληθω̃ς κατοικήσει θεὸς μετὰ ἀνθρώπων ἐπὶ τη̃ς γη̃ς εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς του̃ οὐρανου̃ οὐκ ἀρκέσουσίν σοι καὶ τίς ὁ οἰ̃κος οὑ̃τος ὃν ὠ̨κοδόμησα
19 καὶ ἐπιβλέψη̨ ἐπὶ τὴν προσευχὴν παιδός σου καὶ ἐπὶ τὴν δέησίν μου κύριε ὁ θεός του̃ ἐπακου̃σαι τη̃ς δεήσεως καὶ τη̃ς προσευχη̃ς ἡ̃ς ὁ παι̃ς σου προσεύχεται ἐναντίον σου σήμερον
20 του̃ εἰ̃ναι ὀφθαλμούς σου ἀνεω̨γμένους ἐπὶ τὸν οἰ̃κον του̃τον ἡμέρας καὶ νυκτός εἰς τὸν τόπον του̃τον ὃν εἰ̃πας ἐπικληθη̃ναι τὸ ὄνομά σου ἐκει̃ του̃ ἀκου̃σαι τη̃ς προσευχη̃ς ἡ̃ς ὁ παι̃ς σου προσεύχεται εἰς τὸν τόπον του̃τον
21 καὶ ἀκούση̨ τη̃ς δεήσεως του̃ παιδός σου καὶ λαου̃ σου Ισραηλ ἃ ἂν προσεύξωνται εἰς τὸν τόπον του̃τον καὶ σὺ εἰσακούση̨ ἐν τω̨̃ τόπω̨ τη̃ς κατοικήσεώς σου ἐκ του̃ οὐρανου̃ καὶ ἀκούση̨ καὶ ἵλεως ἔση̨
22 ἐὰν ἁμάρτη̨ ἀνὴρ τω̨̃ πλησίον αὐτου̃ καὶ λάβη̨ ἐπ' αὐτὸν ἀρὰν του̃ ἀρα̃σθαι αὐτόν καὶ ἔλθη̨ καὶ ἀράσηται κατέναντι του̃ θυσιαστηρίου ἐν τω̨̃ οἴκω̨ τούτω̨
23 καὶ σὺ εἰσακούση̨ ἐκ του̃ οὐρανου̃ καὶ ποιήσεις καὶ κρινει̃ς τοὺς δούλους σου του̃ ἀποδου̃ναι τω̨̃ ἀνόμω̨ καὶ ἀποδου̃ναι ὁδοὺς αὐτου̃ εἰς κεφαλὴν αὐτου̃ του̃ δικαιω̃σαι δίκαιον του̃ ἀποδου̃ναι αὐτω̨̃ κατὰ τὴν δικαιοσύνην αὐτου̃
24 καὶ ἐὰν θραυσθη̨̃ ὁ λαός σου Ισραηλ κατέναντι του̃ ἐχθρου̃ ἐὰν ἁμάρτωσίν σοι καὶ ἐπιστρέψωσιν καὶ ἐξομολογήσωνται τω̨̃ ὀνόματί σου καὶ προσεύξωνται καὶ δεηθω̃σιν ἐναντίον σου ἐν τω̨̃ οἴκω̨ τούτω̨
25 καὶ σὺ εἰσακούση̨ ἐκ του̃ οὐρανου̃ καὶ ἵλεως ἔση̨ ται̃ς ἁμαρτίαις λαου̃ σου Ισραηλ καὶ ἀποστρέψεις αὐτοὺς εἰς τὴν γη̃ν ἣν ἔδωκας αὐτοι̃ς καὶ τοι̃ς πατράσιν αὐτω̃ν
26 ἐν τω̨̃ συσχεθη̃ναι τὸν οὐρανὸν καὶ μὴ γενέσθαι ὑετόν ὅτι ἁμαρτήσονταί σοι καὶ προσεύξονται εἰς τὸν τόπον του̃τον καὶ αἰνέσουσιν τὸ ὄνομά σου καὶ ἀπὸ τω̃ν ἁμαρτιω̃ν αὐτω̃ν ἐπιστρέψουσιν ὅτι ταπεινώσεις αὐτούς
27 καὶ σὺ εἰσακούση̨ ἐκ του̃ οὐρανου̃ καὶ ἵλεως ἔση̨ ται̃ς ἁμαρτίαις τω̃ν παίδων σου καὶ του̃ λαου̃ σου Ισραηλ ὅτι δηλώσεις αὐτοι̃ς τὴν ὁδὸν τὴν ἀγαθήν ἐν ἡ̨̃ πορεύσονται ἐν αὐτη̨̃ καὶ δώσεις ὑετὸν ἐπὶ τὴν γη̃ν σου ἣν ἔδωκας τω̨̃ λαω̨̃ σου εἰς κληρονομίαν
28 λιμὸς ἐὰν γένηται ἐπὶ τη̃ς γη̃ς θάνατος ἐὰν γένηται ἀνεμοφθορία καὶ ἴκτερος ἀκρὶς καὶ βρου̃χος ἐὰν γένηται ἐὰν θλίψη̨ αὐτὸν ὁ ἐχθρὸς κατέναντι τω̃ν πόλεων αὐτω̃ν κατὰ πα̃σαν πληγὴν καὶ πα̃ν πόνον
29 καὶ πα̃σα προσευχὴ καὶ πα̃σα δέησις ἣ ἐὰν γένηται παντὶ ἀνθρώπω̨ καὶ παντὶ λαω̨̃ σου Ισραηλ ἐὰν γνω̨̃ ἄνθρωπος τὴν ἁφὴν αὐτου̃ καὶ τὴν μαλακίαν αὐτου̃ καὶ διαπετάση̨ τὰς χει̃ρας αὐτου̃ εἰς τὸν οἰ̃κον του̃τον
30 καὶ σὺ εἰσακούση̨ ἐκ του̃ οὐρανου̃ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ἱλάση̨ καὶ δώσεις ἀνδρὶ κατὰ τὰς ὁδοὺς αὐτου̃ ὡς ἂν γνω̨̃ς τὴν καρδίαν αὐτου̃ ὅτι μόνος γινώσκεις τὴν καρδίαν υἱω̃ν ἀνθρώπων
31 ὅπως φοβω̃νται τὰς ὁδούς σου πάσας τὰς ἡμέρας ἃς αὐτοὶ ζω̃σιν ἐπὶ προσώπου τη̃ς γη̃ς ἡ̃ς ἔδωκας τοι̃ς πατράσιν ἡμω̃ν
32 καὶ πα̃ς ἀλλότριος ὃς οὐκ ἐκ του̃ λαου̃ σου Ισραηλ ἐστὶν αὐτὸς καὶ ἔλθη̨ ἐκ γη̃ς μακρόθεν διὰ τὸ ὄνομά σου τὸ μέγα καὶ τὴν χει̃ρά σου τὴν κραταιὰν καὶ τὸν βραχίονά σου τὸν ὑψηλὸν καὶ ἔλθωσιν καὶ προσεύξωνται εἰς τὸν τόπον του̃τον
33 καὶ εἰσακούση̨ ἐκ του̃ οὐρανου̃ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ποιήσεις κατὰ πάντα ὅσα ἐὰν ἐπικαλέσηταί σε ὁ ἀλλότριος ὅπως γνω̃σιν πάντες οἱ λαοὶ τη̃ς γη̃ς τὸ ὄνομά σου καὶ του̃ φοβει̃σθαί σε ὡς ὁ λαός σου Ισραηλ καὶ του̃ γνω̃ναι ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπὶ τὸν οἰ̃κον του̃τον ὃν ὠ̨κοδόμησα
34 ἐὰν δὲ ἐξέλθη̨ ὁ λαός σου εἰς πόλεμον ἐπὶ τοὺς ἐχθροὺς αὐτου̃ ἐν ὁδω̨̃ ἡ̨̃ ἀποστελει̃ς αὐτούς καὶ προσεύξωνται πρὸς σὲ κατὰ τὴν ὁδὸν τη̃ς πόλεως ταύτης ἣν ἐξελέξω ἐν αὐτη̨̃ καὶ οἴκου οὑ̃ ὠ̨κοδόμησα τω̨̃ ὀνόματί σου
35 καὶ ἀκούση̨ ἐκ του̃ οὐρανου̃ τη̃ς δεήσεως αὐτω̃ν καὶ τη̃ς προσευχη̃ς αὐτω̃ν καὶ ποιήσεις τὸ δικαίωμα αὐτω̃ν
36 ὅτι ἁμαρτήσονταί σοι ὅτι οὐκ ἔσται ἄνθρωπος ὃς οὐχ ἁμαρτήσεται καὶ πατάξεις αὐτοὺς καὶ παραδώσεις αὐτοὺς κατὰ πρόσωπον ἐχθρω̃ν καὶ αἰχμαλωτεύσουσιν οἱ αἰχμαλωτεύοντες αὐτοὺς εἰς γη̃ν ἐχθρω̃ν εἰς γη̃ν μακρὰν ἢ ἐγγὺς
37 καὶ ἐπιστρέψωσιν καρδίαν αὐτω̃ν ἐν τη̨̃ γη̨̃ αὐτω̃ν οὑ̃ μετήχθησαν ἐκει̃ καί γε ἐπιστρέψωσιν καὶ δεηθω̃σίν σου ἐν τη̨̃ αἰχμαλωσία̨ αὐτω̃ν λέγοντες ἡμάρτομεν ἠδικήσαμεν ἠνομήσαμεν
38 καὶ ἐπιστρέψωσιν πρὸς σὲ ἐν ὅλη̨ καρδία̨ καὶ ἐν ὅλη̨ ψυχη̨̃ αὐτω̃ν ἐν γη̨̃ αἰχμαλωτευσάντων αὐτοὺς καὶ προσεύξωνται ὁδὸν γη̃ς αὐτω̃ν ἡ̃ς ἔδωκας τοι̃ς πατράσιν αὐτω̃ν καὶ τη̃ς πόλεως ἡ̃ς ἐξελέξω καὶ του̃ οἴκου οὑ̃ ὠ̨κοδόμησα τω̨̃ ὀνόματί σου
39 καὶ ἀκούση̨ ἐκ του̃ οὐρανου̃ ἐξ ἑτοίμου κατοικητηρίου σου τη̃ς προσευχη̃ς αὐτω̃ν καὶ τη̃ς δεήσεως αὐτω̃ν καὶ ποιήσεις κρίματα καὶ ἵλεως ἔση̨ τω̨̃ λαω̨̃ τω̨̃ ἁμαρτόντι σοι
40 νυ̃ν κύριε ἔστωσαν δὴ οἱ ὀφθαλμοί σου ἀνεω̨γμένοι καὶ τὰ ὠ̃τά σου ἐπήκοα εἰς τὴν δέησιν του̃ τόπου τούτου
41 καὶ νυ̃ν ἀνάστηθι κύριε ὁ θεός εἰς τὴν κατάπαυσίν σου σὺ καὶ ἡ κιβωτὸς τη̃ς ἰσχύος σου οἱ ἱερει̃ς σου κύριε ὁ θεός ἐνδύσαιντο σωτηρίαν καὶ οἱ υἱοί σου εὐφρανθήτωσαν ἐν ἀγαθοι̃ς
42 κύριε ὁ θεός μὴ ἀποστρέψη̨ς τὸ πρόσωπον του̃ χριστου̃ σου μνήσθητι τὰ ἐλέη Δαυιδ του̃ δούλου σου

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β, κεφαλίς 7

1 καὶ ὡς συνετέλεσεν Σαλωμων προσευχόμενος καὶ τὸ πυ̃ρ κατέβη ἐκ του̃ οὐρανου̃ καὶ κατέφαγεν τὰ ὁλοκαυτώματα καὶ τὰς θυσίας καὶ δόξα κυρίου ἔπλησεν τὸν οἰ̃κον
2 καὶ οὐκ ἠδύναντο οἱ ἱερει̃ς εἰσελθει̃ν εἰς τὸν οἰ̃κον κυρίου ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ὅτι ἔπλησεν δόξα κυρίου τὸν οἰ̃κον
3 καὶ πάντες οἱ υἱοὶ Ισραηλ ἑώρων καταβαι̃νον τὸ πυ̃ρ καὶ ἡ δόξα κυρίου ἐπὶ τὸν οἰ̃κον καὶ ἔπεσον ἐπὶ πρόσωπον ἐπὶ τὴν γη̃ν ἐπὶ τὸ λιθόστρωτον καὶ προσεκύνησαν καὶ ἤ̨νουν τω̨̃ κυρίω̨ ὅτι ἀγαθόν ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃
4 καὶ ὁ βασιλεὺς καὶ πα̃ς ὁ λαὸς θύοντες θύματα ἔναντι κυρίου
5 καὶ ἐθυσίασεν Σαλωμων τὴν θυσίαν μόσχων εἴκοσι καὶ δύο χιλιάδας καὶ βοσκημάτων ἑκατὸν καὶ εἴκοσι χιλιάδας καὶ ἐνεκαίνισεν τὸν οἰ̃κον του̃ θεου̃ ὁ βασιλεὺς καὶ πα̃ς ὁ λαός
6 καὶ οἱ ἱερει̃ς ἐπὶ τὰς φυλακὰς αὐτω̃ν ἑστηκότες καὶ οἱ Λευι̃ται ἐν ὀργάνοις ὠ̨δω̃ν κυρίου του̃ Δαυιδ του̃ βασιλέως του̃ ἐξομολογει̃σθαι ἔναντι κυρίου ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃ ἐν ὕμνοις Δαυιδ διὰ χειρὸς αὐτω̃ν καὶ οἱ ἱερει̃ς σαλπίζοντες ται̃ς σάλπιγξιν ἐναντίον αὐτω̃ν καὶ πα̃ς Ισραηλ ἑστηκώς
7 καὶ ἡγίασεν Σαλωμων τὸ μέσον τη̃ς αὐλη̃ς τη̃ς ἐν οἴκω̨ κυρίου ὅτι ἐποίησεν ἐκει̃ τὰ ὁλοκαυτώματα καὶ τὰ στέατα τω̃ν σωτηρίων ὅτι τὸ θυσιαστήριον τὸ χαλκου̃ν ὃ ἐποίησεν Σαλωμων οὐκ ἐξεποίει δέξασθαι τὰ ὁλοκαυτώματα καὶ τὰ μαναα καὶ τὰ στέατα
8 καὶ ἐποίησεν Σαλωμων τὴν ἑορτὴν ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἑπτὰ ἡμέραις καὶ πα̃ς Ισραηλ μετ' αὐτου̃ ἐκκλησία μεγάλη σφόδρα ἀπὸ εἰσόδου Αιμαθ καὶ ἕως χειμάρρου Αἰγύπτου
9 καὶ ἐποίησεν ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ ἐξόδιον ὅτι ἐγκαινισμὸν του̃ θυσιαστηρίου ἐποίησεν ἑπτὰ ἡμέρας ἑορτήν
10 καὶ ἐν τη̨̃ τρίτη̨ καὶ εἰκοστη̨̃ του̃ μηνὸς του̃ ἑβδόμου ἀπέστειλεν τὸν λαὸν εἰς τὰ σκηνώματα αὐτω̃ν εὐφραινομένους καὶ ἀγαθη̨̃ καρδία̨ ἐπὶ τοι̃ς ἀγαθοι̃ς οἱ̃ς ἐποίησεν κύριος τω̨̃ Δαυιδ καὶ τω̨̃ Σαλωμων καὶ τω̨̃ Ισραηλ λαω̨̃ αὐτου̃
11 καὶ συνετέλεσεν Σαλωμων τὸν οἰ̃κον κυρίου καὶ τὸν οἰ̃κον του̃ βασιλέως καὶ πάντα ὅσα ἠθέλησεν ἐν τη̨̃ ψυχη̨̃ Σαλωμων του̃ ποιη̃σαι ἐν οἴκω̨ κυρίου καὶ ἐν οἴκω̨ αὐτου̃ εὐοδώθη
12 καὶ ὤφθη ὁ θεὸς τω̨̃ Σαλωμων τὴν νύκτα καὶ εἰ̃πεν αὐτω̨̃ ἤκουσα τη̃ς προσευχη̃ς σου καὶ ἐξελεξάμην ἐν τω̨̃ τόπω̨ τούτω̨ ἐμαυτω̨̃ εἰς οἰ̃κον θυσίας
13 ἐὰν συσχω̃ τὸν οὐρανὸν καὶ μὴ γένηται ὑετός καὶ ἐὰν ἐντείλωμαι τη̨̃ ἀκρίδι καταφαγει̃ν τὸ ξύλον καὶ ἐὰν ἀποστείλω θάνατον ἐν τω̨̃ λαω̨̃ μου
14 καὶ ἐὰν ἐντραπη̨̃ ὁ λαός μου ἐφ' οὓς τὸ ὄνομά μου ἐπικέκληται ἐπ' αὐτούς καὶ προσεύξωνται καὶ ζητήσωσιν τὸ πρόσωπόν μου καὶ ἀποστρέψωσιν ἀπὸ τω̃ν ὁδω̃ν αὐτω̃ν τω̃ν πονηρω̃ν καὶ ἐγὼ εἰσακούσομαι ἐκ του̃ οὐρανου̃ καὶ ἵλεως ἔσομαι ται̃ς ἁμαρτίαις αὐτω̃ν καὶ ἰάσομαι τὴν γη̃ν αὐτω̃ν
15 νυ̃ν οἱ ὀφθαλμοί μου ἔσονται ἀνεω̨γμένοι καὶ τὰ ὠ̃τά μου ἐπήκοα τη̨̃ προσευχη̨̃ του̃ τόπου τούτου
16 καὶ νυ̃ν ἐξελεξάμην καὶ ἡγίακα τὸν οἰ̃κον του̃τον του̃ εἰ̃ναι ὄνομά μου ἐκει̃ ἕως αἰω̃νος καὶ ἔσονται οἱ ὀφθαλμοί μου καὶ ἡ καρδία μου ἐκει̃ πάσας τὰς ἡμέρας
17 καὶ σὺ ἐὰν πορευθη̨̃ς ἐναντίον μου ὡς Δαυιδ ὁ πατήρ σου καὶ ποιήση̨ς κατὰ πάντα ἃ ἐνετειλάμην σοι καὶ τὰ προστάγματά μου καὶ τὰ κρίματά μου φυλάξη̨
18 καὶ ἀναστήσω τὸν θρόνον τη̃ς βασιλείας σου ὡς διεθέμην Δαυιδ τω̨̃ πατρί σου λέγων οὐκ ἐξαρθήσεταί σοι ἀνὴρ ἡγούμενος ἐν Ισραηλ
19 καὶ ἐὰν ἀποστρέψητε ὑμει̃ς καὶ ἐγκαταλίπητε τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου ἃς ἔδωκα ἐναντίον ὑμω̃ν καὶ πορευθη̃τε καὶ λατρεύσητε θεοι̃ς ἑτέροις καὶ προσκυνήσητε αὐτοι̃ς
20 καὶ ἐξαρω̃ ὑμα̃ς ἀπὸ τη̃ς γη̃ς ἡ̃ς ἔδωκα αὐτοι̃ς καὶ τὸν οἰ̃κον του̃τον ὃν ἡγίασα τω̨̃ ὀνόματί μου ἀποστρέψω ἐκ προσώπου μου καὶ δώσω αὐτὸν εἰς παραβολὴν καὶ εἰς διήγημα ἐν πα̃σιν τοι̃ς ἔθνεσιν
21 καὶ ὁ οἰ̃κος οὑ̃τος ὁ ὑψηλός πα̃ς ὁ διαπορευόμενος αὐτὸν ἐκστήσεται καὶ ἐρει̃ χάριν τίνος ἐποίησεν κύριος τη̨̃ γη̨̃ ταύτη̨ καὶ τω̨̃ οἴκω̨ τούτω̨
22 καὶ ἐρου̃σιν διότι ἐγκατέλιπον κύριον τὸν θεὸν τω̃ν πατέρων αὐτω̃ν τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου καὶ ἀντελάβοντο θεω̃ν ἑτέρων καὶ προσεκύνησαν αὐτοι̃ς καὶ ἐδούλευσαν αὐτοι̃ς διὰ του̃το ἐπήγαγεν ἐπ' αὐτοὺς πα̃σαν τὴν κακίαν ταύτην

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β, κεφαλίς 8

1 καὶ ἐγένετο μετὰ εἴκοσι ἔτη ἐν οἱ̃ς ὠ̨κοδόμησεν Σαλωμων τὸν οἰ̃κον κυρίου καὶ τὸν οἰ̃κον ἑαυτου̃
2 καὶ τὰς πόλεις ἃς ἔδωκεν Χιραμ τω̨̃ Σαλωμων ὠ̨κοδόμησεν αὐτὰς Σαλωμων καὶ κατώ̨κισεν ἐκει̃ τοὺς υἱοὺς Ισραηλ
3 καὶ ἠ̃λθεν Σαλωμων εἰς Αιμαθ Σωβα καὶ κατίσχυσεν αὐτήν
4 καὶ ὠ̨κοδόμησεν τὴν Θεδμορ ἐν τη̨̃ ἐρήμω̨ καὶ πάσας τὰς πόλεις τὰς ὀχυράς ἃς ὠ̨κοδόμησεν ἐν Ημαθ
5 καὶ ὠ̨κοδόμησεν τὴν Βαιθωρων τὴν ἄνω καὶ τὴν Βαιθωρων τὴν κάτω πόλεις ὀχυράς τείχη πύλαι καὶ μοχλοί
6 καὶ τὴν Βααλαθ καὶ πάσας τὰς πόλεις τὰς ὀχυράς αἳ ἠ̃σαν τω̨̃ Σαλωμων καὶ πάσας τὰς πόλεις τω̃ν ἁρμάτων καὶ τὰς πόλεις τω̃ν ἱππέων καὶ ὅσα ἐπεθύμησεν Σαλωμων κατὰ τὴν ἐπιθυμίαν του̃ οἰκοδομη̃σαι ἐν Ιερουσαλημ καὶ ἐν τω̨̃ Λιβάνω̨ καὶ ἐν πάση̨ τη̨̃ βασιλεία̨ αὐτου̃
7 πα̃ς ὁ λαὸς ὁ καταλειφθεὶς ἀπὸ του̃ Χετταίου καὶ του̃ Αμορραίου καὶ του̃ Φερεζαίου καὶ του̃ Ευαίου καὶ του̃ Ιεβουσαίου οἳ οὔκ εἰσιν ἐκ του̃ Ισραηλ
8 ἠ̃σαν ἐκ τω̃ν υἱω̃ν αὐτω̃ν τω̃ν καταλειφθέντων μετ' αὐτοὺς ἐν τη̨̃ γη̨̃ οὓς οὐκ ἐξωλέθρευσαν οἱ υἱοὶ Ισραηλ καὶ ἀνήγαγεν αὐτοὺς Σαλωμων εἰς φόρον ἕως τη̃ς ἡμέρας ταύτης
9 καὶ ἐκ τω̃ν υἱω̃ν Ισραηλ οὐκ ἔδωκεν Σαλωμων εἰς παι̃δας τη̨̃ βασιλεία̨ αὐτου̃ ὅτι αὐτοὶ ἄνδρες πολεμισταὶ καὶ ἄρχοντες καὶ δυνατοὶ καὶ ἄρχοντες ἁρμάτων καὶ ἱππέων
10 καὶ οὑ̃τοι ἄρχοντες τω̃ν προστατω̃ν βασιλέως Σαλωμων πεντήκοντα καὶ διακόσιοι ἐργοδιωκτου̃ντες ἐν τω̨̃ λαω̨̃
11 καὶ τὴν θυγατέρα Φαραω Σαλωμων ἀνήγαγεν ἐκ πόλεως Δαυιδ εἰς τὸν οἰ̃κον ὃν ὠ̨κοδόμησεν αὐτη̨̃ ὅτι εἰ̃πεν οὐ κατοικήσει ἡ γυνή μου ἐν πόλει Δαυιδ του̃ βασιλέως Ισραηλ ὅτι ἅγιός ἐστιν οὑ̃ εἰση̃λθεν ἐκει̃ κιβωτὸς κυρίου
12 τότε ἀνήνεγκεν Σαλωμων ὁλοκαυτώματα τω̨̃ κυρίω̨ ἐπὶ τὸ θυσιαστήριον ὃ ὠ̨κοδόμησεν ἀπέναντι του̃ ναου̃
13 καὶ κατὰ τὸν λόγον ἡμέρας ἐν ἡμέρα̨ του̃ ἀναφέρειν κατὰ τὰς ἐντολὰς Μωυση̃ ἐν τοι̃ς σαββάτοις καὶ ἐν τοι̃ς μησὶν καὶ ἐν ται̃ς ἑορται̃ς τρει̃ς καιροὺς του̃ ἐνιαυτου̃ ἐν τη̨̃ ἑορτη̨̃ τω̃ν ἀζύμων καὶ ἐν τη̨̃ ἑορτη̨̃ τω̃ν ἑβδομάδων καὶ ἐν τη̨̃ ἑορτη̨̃ τω̃ν σκηνω̃ν
14 καὶ ἔστησεν κατὰ τὴν κρίσιν Δαυιδ τὰς διαιρέσεις τω̃ν ἱερέων κατὰ τὰς λειτουργίας αὐτω̃ν καὶ οἱ Λευι̃ται ἐπὶ τὰς φυλακὰς αὐτω̃ν του̃ αἰνει̃ν καὶ λειτουργει̃ν κατέναντι τω̃ν ἱερέων κατὰ τὸν λόγον ἡμέρας ἐν τη̨̃ ἡμέρα̨ καὶ οἱ πυλωροὶ κατὰ τὰς διαιρέσεις αὐτω̃ν εἰς πύλην καὶ πύλην ὅτι οὕτως ἐντολαὶ Δαυιδ ἀνθρώπου του̃ θεου̃
15 οὐ παρη̃λθον τὰς ἐντολὰς του̃ βασιλέως περὶ τω̃ν ἱερέων καὶ τω̃ν Λευιτω̃ν εἰς πάντα λόγον καὶ εἰς τοὺς θησαυρούς
16 καὶ ἡτοιμάσθη πα̃σα ἡ ἐργασία ἀφ' ἡ̃ς ἡμέρας ἐθεμελιώθη ἕως οὑ̃ ἐτελείωσεν Σαλωμων τὸν οἰ̃κον κυρίου
17 τότε ὤ̨χετο Σαλωμων εἰς Γασιωνγαβερ καὶ εἰς τὴν Αιλαθ τὴν παραθαλασσίαν ἐν γη̨̃ Ιδουμαία̨
18 καὶ ἀπέστειλεν Χιραμ ἐν χειρὶ παίδων αὐτου̃ πλοι̃α καὶ παι̃δας εἰδότας θάλασσαν καὶ ὤ̨χοντο μετὰ τω̃ν παίδων Σαλωμων εἰς Σωφιρα καὶ ἔλαβον ἐκει̃θεν τετρακόσια καὶ πεντήκοντα τάλαντα χρυσίου καὶ ἠ̃λθον πρὸς τὸν βασιλέα Σαλωμων

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β, κεφαλίς 9

1 καὶ βασίλισσα Σαβα ἤκουσεν τὸ ὄνομα Σαλωμων καὶ ἠ̃λθεν του̃ πειράσαι Σαλωμων ἐν αἰνίγμασιν εἰς Ιερουσαλημ ἐν δυνάμει βαρεία̨ σφόδρα καὶ κάμηλοι αἴρουσαι ἀρώματα καὶ χρυσίον εἰς πλη̃θος καὶ λίθον τίμιον καὶ ἠ̃λθεν πρὸς Σαλωμων καὶ ἐλάλησεν πρὸς αὐτὸν πάντα ὅσα ἐν τη̨̃ ψυχη̨̃ αὐτη̃ς
2 καὶ ἀνήγγειλεν αὐτη̨̃ Σαλωμων πάντας τοὺς λόγους αὐτη̃ς καὶ οὐ παρη̃λθεν λόγος ἀπὸ Σαλωμων ὃν οὐκ ἀπήγγειλεν αὐτη̨̃
3 καὶ εἰ̃δεν βασίλισσα Σαβα τὴν σοφίαν Σαλωμων καὶ τὸν οἰ̃κον ὃν ὠ̨κοδόμησεν
4 καὶ τὰ βρώματα τω̃ν τραπεζω̃ν καὶ καθέδραν παίδων αὐτου̃ καὶ στάσιν λειτουργω̃ν αὐτου̃ καὶ ἱματισμὸν αὐτω̃ν καὶ οἰνοχόους αὐτου̃ καὶ στολισμὸν αὐτω̃ν καὶ τὰ ὁλοκαυτώματα ἃ ἀνέφερεν ἐν οἴκω̨ κυρίου καὶ ἐξ ἑαυτη̃ς ἐγένετο
5 καὶ εἰ̃πεν πρὸς τὸν βασιλέα ἀληθινὸς ὁ λόγος ὃν ἤκουσα ἐν τη̨̃ γη̨̃ μου περὶ τω̃ν λόγων σου καὶ περὶ τη̃ς σοφίας σου
6 καὶ οὐκ ἐπίστευσα τοι̃ς λόγοις ἕως οὑ̃ ἠ̃λθον καὶ εἰ̃δον οἱ ὀφθαλμοί μου καὶ ἰδοὺ οὐκ ἀπηγγέλη μοι ἥμισυ του̃ πλήθους τη̃ς σοφίας σου προσέθηκας ἐπὶ τὴν ἀκοήν ἣν ἤκουσα
7 μακάριοι οἱ ἄνδρες μακάριοι οἱ παι̃δές σου οὑ̃τοι οἱ παρεστηκότες σοι διὰ παντὸς καὶ ἀκούουσιν σοφίαν σου
8 ἔστω κύριος ὁ θεός σου ηὐλογημένος ὃς ἠθέλησέν σοι του̃ δου̃ναί σε ἐπὶ θρόνον αὐτου̃ εἰς βασιλέα τω̨̃ κυρίω̨ θεω̨̃ σου ἐν τω̨̃ ἀγαπη̃σαι κύριον τὸν θεόν σου τὸν Ισραηλ του̃ στη̃σαι αὐτὸν εἰς αἰω̃να καὶ ἔδωκέν σε ἐπ' αὐτοὺς εἰς βασιλέα του̃ ποιη̃σαι κρίμα καὶ δικαιοσύνην
9 καὶ ἔδωκεν τω̨̃ βασιλει̃ ἑκατὸν εἴκοσι τάλαντα χρυσίου καὶ ἀρώματα εἰς πλη̃θος πολὺ καὶ λίθον τίμιον καὶ οὐκ ἠ̃ν κατὰ τὰ ἀρώματα ἐκει̃να ἃ ἔδωκεν βασίλισσα Σαβα τω̨̃ βασιλει̃ Σαλωμων
10 καὶ οἱ παι̃δες Σαλωμων καὶ οἱ παι̃δες Χιραμ ἔφερον χρυσίον τω̨̃ Σαλωμων ἐκ Σουφιρ καὶ ξύλα πεύκινα καὶ λίθον τίμιον
11 καὶ ἐποίησεν ὁ βασιλεὺς τὰ ξύλα τὰ πεύκινα ἀναβάσεις τω̨̃ οἴκω̨ κυρίου καὶ τω̨̃ οἴκω̨ του̃ βασιλέως καὶ κιθάρας καὶ νάβλας τοι̃ς ὠ̨δοι̃ς καὶ οὐκ ὤφθησαν τοιαυ̃τα ἔμπροσθεν ἐν γη̨̃ Ιουδα
12 καὶ ὁ βασιλεὺς Σαλωμων ἔδωκεν τη̨̃ βασιλίσση̨ Σαβα πάντα τὰ θελήματα αὐτη̃ς ἃ ἤ̨τησεν ἐκτὸς πάντων ὡ̃ν ἤνεγκεν τω̨̃ βασιλει̃ Σαλωμων καὶ ἀπέστρεψεν εἰς τὴν γη̃ν αὐτη̃ς
13 καὶ ἠ̃ν ὁ σταθμὸς του̃ χρυσίου του̃ ἐνεχθέντος τω̨̃ Σαλωμων ἐν ἐνιαυτω̨̃ ἑνὶ ἑξακόσια ἑξήκοντα ἓξ τάλαντα χρυσίου
14 πλὴν τω̃ν ἀνδρω̃ν τω̃ν ὑποτεταγμένων καὶ τω̃ν ἐμπορευομένων ὡ̃ν ἔφερον καὶ πάντων τω̃ν βασιλέων τη̃ς 'Αραβίας καὶ σατραπω̃ν τη̃ς γη̃ς ἔφερον χρυσίον καὶ ἀργύριον τω̨̃ βασιλει̃ Σαλωμων
15 καὶ ἐποίησεν ὁ βασιλεὺς Σαλωμων διακοσίους θυρεοὺς χρυσου̃ς ἐλατούς ἑξακόσιοι χρυσοι̃ καθαροὶ τω̨̃ ἑνὶ θυρεω̨̃ ἑξακόσιοι χρυσοι̃ ἐπη̃σαν ἐπὶ τὸν ἕνα θυρεόν
16 καὶ τριακοσίας ἀσπίδας ἐλατὰς χρυσα̃ς τριακοσίων χρυσω̃ν ἀνεφέρετο ἐπὶ τὴν ἀσπίδα ἑκάστην καὶ ἔδωκεν αὐτὰς ὁ βασιλεὺς ἐν οἴκω̨ δρυμου̃ του̃ Λιβάνου
17 καὶ ἐποίησεν ὁ βασιλεὺς θρόνον ἐλεφάντινον ὀδόντων μέγαν καὶ κατεχρύσωσεν αὐτὸν χρυσίω̨ δοκίμω̨
18 καὶ ἓξ ἀναβαθμοὶ τω̨̃ θρόνω̨ ἐνδεδεμένοι χρυσίω̨ καὶ ἀγκω̃νες ἔνθεν καὶ ἔνθεν ἐπὶ του̃ θρόνου τη̃ς καθέδρας καὶ δύο λέοντες ἑστηκότες παρὰ τοὺς ἀγκω̃νας
19 καὶ δώδεκα λέοντες ἑστηκότες ἐκει̃ ἐπὶ τω̃ν ἓξ ἀναβαθμω̃ν ἔνθεν καὶ ἔνθεν οὐκ ἐγενήθη οὕτως ἐν πάση̨ βασιλεία̨
20 καὶ πάντα τὰ σκεύη του̃ βασιλέως Σαλωμων χρυσίου καὶ πάντα τὰ σκεύη οἴκου δρυμου̃ του̃ Λιβάνου χρυσίω̨ κατειλημμένα οὐκ ἠ̃ν ἀργύριον λογιζόμενον ἐν ἡμέραις Σαλωμων εἰς οὐθέν
21 ὅτι ναυ̃ς τω̨̃ βασιλει̃ ἐπορεύετο εἰς Θαρσις μετὰ τω̃ν παίδων Χιραμ ἅπαξ διὰ τριω̃ν ἐτω̃ν ἤρχετο πλοι̃α ἐκ Θαρσις τω̨̃ βασιλει̃ γέμοντα χρυσίου καὶ ἀργυρίου καὶ ὀδόντων ἐλεφαντίνων καὶ πιθήκων
22 καὶ ἐμεγαλύνθη Σαλωμων ὑπὲρ πάντας τοὺς βασιλει̃ς καὶ πλούτω̨ καὶ σοφία̨
23 καὶ πάντες οἱ βασιλει̃ς τη̃ς γη̃ς ἐζήτουν τὸ πρόσωπον Σαλωμων ἀκου̃σαι τη̃ς σοφίας αὐτου̃ ἡ̃ς ἔδωκεν ὁ θεὸς ἐν καρδία̨ αὐτου̃
24 καὶ αὐτοὶ ἔφερον ἕκαστος τὰ δω̃ρα αὐτου̃ σκεύη ἀργυρα̃ καὶ σκεύη χρυσα̃ καὶ ἱματισμόν στακτὴν καὶ ἡδύσματα ἵππους καὶ ἡμιόνους τὸ κατ' ἐνιαυτὸν ἐνιαυτόν
25 καὶ ἠ̃σαν τω̨̃ Σαλωμων τέσσαρες χιλιάδες θήλειαι ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων καὶ ἔθετο αὐτοὺς ἐν πόλεσιν τω̃ν ἁρμάτων καὶ μετὰ του̃ βασιλέως ἐν Ιερουσαλημ
26 καὶ ἠ̃ν ἡγούμενος πάντων τω̃ν βασιλέων ἀπὸ του̃ ποταμου̃ καὶ ἕως γη̃ς ἀλλοφύλων καὶ ἕως ὁρίου Αἰγύπτου
27 καὶ ἔδωκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ιερουσαλημ ὡς λίθους καὶ τὰς κέδρους ὡς συκαμίνους τὰς ἐν τη̨̃ πεδινη̨̃ εἰς πλη̃θος
28 καὶ ἡ ἔξοδος τω̃ν ἵππων ἐξ Αἰγύπτου τω̨̃ Σαλωμων καὶ ἐκ πάσης τη̃ς γη̃ς
29 καὶ οἱ κατάλοιποι λόγοι Σαλωμων οἱ πρω̃τοι καὶ οἱ ἔσχατοι ἰδοὺ γεγραμμένοι ἐπὶ τω̃ν λόγων Ναθαν του̃ προφήτου καὶ ἐπὶ τω̃ν λόγων Αχια του̃ Σηλωνίτου καὶ ἐν ται̃ς ὁράσεσιν Ιωηλ του̃ ὁρω̃ντος περὶ Ιεροβοαμ υἱου̃ Ναβατ
30 καὶ ἐβασίλευσεν Σαλωμων ὁ βασιλεὺς ἐπὶ πάντα Ισραηλ τεσσαράκοντα ἔτη
31 καὶ ἐκοιμήθη Σαλωμων καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυιδ του̃ πατρὸς αὐτου̃ καὶ ἐβασίλευσεν Ροβοαμ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.