1 καὶ ἐγένετο ὡς ἐγήρασεν Σαμουηλ καὶ κατέστησεν τοὺς υἱοὺς αὐτου̃ δικαστὰς τω̨̃ Ισραηλ |
2 καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν υἱω̃ν αὐτου̃ πρωτότοκος Ιωηλ καὶ ὄνομα του̃ δευτέρου Αβια δικασταὶ ἐν Βηρσαβεε |
3 καὶ οὐκ ἐπορεύθησαν οἱ υἱοὶ αὐτου̃ ἐν ὁδω̨̃ αὐτου̃ καὶ ἐξέκλιναν ὀπίσω τη̃ς συντελείας καὶ ἐλάμβανον δω̃ρα καὶ ἐξέκλινον δικαιώματα |
4 καὶ συναθροίζονται ἄνδρες Ισραηλ καὶ παραγίνονται εἰς Αρμαθαιμ πρὸς Σαμουηλ |
5 καὶ εἰ̃παν αὐτω̨̃ ἰδοὺ σὺ γεγήρακας καὶ οἱ υἱοί σου οὐ πορεύονται ἐν τη̨̃ ὁδω̨̃ σου καὶ νυ̃ν κατάστησον ἐφ' ἡμα̃ς βασιλέα δικάζειν ἡμα̃ς καθὰ καὶ τὰ λοιπὰ ἔθνη |
6 καὶ ἠ̃ν πονηρὸν τὸ ῥη̃μα ἐν ὀφθαλμοι̃ς Σαμουηλ ὡς εἰ̃παν δὸς ἡμι̃ν βασιλέα δικάζειν ἡμα̃ς καὶ προσηύξατο Σαμουηλ πρὸς κύριον |
7 καὶ εἰ̃πεν κύριος πρὸς Σαμουηλ ἄκουε τη̃ς φωνη̃ς του̃ λαου̃ καθὰ ἂν λαλήσωσίν σοι ὅτι οὐ σὲ ἐξουθενήκασιν ἀλλ' ἢ ἐμὲ ἐξουδενώκασιν του̃ μὴ βασιλεύειν ἐπ' αὐτω̃ν |
8 κατὰ πάντα τὰ ποιήματα ἃ ἐποίησάν μοι ἀφ' ἡ̃ς ἡμέρας ἀνήγαγον αὐτοὺς ἐξ Αἰγύπτου ἕως τη̃ς ἡμέρας ταύτης καὶ ἐγκατέλιπόν με καὶ ἐδούλευον θεοι̃ς ἑτέροις οὕτως αὐτοὶ ποιου̃σιν καὶ σοί |
9 καὶ νυ̃ν ἄκουε τη̃ς φωνη̃ς αὐτω̃ν πλὴν ὅτι διαμαρτυρόμενος διαμαρτύρη̨ αὐτοι̃ς καὶ ἀπαγγελει̃ς αὐτοι̃ς τὸ δικαίωμα του̃ βασιλέως ὃς βασιλεύσει ἐπ' αὐτούς |
10 καὶ εἰ̃πεν Σαμουηλ πα̃ν τὸ ῥη̃μα κυρίου πρὸς τὸν λαὸν τοὺς αἰτου̃ντας παρ' αὐτου̃ βασιλέα |
11 καὶ εἰ̃πεν του̃το ἔσται τὸ δικαίωμα του̃ βασιλέως ὃς βασιλεύσει ἐφ' ὑμα̃ς τοὺς υἱοὺς ὑμω̃ν λήμψεται καὶ θήσεται αὐτοὺς ἐν ἅρμασιν αὐτου̃ καὶ ἱππευ̃σιν αὐτου̃ καὶ προτρέχοντας τω̃ν ἁρμάτων αὐτου̃ |
12 καὶ θέσθαι αὐτοὺς ἑαυτω̨̃ χιλιάρχους καὶ ἑκατοντάρχους καὶ θερίζειν θερισμὸν αὐτου̃ καὶ τρυγα̃ν τρυγητὸν αὐτου̃ καὶ ποιει̃ν σκεύη πολεμικὰ αὐτου̃ καὶ σκεύη ἁρμάτων αὐτου̃ |
13 καὶ τὰς θυγατέρας ὑμω̃ν λήμψεται εἰς μυρεψοὺς καὶ εἰς μαγειρίσσας καὶ εἰς πεσσούσας |
14 καὶ τοὺς ἀγροὺς ὑμω̃ν καὶ τοὺς ἀμπελω̃νας ὑμω̃ν καὶ τοὺς ἐλαιω̃νας ὑμω̃ν τοὺς ἀγαθοὺς λήμψεται καὶ δώσει τοι̃ς δούλοις αὐτου̃ |
15 καὶ τὰ σπέρματα ὑμω̃ν καὶ τοὺς ἀμπελω̃νας ὑμω̃ν ἀποδεκατώσει καὶ δώσει τοι̃ς εὐνούχοις αὐτου̃ καὶ τοι̃ς δούλοις αὐτου̃ |
16 καὶ τοὺς δούλους ὑμω̃ν καὶ τὰς δούλας ὑμω̃ν καὶ τὰ βουκόλια ὑμω̃ν τὰ ἀγαθὰ καὶ τοὺς ὄνους ὑμω̃ν λήμψεται καὶ ἀποδεκατώσει εἰς τὰ ἔργα αὐτου̃ |
17 καὶ τὰ ποίμνια ὑμω̃ν ἀποδεκατώσει καὶ ὑμει̃ς ἔσεσθε αὐτω̨̃ δου̃λοι |
18 καὶ βοήσεσθε ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐκ προσώπου βασιλέως ὑμω̃ν οὑ̃ ἐξελέξασθε ἑαυτοι̃ς καὶ οὐκ ἐπακούσεται κύριος ὑμω̃ν ἐν ται̃ς ἡμέραις ἐκείναις ὅτι ὑμει̃ς ἐξελέξασθε ἑαυτοι̃ς βασιλέα |
19 καὶ οὐκ ἠβούλετο ὁ λαὸς ἀκου̃σαι του̃ Σαμουηλ καὶ εἰ̃παν αὐτω̨̃ οὐχί ἀλλ' ἢ βασιλεὺς ἔσται ἐφ' ἡμα̃ς |
20 καὶ ἐσόμεθα καὶ ἡμει̃ς κατὰ πάντα τὰ ἔθνη καὶ δικάσει ἡμα̃ς βασιλεὺς ἡμω̃ν καὶ ἐξελεύσεται ἔμπροσθεν ἡμω̃ν καὶ πολεμήσει τὸν πόλεμον ἡμω̃ν |
21 καὶ ἤκουσεν Σαμουηλ πάντας τοὺς λόγους του̃ λαου̃ καὶ ἐλάλησεν αὐτοὺς εἰς τὰ ὠ̃τα κυρίου |
22 καὶ εἰ̃πεν κύριος πρὸς Σαμουηλ ἄκουε τη̃ς φωνη̃ς αὐτω̃ν καὶ βασίλευσον αὐτοι̃ς βασιλέα καὶ εἰ̃πεν Σαμουηλ πρὸς ἄνδρας Ισραηλ ἀποτρεχέτω ἕκαστος εἰς τὴν πόλιν αὐτου̃ |