Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΒΑΣΙΛΕΙΩΝ Α, κεφαλίς 28

καὶ ἐγενήθη ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι ἐν ται̃ς παρεμβολαι̃ς αὐτω̃ν ἐξελθει̃ν πολεμει̃ν μετὰ Ισραηλ καὶ εἰ̃πεν Αγχους πρὸς Δαυιδ γινώσκων γνώσει ὅτι μετ' ἐμου̃ ἐξελεύσει εἰς πόλεμον σὺ καὶ οἱ ἄνδρες σου
καὶ εἰ̃πεν Δαυιδ πρὸς Αγχους οὕτω νυ̃ν γνώσει ἃ ποιήσει ὁ δου̃λός σου καὶ εἰ̃πεν Αγχους πρὸς Δαυιδ οὕτως ἀρχισωματοφύλακα θήσομαί σε πάσας τὰς ἡμέρας
καὶ Σαμουηλ ἀπέθανεν καὶ ἐκόψαντο αὐτὸν πα̃ς Ισραηλ καὶ θάπτουσιν αὐτὸν ἐν Αρμαθαιμ ἐν πόλει αὐτου̃ καὶ Σαουλ περιει̃λεν τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τη̃ς γη̃ς
καὶ συναθροίζονται οἱ ἀλλόφυλοι καὶ ἔρχονται καὶ παρεμβάλλουσιν εἰς Σωμαν καὶ συναθροίζει Σαουλ πάντα ἄνδρα Ισραηλ καὶ παρεμβάλλουσιν εἰς Γελβουε
καὶ εἰ̃δεν Σαουλ τὴν παρεμβολὴν τω̃ν ἀλλοφύλων καὶ ἐφοβήθη καὶ ἐξέστη ἡ καρδία αὐτου̃ σφόδρα
καὶ ἐπηρώτησεν Σαουλ διὰ κυρίου καὶ οὐκ ἀπεκρίθη αὐτω̨̃ κύριος ἐν τοι̃ς ἐνυπνίοις καὶ ἐν τοι̃ς δήλοις καὶ ἐν τοι̃ς προφήταις
καὶ εἰ̃πεν Σαουλ τοι̃ς παισὶν αὐτου̃ ζητήσατέ μοι γυναι̃κα ἐγγαστρίμυθον καὶ πορεύσομαι πρὸς αὐτὴν καὶ ζητήσω ἐν αὐτη̨̃ καὶ εἰ̃παν οἱ παι̃δες αὐτου̃ πρὸς αὐτόν ἰδοὺ γυνὴ ἐγγαστρίμυθος ἐν Αενδωρ
καὶ συνεκαλύψατο Σαουλ καὶ περιεβάλετο ἱμάτια ἕτερα καὶ πορεύεται αὐτὸς καὶ δύο ἄνδρες μετ' αὐτου̃ καὶ ἔρχονται πρὸς τὴν γυναι̃κα νυκτὸς καὶ εἰ̃πεν αὐτη̨̃ μάντευσαι δή μοι ἐν τω̨̃ ἐγγαστριμύθω̨ καὶ ἀνάγαγέ μοι ὃν ἐὰν εἴπω σοι
καὶ εἰ̃πεν ἡ γυνὴ πρὸς αὐτόν ἰδοὺ δὴ σὺ οἰ̃δας ὅσα ἐποίησεν Σαουλ ὡς ἐξωλέθρευσεν τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τη̃ς γη̃ς καὶ ἵνα τί σὺ παγιδεύεις τὴν ψυχήν μου θανατω̃σαι αὐτήν
10 καὶ ὤμοσεν αὐτη̨̃ Σαουλ λέγων ζη̨̃ κύριος εἰ ἀπαντήσεταί σοι ἀδικία ἐν τω̨̃ λόγω̨ τούτω̨
11 καὶ εἰ̃πεν ἡ γυνή τίνα ἀναγάγω σοι καὶ εἰ̃πεν τὸν Σαμουηλ ἀνάγαγέ μοι
12 καὶ εἰ̃δεν ἡ γυνὴ τὸν Σαμουηλ καὶ ἀνεβόησεν φωνη̨̃ μεγάλη̨ καὶ εἰ̃πεν ἡ γυνὴ πρὸς Σαουλ ἵνα τί παρελογίσω με καὶ σὺ εἰ̃ Σαουλ
13 καὶ εἰ̃πεν αὐτη̨̃ ὁ βασιλεύς μὴ φοβου̃ εἰπὸν τίνα ἑόρακας καὶ εἰ̃πεν αὐτω̨̃ Θεοὺς ἑόρακα ἀναβαίνοντας ἐκ τη̃ς γη̃ς
14 καὶ εἰ̃πεν αὐτη̨̃ τί ἔγνως καὶ εἰ̃πεν αὐτω̨̃ ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τη̃ς γη̃ς καὶ οὑ̃τος διπλοΐδα ἀναβεβλημένος καὶ ἔγνω Σαουλ ὅτι Σαμουηλ οὑ̃τος καὶ ἔκυψεν ἐπὶ πρόσωπον αὐτου̃ ἐπὶ τὴν γη̃ν καὶ προσεκύνησεν αὐτω̨̃
15 καὶ εἰ̃πεν Σαμουηλ ἵνα τί παρηνώχλησάς μοι ἀναβη̃ναί με καὶ εἰ̃πεν Σαουλ θλίβομαι σφόδρα καὶ οἱ ἀλλόφυλοι πολεμου̃σιν ἐν ἐμοί καὶ ὁ θεὸς ἀφέστηκεν ἀπ' ἐμου̃ καὶ οὐκ ἐπακήκοέν μοι ἔτι καὶ ἐν χειρὶ τω̃ν προφητω̃ν καὶ ἐν τοι̃ς ἐνυπνίοις καὶ νυ̃ν κέκληκά σε γνωρίσαι μοι τί ποιήσω
16 καὶ εἰ̃πεν Σαμουηλ ἵνα τί ἐπερωτα̨̃ς με καὶ κύριος ἀφέστηκεν ἀπὸ σου̃ καὶ γέγονεν μετὰ του̃ πλησίον σου
17 καὶ πεποίηκεν κύριός σοι καθὼς ἐλάλησεν ἐν χειρί μου καὶ διαρρήξει κύριος τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσει αὐτὴν τω̨̃ πλησίον σου τω̨̃ Δαυιδ
18 διότι οὐκ ἤκουσας φωνη̃ς κυρίου καὶ οὐκ ἐποίησας θυμὸν ὀργη̃ς αὐτου̃ ἐν Αμαληκ διὰ του̃το τὸ ῥη̃μα ἐποίησεν κύριός σοι τη̨̃ ἡμέρα̨ ταύτη̨
19 καὶ παραδώσει κύριος τὸν Ισραηλ μετὰ σου̃ εἰς χει̃ρας ἀλλοφύλων καὶ αὔριον σὺ καὶ οἱ υἱοί σου μετὰ σου̃ πεσου̃νται καὶ τὴν παρεμβολὴν Ισραηλ δώσει κύριος εἰς χει̃ρας ἀλλοφύλων
20 καὶ ἔσπευσεν Σαουλ καὶ ἔπεσεν ἑστηκὼς ἐπὶ τὴν γη̃ν καὶ ἐφοβήθη σφόδρα ἀπὸ τω̃ν λόγων Σαμουηλ καὶ ἰσχὺς ἐν αὐτω̨̃ οὐκ ἠ̃ν ἔτι οὐ γὰρ ἔφαγεν ἄρτον ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα ἐκείνην
21 καὶ εἰση̃λθεν ἡ γυνὴ πρὸς Σαουλ καὶ εἰ̃δεν ὅτι ἔσπευσεν σφόδρα καὶ εἰ̃πεν πρὸς αὐτόν ἰδοὺ δὴ ἤκουσεν ἡ δούλη σου τη̃ς φωνη̃ς σου καὶ ἐθέμην τὴν ψυχήν μου ἐν τη̨̃ χειρί μου καὶ ἤκουσα τοὺς λόγους οὓς ἐλάλησάς μοι
22 καὶ νυ̃ν ἄκουσον δὴ φωνη̃ς τη̃ς δούλης σου καὶ παραθήσω ἐνώπιόν σου ψωμὸν ἄρτου καὶ φάγε καὶ ἔσται ἐν σοὶ ἰσχύς ὅτι πορεύση̨ ἐν ὁδω̨̃
23 καὶ οὐκ ἐβουλήθη φαγει̃ν καὶ παρεβιάζοντο αὐτὸν οἱ παι̃δες αὐτου̃ καὶ ἡ γυνή καὶ ἤκουσεν τη̃ς φωνη̃ς αὐτω̃ν καὶ ἀνέστη ἀπὸ τη̃ς γη̃ς καὶ ἐκάθισεν ἐπὶ τὸν δίφρον
24 καὶ τη̨̃ γυναικὶ ἠ̃ν δάμαλις νομὰς ἐν τη̨̃ οἰκία̨ καὶ ἔσπευσεν καὶ ἔθυσεν αὐτὴν καὶ ἔλαβεν ἄλευρα καὶ ἐφύρασεν καὶ ἔπεψεν ἄζυμα
25 καὶ προσήγαγεν ἐνώπιον Σαουλ καὶ ἐνώπιον τω̃ν παίδων αὐτου̃ καὶ ἔφαγον καὶ ἀνέστησαν καὶ ἀπη̃λθον τὴν νύκτα ἐκείνην
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.