1 οὐκ εἰμὶ ἐλεύθερος οὐκ εἰμὶ ἀπόστολος οὐχὶ ’Ιησου̃ν τòν κύριον ἡμω̃ν ἑώρακα οὐ τò ἔργον μου ὑμει̃ς ἐστε ἐν κυρίω̨ |
2 εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος ἀλλά γε ὑμι̃ν εἰμι ἡ γὰρ σφραγίς μου τη̃ς ἀποστολη̃ς ὑμει̃ς ἐστε ἐν κυρίω̨ |
3 ἡ ἐμὴ ἀπολογία τοι̃ς ἐμὲ ἀνακρίνουσίν ἐστιν αὕτη |
4 μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγει̃ν καὶ πει̃ν |
5 μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναι̃κα περιάγειν ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ του̃ κυρίου καὶ Κηφα̃ς |
6 ἢ μόνος ἐγὼ καὶ Βαρναβα̃ς οὐκ ἔχομεν ἐξουσίαν μὴ ἐργάζεσθαι |
7 τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ τίς φυτεύει ἀμπελω̃να καὶ τòν καρπòν αὐτου̃ οὐκ ἐσθίει ἢ τίς ποιμαίνει ποίμνην καὶ ἐκ του̃ γάλακτος τη̃ς ποίμνης οὐκ ἐσθίει |
8 μὴ κατὰ ἄνθρωπον ταυ̃τα λαλω̃ ἢ καὶ ὁ νόμος ταυ̃τα οὐ λέγει |
9 ἐν γὰρ τω̨̃ Μωϋσέως νόμω̨ γέγραπται οὐ κημώσεις βου̃ν ἀλοω̃ντα μὴ τω̃ν βοω̃ν μέλει τω̨̃ θεω̨̃ |
10 ἢ δι' ἡμα̃ς πάντως λέγει δι' ἡμα̃ς γὰρ ἐγράφη ὅτι ὀφείλει ἐπ' ἐλπίδι ὁ ἀροτριω̃ν ἀροτρια̃ν καὶ ὁ ἀλοω̃ν ἐπ' ἐλπίδι του̃ μετέχειν |
11 εἰ ἡμει̃ς ὑμι̃ν τὰ πνευματικὰ ἐσπείραμεν μέγα εἰ ἡμει̃ς ὑμω̃ν τὰ σαρκικὰ θερίσομεν |
12 εἰ ἄλλοι τη̃ς ὑμω̃ν ἐξουσίας μετέχουσιν οὐ μα̃λλον ἡμει̃ς ἀλλ' οὐκ ἐχρησάμεθα τη̨̃ ἐξουσία̨ ταύτη̨ ἀλλὰ πάντα στέγομεν ἵνα μή τινα ἐγκοπὴν δω̃μεν τω̨̃ εὐαγγελίω̨ του̃ Χριστου̃ |
13 οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι τὰ ἐκ του̃ ἱερου̃ ἐσθίουσιν οἱ τω̨̃ θυσιαστηρίω̨ παρεδρεύοντες τω̨̃ θυσιαστηρίω̨ συμμερίζονται |
14 οὕτως καὶ ὁ κύριος διέταξεν τοι̃ς τò εὐαγγέλιον καταγγέλλουσιν ἐκ του̃ εὐαγγελίου ζη̃ν |
15 ἐγὼ δὲ οὐ κέχρημαι οὐδενὶ τούτων οὐκ ἔγραψα δὲ ταυ̃τα ἵνα οὕτως γένηται ἐν ἐμοί καλòν γάρ μοι μα̃λλον ἀποθανει̃ν ἤ τò καύχημά μου οὐδεὶς κενώσει |
16 ἐὰν γὰρ εὐαγγελίζωμαι οὐκ ἔστιν μοι καύχημα ἀνάγκη γάρ μοι ἐπίκειται οὐαὶ γάρ μοί ἐστιν ἐὰν μὴ εὐαγγελίσωμαι |
17 εἰ γὰρ ἑκὼν του̃το πράσσω μισθòν ἔχω εἰ δὲ ἄκων οἰκονομίαν πεπίστευμαι |
18 τίς οὐ̃ν μού ἐστιν ὁ μισθός ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τò εὐαγγέλιον εἰς τò μὴ καταχρήσασθαι τη̨̃ ἐξουσία̨ μου ἐν τω̨̃ εὐαγγελίω̨ |
19 ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πα̃σιν ἐμαυτòν ἐδούλωσα ἵνα τοὺς πλείονας κερδήσω |
20 καὶ ἐγενόμην τοι̃ς ’Ιουδαίοις ὡς ’Ιουδαι̃ος ἵνα ’Ιουδαίους κερδήσω τοι̃ς ὑπò νόμον ὡς ὑπò νόμον μὴ ὢν αὐτòς ὑπò νόμον ἵνα τοὺς ὑπò νόμον κερδήσω |
21 τοι̃ς ἀνόμοις ὡς ἄνομος μὴ ὢν ἄνομος θεου̃ ἀλλ' ἔννομος Χριστου̃ ἵνα κερδάνω τοὺς ἀνόμους |
22 ἐγενόμην τοι̃ς ἀσθενέσιν ἀσθενής ἵνα τοὺς ἀσθενει̃ς κερδήσω τοι̃ς πα̃σιν γέγονα πάντα ἵνα πάντως τινὰς σώσω |
23 πάντα δὲ ποιω̃ διὰ τò εὐαγγέλιον ἵνα συγκοινωνòς αὐτου̃ γένωμαι |
24 οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίω̨ τρέχοντες πάντες μὲν τρέχουσιν εἱ̃ς δὲ λαμβάνει τò βραβει̃ον οὕτως τρέχετε ἵνα καταλάβητε |
25 πα̃ς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται ἐκει̃νοι μὲν οὐ̃ν ἵνα φθαρτòν στέφανον λάβωσιν ἡμει̃ς δὲ ἄφθαρτον |
26 ἐγὼ τοίνυν οὕτως τρέχω ὡς οὐκ ἀδήλως οὕτως πυκτεύω ὡς οὐκ ἀέρα δέρων |
27 ἀλλὰ ὑπωπιάζω μου τò σω̃μα καὶ δουλαγωγω̃ μή πως ἄλλοις κηρύξας αὐτòς ἀδόκιμος γένωμαι |