Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α, κεφαλίς 12

1 περὶ δὲ τω̃ν πνευματικω̃ν ἀδελφοί οὐ θέλω ὑμα̃ς ἀγνοει̃ν
2 οἴδατε ὅτι ὅτε ἔθνη ἠ̃τε πρòς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι
3 διò γνωρίζω ὑμι̃ν ὅτι οὐδεὶς ἐν πνεύματι θεου̃ λαλω̃ν λέγει ἀνάθεμα ’Ιησου̃ς καὶ οὐδεὶς δύναται εἰπει̃ν κύριος ’Ιησου̃ς εἰ μὴ ἐν πνεύματι ἁγίω̨
4 διαιρέσεις δὲ χαρισμάτων εἰσίν τò δὲ αὐτò πνευ̃μα
5 καὶ διαιρέσεις διακονιω̃ν εἰσιν καὶ ὁ αὐτòς κύριος
6 καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν ὁ δὲ αὐτòς θεός ὁ ἐνεργω̃ν τὰ πάντα ἐν πα̃σιν
7 ἑκάστω̨ δὲ δίδοται ἡ φανέρωσις του̃ πνεύματος πρòς τò συμφέρον
8 ὡ̨̃ μὲν γὰρ διὰ του̃ πνεύματος δίδοται λόγος σοφίας ἄλλω̨ δὲ λόγος γνώσεως κατὰ τò αὐτò πνευ̃μα
9 ἑτέρω̨ πίστις ἐν τω̨̃ αὐτω̨̃ πνεύματι ἄλλω̨ δὲ χαρίσματα ἰαμάτων ἐν τω̨̃ ἑνὶ πνεύματι
10 ἄλλω̨ δὲ ἐνεργήματα δυνάμεων ἄλλω̨ δὲ προφητεία ἄλλω̨ δὲ διακρίσεις πνευμάτων ἑτέρω̨ γένη γλωσσω̃ν ἄλλω̨ δὲ ἑρμηνεία γλωσσω̃ν
11 πάντα δὲ ταυ̃τα ἐνεργει̃ τò ἓν καὶ τò αὐτò πνευ̃μα διαιρου̃ν ἰδία̨ ἑκάστω̨ καθὼς βούλεται
12 καθάπερ γὰρ τò σω̃μα ἕν ἐστιν καὶ μέλη πολλὰ ἔχει πάντα δὲ τὰ μέλη του̃ σώματος πολλὰ ὄντα ἕν ἐστιν σω̃μα οὕτως καὶ ὁ Χριστός
13 καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμει̃ς πάντες εἰς ἓν σω̃μα ἐβαπτίσθημεν εἴτε ’Ιουδαι̃οι εἴτε ‘Έλληνες εἴτε δου̃λοι εἴτε ἐλεύθεροι καὶ πάντες ἓν πνευ̃μα ἐποτίσθημεν
14 καὶ γὰρ τò σω̃μα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά
15 ἐὰν εἴπη̨ ὁ πούς ὅτι οὐκ εἰμὶ χείρ οὐκ εἰμὶ ἐκ του̃ σώματος οὐ παρὰ του̃το οὐκ ἔστιν ἐκ του̃ σώματος
16 καὶ ἐὰν εἴπη̨ τò οὐ̃ς ὅτι οὐκ εἰμὶ ὀφθαλμός οὐκ εἰμὶ ἐκ του̃ σώματος οὐ παρὰ του̃το οὐκ ἔστιν ἐκ του̃ σώματος
17 εἰ ὅλον τò σω̃μα ὀφθαλμός που̃ ἡ ἀκοή εἰ ὅλον ἀκοή που̃ ἡ ὄσφρησις
18 νυνὶ δὲ ὁ θεòς ἔθετο τὰ μέλη ἓν ἕκαστον αὐτω̃ν ἐν τω̨̃ σώματι καθὼς ἠθέλησεν
19 εἰ δὲ ἠ̃ν τὰ πάντα ἓν μέλος που̃ τò σω̃μα
20 νυ̃ν δὲ πολλὰ μὲν μέλη ἓν δὲ σω̃μα
21 οὐ δύναται δὲ ὁ ὀφθαλμòς εἰπει̃ν τη̨̃ χειρί χρείαν σου οὐκ ἔχω ἢ πάλιν ἡ κεφαλὴ τοι̃ς ποσίν χρείαν ὑμω̃ν οὐκ ἔχω
22 ἀλλὰ πολλω̨̃ μα̃λλον τὰ δοκου̃ντα μέλη του̃ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαι̃ά ἐστιν
23 καὶ ἃ δοκου̃μεν ἀτιμότερα εἰ̃ναι του̃ σώματος τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν καὶ τὰ ἀσχήμονα ἡμω̃ν εὐσχημοσύνην περισσοτέραν ἔχει
24 τὰ δὲ εὐσχήμονα ἡμω̃ν οὐ χρείαν ἔχει ἀλλὰ ὁ θεòς συνεκέρασεν τò σω̃μα τω̨̃ ὑστερουμένω̨ περισσοτέραν δοὺς τιμήν
25 ἵνα μὴ ἠ̨̃ σχίσμα ἐν τω̨̃ σώματι ἀλλὰ τò αὐτò ὑπὲρ ἀλλήλων μεριμνω̃σιν τὰ μέλη
26 καὶ εἴτε πάσχει ἓν μέλος συμπάσχει πάντα τὰ μέλη εἴτε δοξάζεται ἓν μέλος συγχαίρει πάντα τὰ μέλη
27 ὑμει̃ς δέ ἐστε σω̃μα Χριστου̃ καὶ μέλη ἐκ μέρους
28 καὶ οὓς μὲν ἔθετο ὁ θεòς ἐν τη̨̃ ἐκκλησία̨ πρω̃τον ἀποστόλους δεύτερον προφήτας τρίτον διδασκάλους ἔπειτα δυνάμεις ἔπειτα χαρίσματα ἰαμάτων ἀντιλήμψεις κυβερνήσεις γένη γλωσσω̃ν
29 μὴ πάντες ἀπόστολοι μὴ πάντες προφη̃ται μὴ πάντες διδάσκαλοι μὴ πάντες δυνάμεις
30 μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων μὴ πάντες γλώσσαις λαλου̃σιν μὴ πάντες διερμηνεύουσιν
31 ζηλου̃τε δὲ τὰ χαρίσματα τὰ μείζονα καὶ ἔτι καθ' ὑπερβολὴν ὁδòν ὑμι̃ν δείκνυμι

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α, κεφαλίς 13

1 ἐὰν ται̃ς γλώσσαις τω̃ν ἀνθρώπων λαλω̃ καὶ τω̃ν ἀγγέλων ἀγάπην δὲ μὴ ἔχω γέγονα χαλκòς ἠχω̃ν ἢ κύμβαλον ἀλαλάζον
2 καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδω̃ τὰ μυστήρια πάντα καὶ πα̃σαν τὴν γνω̃σιν καὶ ἐὰν ἔχω πα̃σαν τὴν πίστιν ὥστε ὄρη μεθιστάναι ἀγάπην δὲ μὴ ἔχω οὐθέν εἰμι
3 κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου καὶ ἐὰν παραδω̃ τò σω̃μά μου ἵνα καυχήσωμαι ἀγάπην δὲ μὴ ἔχω οὐδὲν ὠφελου̃μαι
4 ἡ ἀγάπη μακροθυμει̃ χρηστεύεται ἡ ἀγάπη οὐ ζηλοι̃ ἡ ἀγάπη οὐ περπερεύεται οὐ φυσιου̃ται
5 οὐκ ἀσχημονει̃ οὐ ζητει̃ τὰ ἑαυτη̃ς οὐ παροξύνεται οὐ λογίζεται τò κακόν
6 οὐ χαίρει ἐπὶ τη̨̃ ἀδικία̨ συγχαίρει δὲ τη̨̃ ἀληθεία̨
7 πάντα στέγει πάντα πιστεύει πάντα ἐλπίζει πάντα ὑπομένει
8 ἡ ἀγάπη οὐδέποτε πίπτει εἴτε δὲ προφητει̃αι καταργηθήσονται εἴτε γλω̃σσαι παύσονται εἴτε γνω̃σις καταργηθήσεται
9 ἐκ μέρους γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν
10 ὅταν δὲ ἔλθη̨ τò τέλειον τò ἐκ μέρους καταργηθήσεται
11 ὅτε ἤμην νήπιος ἐλάλουν ὡς νήπιος ἐφρόνουν ὡς νήπιος ἐλογιζόμην ὡς νήπιος ὅτε γέγονα ἀνήρ κατήργηκα τὰ του̃ νηπίου
12 βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου ἐν αἰνίγματι τότε δὲ πρόσωπον πρòς πρόσωπον ἄρτι γινώσκω ἐκ μέρους τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην
13 νυνὶ δὲ μένει πίστις ἐλπίς ἀγάπη τὰ τρία ταυ̃τα μείζων δὲ τούτων ἡ ἀγάπη

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α, κεφαλίς 14

1 διώκετε τὴν ἀγάπην ζηλου̃τε δὲ τὰ πνευματικά μα̃λλον δὲ ἵνα προφητεύητε
2 ὁ γὰρ λαλω̃ν γλώσση̨ οὐκ ἀνθρώποις λαλει̃ ἀλλὰ θεω̨̃ οὐδεὶς γὰρ ἀκούει πνεύματι δὲ λαλει̃ μυστήρια
3 ὁ δὲ προφητεύων ἀνθρώποις λαλει̃ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν
4 ὁ λαλω̃ν γλώσση̨ ἑαυτòν οἰκοδομει̃ ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομει̃
5 θέλω δὲ πάντας ὑμα̃ς λαλει̃ν γλώσσαις μα̃λλον δὲ ἵνα προφητεύητε μείζων δὲ ὁ προφητεύων ἢ ὁ λαλω̃ν γλώσσαις ἐκτòς εἰ μὴ διερμηνεύη̨ ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβη̨
6 νυ̃ν δέ ἀδελφοί ἐὰν ἔλθω πρòς ὑμα̃ς γλώσσαις λαλω̃ν τί ὑμα̃ς ὠφελήσω ἐὰν μὴ ὑμι̃ν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητεία̨ ἢ ἐν διδαχη̨̃
7 ὅμως τὰ ἄψυχα φωνὴν διδόντα εἴτε αὐλòς εἴτε κιθάρα ἐὰν διαστολὴν τοι̃ς φθόγγοις μὴ δω̨̃ πω̃ς γνωσθήσεται τò αὐλούμενον ἢ τò κιθαριζόμενον
8 καὶ γὰρ ἐὰν ἄδηλον σάλπιγξ φωνὴν δω̨̃ τίς παρασκευάσεται εἰς πόλεμον
9 οὕτως καὶ ὑμει̃ς διὰ τη̃ς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δω̃τε πω̃ς γνωσθήσεται τò λαλούμενον ἔσεσθε γὰρ εἰς ἀέρα λαλου̃ντες
10 τοσαυ̃τα εἰ τύχοι γένη φωνω̃ν εἰσιν ἐν κόσμω̨ καὶ οὐδὲν ἄφωνον
11 ἐὰν οὐ̃ν μὴ εἰδω̃ τὴν δύναμιν τη̃ς φωνη̃ς ἔσομαι τω̨̃ λαλου̃ντι βάρβαρος καὶ ὁ λαλω̃ν ἐν ἐμοὶ βάρβαρος
12 οὕτως καὶ ὑμει̃ς ἐπεὶ ζηλωταί ἐστε πνευμάτων πρòς τὴν οἰκοδομὴν τη̃ς ἐκκλησίας ζητει̃τε ἵνα περισσεύητε
13 διò ὁ λαλω̃ν γλώσση̨ προσευχέσθω ἵνα διερμηνεύη̨
14 ἐὰν γὰρ προσεύχωμαι γλώσση̨ τò πνευ̃μά μου προσεύχεται ὁ δὲ νου̃ς μου ἄκαρπός ἐστιν
15 τί οὐ̃ν ἐστιν προσεύξομαι τω̨̃ πνεύματι προσεύξομαι δὲ καὶ τω̨̃ νοΐ ψαλω̃ τω̨̃ πνεύματι ψαλω̃ δὲ καὶ τω̨̃ νοΐ
16 ἐπεὶ ἐὰν εὐλογη̨̃ς ἐν πνεύματι ὁ ἀναπληρω̃ν τòν τόπον του̃ ἰδιώτου πω̃ς ἐρει̃ τò ἀμήν ἐπὶ τη̨̃ ση̨̃ εὐχαριστία̨ ἐπειδὴ τί λέγεις οὐκ οἰ̃δεν
17 σὺ μὲν γὰρ καλω̃ς εὐχαριστει̃ς ἀλλ' ὁ ἕτερος οὐκ οἰκοδομει̃ται
18 εὐχαριστω̃ τω̨̃ θεω̨̃ πάντων ὑμω̃ν μα̃λλον γλώσσαις λαλω̃
19 ἀλλὰ ἐν ἐκκλησία̨ θέλω πέντε λόγους τω̨̃ νοΐ μου λαλη̃σαι ἵνα καὶ ἄλλους κατηχήσω ἢ μυρίους λόγους ἐν γλώσση̨
20 ἀδελφοί μὴ παιδία γίνεσθε ται̃ς φρεσίν ἀλλὰ τη̨̃ κακία̨ νηπιάζετε ται̃ς δὲ φρεσὶν τέλειοι γίνεσθε
21 ἐν τω̨̃ νόμω̨ γέγραπται ὅτι ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέρων λαλήσω τω̨̃ λαω̨̃ τούτω̨ καὶ οὐδ' οὕτως εἰσακούσονταί μου λέγει κύριος
22 ὥστε αἱ γλω̃σσαι εἰς σημει̃όν εἰσιν οὐ τοι̃ς πιστεύουσιν ἀλλὰ τοι̃ς ἀπίστοις ἡ δὲ προφητεία οὐ τοι̃ς ἀπίστοις ἀλλὰ τοι̃ς πιστεύουσιν
23 ἐὰν οὐ̃ν συνέλθη̨ ἡ ἐκκλησία ὅλη ἐπὶ τò αὐτò καὶ πάντες λαλω̃σιν γλώσσαις εἰσέλθωσιν δὲ ἰδιω̃ται ἢ ἄπιστοι οὐκ ἐρου̃σιν ὅτι μαίνεσθε
24 ἐὰν δὲ πάντες προφητεύωσιν εἰσέλθη̨ δέ τις ἄπιστος ἢ ἰδιώτης ἐλέγχεται ὑπò πάντων ἀνακρίνεται ὑπò πάντων
25 τὰ κρυπτὰ τη̃ς καρδίας αὐτου̃ φανερὰ γίνεται καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τω̨̃ θεω̨̃ ἀπαγγέλλων ὅτι ὄντως ὁ θεòς ἐν ὑμι̃ν ἐστιν
26 τί οὐ̃ν ἐστιν ἀδελφοί ὅταν συνέρχησθε ἕκαστος ψαλμòν ἔχει διδαχὴν ἔχει ἀποκάλυψιν ἔχει γλω̃σσαν ἔχει ἑρμηνείαν ἔχει πάντα πρòς οἰκοδομὴν γινέσθω
27 εἴτε γλώσση̨ τις λαλει̃ κατὰ δύο ἢ τò πλει̃στον τρει̃ς καὶ ἀνὰ μέρος καὶ εἱ̃ς διερμηνευέτω
28 ἐὰν δὲ μὴ ἠ̨̃ διερμηνευτής σιγάτω ἐν ἐκκλησία̨ ἑαυτω̨̃ δὲ λαλείτω καὶ τω̨̃ θεω̨̃
29 προφη̃ται δὲ δύο ἢ τρει̃ς λαλείτωσαν καὶ οἱ ἄλλοι διακρινέτωσαν
30 ἐὰν δὲ ἄλλω̨ ἀποκαλυφθη̨̃ καθημένω̨ ὁ πρω̃τος σιγάτω
31 δύνασθε γὰρ καθ' ἕνα πάντες προφητεύειν ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλω̃νται
32 καὶ πνεύματα προφητω̃ν προφήταις ὑποτάσσεται
33 οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεòς ἀλλὰ εἰρήνης ὡς ἐν πάσαις ται̃ς ἐκκλησίαις τω̃ν ἁγίων
34 αἱ γυναι̃κες ἐν ται̃ς ἐκκλησίαις σιγάτωσαν οὐ γὰρ ἐπιτρέπεται αὐται̃ς λαλει̃ν ἀλλὰ ὑποτασσέσθωσαν καθὼς καὶ ὁ νόμος λέγει
35 εἰ δέ τι μαθει̃ν θέλουσιν ἐν οἴκω̨ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν αἰσχρòν γάρ ἐστιν γυναικὶ λαλει̃ν ἐν ἐκκλησία̨
36 ἢ ἀφ' ὑμω̃ν ὁ λόγος του̃ θεου̃ ἐξη̃λθεν ἢ εἰς ὑμα̃ς μόνους κατήντησεν
37 εἴ τις δοκει̃ προφήτης εἰ̃ναι ἢ πνευματικός ἐπιγινωσκέτω ἃ γράφω ὑμι̃ν ὅτι κυρίου ἐστὶν ἐντολή
38 εἰ δέ τις ἀγνοει̃ ἀγνοει̃ται
39 ὥστε ἀδελφοί μου ζηλου̃τε τò προφητεύειν καὶ τò λαλει̃ν μὴ κωλύετε γλώσσαις
40 πάντα δὲ εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.