1 γνωρίζω δὲ ὑμι̃ν ἀδελφοί τò εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμι̃ν ὃ καὶ παρελάβετε ἐν ὡ̨̃ καὶ ἑστήκατε |
2 δι' οὑ̃ καὶ σώ̨ζεσθε τίνι λόγω̨ εὐηγγελισάμην ὑμι̃ν εἰ κατέχετε ἐκτòς εἰ μὴ εἰκη̨̃ ἐπιστεύσατε |
3 παρέδωκα γὰρ ὑμι̃ν ἐν πρώτοις ὃ καὶ παρέλαβον ὅτι Χριστòς ἀπέθανεν ὑπὲρ τω̃ν ἁμαρτιω̃ν ἡμω̃ν κατὰ τὰς γραφάς |
4 καὶ ὅτι ἐτάφη καὶ ὅτι ἐγήγερται τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ κατὰ τὰς γραφάς |
5 καὶ ὅτι ὤφθη Κηφα̨̃ εἰ̃τα τοι̃ς δώδεκα |
6 ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοι̃ς ἐφάπαξ ἐξ ὡ̃ν οἱ πλείονες μένουσιν ἕως ἄρτι τινὲς δὲ ἐκοιμήθησαν |
7 ἔπειτα ὤφθη ’Ιακώβω̨ εἰ̃τα τοι̃ς ἀποστόλοις πα̃σιν |
8 ἔσχατον δὲ πάντων ὡσπερεὶ τω̨̃ ἐκτρώματι ὤφθη κἀμοί |
9 ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τω̃ν ἀποστόλων ὃς οὐκ εἰμὶ ἱκανòς καλει̃σθαι ἀπόστολος διότι ἐδίωξα τὴν ἐκκλησίαν του̃ θεου̃ |
10 χάριτι δὲ θεου̃ εἰμι ὅ εἰμι καὶ ἡ χάρις αὐτου̃ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη ἀλλὰ περισσότερον αὐτω̃ν πάντων ἐκοπίασα οὐκ ἐγὼ δὲ ἀλλὰ ἡ χάρις του̃ θεου̃ ἡ σὺν ἐμοί |
11 εἴτε οὐ̃ν ἐγὼ εἴτε ἐκει̃νοι οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε |
12 εἰ δὲ Χριστòς κηρύσσεται ὅτι ἐκ νεκρω̃ν ἐγήγερται πω̃ς λέγουσιν ἐν ὑμι̃ν τινες ὅτι ἀνάστασις νεκρω̃ν οὐκ ἔστιν |
13 εἰ δὲ ἀνάστασις νεκρω̃ν οὐκ ἔστιν οὐδὲ Χριστòς ἐγήγερται |
14 εἰ δὲ Χριστòς οὐκ ἐγήγερται κενòν ἄρα καὶ τò κήρυγμα ἡμω̃ν κενὴ καὶ ἡ πίστις ὑμω̃ν |
15 εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες του̃ θεου̃ ὅτι ἐμαρτυρήσαμεν κατὰ του̃ θεου̃ ὅτι ἤγειρεν τòν Χριστόν ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται |
16 εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται οὐδὲ Χριστòς ἐγήγερται |
17 εἰ δὲ Χριστòς οὐκ ἐγήγερται ματαία ἡ πίστις ὑμω̃ν ἔτι ἐστὲ ἐν ται̃ς ἁμαρτίαις ὑμω̃ν |
18 ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστω̨̃ ἀπώλοντο |
19 εἰ ἐν τη̨̃ ζωη̨̃ ταύτη̨ ἐν Χριστω̨̃ ἠλπικότες ἐσμὲν μόνον ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν |
20 νυνὶ δὲ Χριστòς ἐγήγερται ἐκ νεκρω̃ν ἀπαρχὴ τω̃ν κεκοιμημένων |
21 ἐπειδὴ γὰρ δι' ἀνθρώπου θάνατος καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρω̃ν |
22 ὥσπερ γὰρ ἐν τω̨̃ ’Αδὰμ πάντες ἀποθνή̨σκουσιν οὕτως καὶ ἐν τω̨̃ Χριστω̨̃ πάντες ζω̨οποιηθήσονται |
23 ἕκαστος δὲ ἐν τω̨̃ ἰδίω̨ τάγματι ἀπαρχὴ Χριστός ἔπειτα οἱ του̃ Χριστου̃ ἐν τη̨̃ παρουσία̨ αὐτου̃ |
24 εἰ̃τα τò τέλος ὅταν παραδιδω̨̃ τὴν βασιλείαν τω̨̃ θεω̨̃ καὶ πατρί ὅταν καταργήση̨ πα̃σαν ἀρχὴν καὶ πα̃σαν ἐξουσίαν καὶ δύναμιν |
25 δει̃ γὰρ αὐτòν βασιλεύειν ἄχρι οὑ̃ θη̨̃ πάντας τοὺς ἐχθροὺς ὑπò τοὺς πόδας αὐτου̃ |
26 ἔσχατος ἐχθρòς καταργει̃ται ὁ θάνατος |
27 πάντα γὰρ ὑπέταξεν ὑπò τοὺς πόδας αὐτου̃ ὅταν δὲ εἴπη̨ ὅτι πάντα ὑποτέτακται δη̃λον ὅτι ἐκτòς του̃ ὑποτάξαντος αὐτω̨̃ τὰ πάντα |
28 ὅταν δὲ ὑποταγη̨̃ αὐτω̨̃ τὰ πάντα τότε καὶ αὐτòς ὁ υἱòς ὑποταγήσεται τω̨̃ ὑποτάξαντι αὐτω̨̃ τὰ πάντα ἵνα ἠ̨̃ ὁ θεòς τὰ πάντα ἐν πα̃σιν |
29 ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τω̃ν νεκρω̃ν εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται τί καὶ βαπτίζονται ὑπὲρ αὐτω̃ν |
30 τί καὶ ἡμει̃ς κινδυνεύομεν πα̃σαν ὥραν |
31 καθ' ἡμέραν ἀποθνή̨σκω νὴ τὴν ὑμετέραν καύχησιν ἀδελφοί ἣν ἔχω ἐν Χριστω̨̃ ’Ιησου̃ τω̨̃ κυρίω̨ ἡμω̃ν |
32 εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν ’Εφέσω̨ τί μοι τò ὄφελος εἰ νεκροὶ οὐκ ἐγείρονται φάγωμεν καὶ πίωμεν αὔριον γὰρ ἀποθνή̨σκομεν |
33 μὴ πλανα̃σθε φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί |
34 ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε ἀγνωσίαν γὰρ θεου̃ τινες ἔχουσιν πρòς ἐντροπὴν ὑμι̃ν λαλω̃ |
35 ἀλλὰ ἐρει̃ τις πω̃ς ἐγείρονται οἱ νεκροί ποίω̨ δὲ σώματι ἔρχονται |
36 ἄφρων σὺ ὃ σπείρεις οὐ ζω̨οποιει̃ται ἐὰν μὴ ἀποθάνη̨ |
37 καὶ ὃ σπείρεις οὐ τò σω̃μα τò γενησόμενον σπείρεις ἀλλὰ γυμνòν κόκκον εἰ τύχοι σίτου ἤ τινος τω̃ν λοιπω̃ν |
38 ὁ δὲ θεòς δίδωσιν αὐτω̨̃ σω̃μα καθὼς ἠθέλησεν καὶ ἑκάστω̨ τω̃ν σπερμάτων ἴδιον σω̃μα |
39 οὐ πα̃σα σὰρξ ἡ αὐτὴ σάρξ ἀλλὰ ἄλλη μὲν ἀνθρώπων ἄλλη δὲ σὰρξ κτηνω̃ν ἄλλη δὲ σὰρξ πτηνω̃ν ἄλλη δὲ ἰχθύων |
40 καὶ σώματα ἐπουράνια καὶ σώματα ἐπίγεια ἀλλὰ ἑτέρα μὲν ἡ τω̃ν ἐπουρανίων δόξα ἑτέρα δὲ ἡ τω̃ν ἐπιγείων |
41 ἄλλη δόξα ἡλίου καὶ ἄλλη δόξα σελήνης καὶ ἄλλη δόξα ἀστέρων ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξη̨ |
42 οὕτως καὶ ἡ ἀνάστασις τω̃ν νεκρω̃ν σπείρεται ἐν φθορα̨̃ ἐγείρεται ἐν ἀφθαρσία̨ |
43 σπείρεται ἐν ἀτιμία̨ ἐγείρεται ἐν δόξη̨ σπείρεται ἐν ἀσθενεία̨ ἐγείρεται ἐν δυνάμει |
44 σπείρεται σω̃μα ψυχικόν ἐγείρεται σω̃μα πνευματικόν εἰ ἔστιν σω̃μα ψυχικόν ἔστιν καὶ πνευματικόν |
45 οὕτως καὶ γέγραπται ἐγένετο ὁ πρω̃τος ἄνθρωπος ’Αδὰμ εἰς ψυχὴν ζω̃σαν ὁ ἔσχατος ’Αδὰμ εἰς πνευ̃μα ζω̨οποιου̃ν |
46 ἀλλ' οὐ πρω̃τον τò πνευματικòν ἀλλὰ τò ψυχικόν ἔπειτα τò πνευματικόν |
47 ὁ πρω̃τος ἄνθρωπος ἐκ γη̃ς χοϊκός ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανου̃ |
48 οἱ̃ος ὁ χοϊκός τοιου̃τοι καὶ οἱ χοϊκοί καὶ οἱ̃ος ὁ ἐπουράνιος τοιου̃τοι καὶ οἱ ἐπουράνιοι |
49 καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα του̃ χοϊκου̃ φορέσομεν καὶ τὴν εἰκόνα του̃ ἐπουρανίου |
50 του̃το δέ φημι ἀδελφοί ὅτι σὰρξ καὶ αἱ̃μα βασιλείαν θεου̃ κληρονομη̃σαι οὐ δύναται οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομει̃ |
51 ἰδοὺ μυστήριον ὑμι̃ν λέγω πάντες οὐ κοιμηθησόμεθα πάντες δὲ ἀλλαγησόμεθα |
52 ἐν ἀτόμω̨ ἐν ῥιπη̨̃ ὀφθαλμου̃ ἐν τη̨̃ ἐσχάτη̨ σάλπιγγι σαλπίσει γάρ καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι καὶ ἡμει̃ς ἀλλαγησόμεθα |
53 δει̃ γὰρ τò φθαρτòν του̃το ἐνδύσασθαι ἀφθαρσίαν καὶ τò θνητòν του̃το ἐνδύσασθαι ἀθανασίαν |
54 ὅταν δὲ τò φθαρτòν του̃το ἐνδύσηται ἀφθαρσίαν καὶ τò θνητòν του̃το ἐνδύσηται ἀθανασίαν τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος κατεπόθη ὁ θάνατος εἰς νι̃κος |
55 που̃ σου θάνατε τò νι̃κος που̃ σου θάνατε τò κέντρον |
56 τò δὲ κέντρον του̃ θανάτου ἡ ἁμαρτία ἡ δὲ δύναμις τη̃ς ἁμαρτίας ὁ νόμος |
57 τω̨̃ δὲ θεω̨̃ χάρις τω̨̃ διδόντι ἡμι̃ν τò νι̃κος διὰ του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ |
58 ὥστε ἀδελφοί μου ἀγαπητοί ἑδραι̃οι γίνεσθε ἀμετακίνητοι περισσεύοντες ἐν τω̨̃ ἔργω̨ του̃ κυρίου πάντοτε εἰδότες ὅτι ὁ κόπος ὑμω̃ν οὐκ ἔστιν κενòς ἐν κυρίω̨ |