Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α, κεφαλίς 10,  στἰχοι 1-13

1 οὐ θέλω γὰρ ὑμα̃ς ἀγνοει̃ν ἀδελφοί ὅτι οἱ πατέρες ἡμω̃ν πάντες ὑπò τὴν νεφέλην ἠ̃σαν καὶ πάντες διὰ τη̃ς θαλάσσης διη̃λθον
2 καὶ πάντες εἰς τòν Μωϋση̃ν ἐβαπτίσθησαν ἐν τη̨̃ νεφέλη̨ καὶ ἐν τη̨̃ θαλάσση̨
3 καὶ πάντες τò αὐτò πνευματικòν βρω̃μα ἔφαγον
4 καὶ πάντες τò αὐτò πνευματικòν ἔπιον πόμα ἔπινον γὰρ ἐκ πνευματικη̃ς ἀκολουθούσης πέτρας ἡ πέτρα δὲ ἠ̃ν ὁ Χριστός
5 ἀλλ' οὐκ ἐν τοι̃ς πλείοσιν αὐτω̃ν εὐδόκησεν ὁ θεός κατεστρώθησαν γὰρ ἐν τη̨̃ ἐρήμω̨
6 ταυ̃τα δὲ τύποι ἡμω̃ν ἐγενήθησαν εἰς τò μὴ εἰ̃ναι ἡμα̃ς ἐπιθυμητὰς κακω̃ν καθὼς κἀκει̃νοι ἐπεθύμησαν
7 μηδὲ εἰδωλολάτραι γίνεσθε καθώς τινες αὐτω̃ν ὥσπερ γέγραπται ἐκάθισεν ὁ λαòς φαγει̃ν καὶ πει̃ν καὶ ἀνέστησαν παίζειν
8 μηδὲ πορνεύωμεν καθώς τινες αὐτω̃ν ἐπόρνευσαν καὶ ἔπεσαν μια̨̃ ἡμέρα̨ εἴκοσι τρει̃ς χιλιάδες
9 μηδὲ ἐκπειράζωμεν τòν Χριστόν καθώς τινες αὐτω̃ν ἐπείρασαν καὶ ὑπò τω̃ν ὄφεων ἀπώλλυντο
10 μηδὲ γογγύζετε καθάπερ τινὲς αὐτω̃ν ἐγόγγυσαν καὶ ἀπώλοντο ὑπò του̃ ὀλοθρευτου̃
11 ταυ̃τα δὲ τυπικω̃ς συνέβαινεν ἐκείνοις ἐγράφη δὲ πρòς νουθεσίαν ἡμω̃ν εἰς οὓς τὰ τέλη τω̃ν αἰώνων κατήντηκεν
12 ὥστε ὁ δοκω̃ν ἑστάναι βλεπέτω μὴ πέση̨
13 πειρασμòς ὑμα̃ς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος πιστòς δὲ ὁ θεός ὃς οὐκ ἐάσει ὑμα̃ς πειρασθη̃ναι ὑπὲρ ὃ δύνασθε ἀλλὰ ποιήσει σὺν τω̨̃ πειρασμω̨̃ καὶ τὴν ἔκβασιν του̃ δύνασθαι ὑπενεγκει̃ν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.