Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α, κεφαλίς 1

Παυ̃λος κλητòς ἀπόστολος Χριστου̃ ’Ιησου̃ διὰ θελήματος θεου̃ καὶ Σωσθένης ὁ ἀδελφός
τη̨̃ ἐκκλησία̨ του̃ θεου̃ τη̨̃ οὔση̨ ἐν Κορίνθω̨ ἡγιασμένοις ἐν Χριστω̨̃ ’Ιησου̃ κλητοι̃ς ἁγίοις σὺν πα̃σιν τοι̃ς ἐπικαλουμένοις τò ὄνομα του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ ἐν παντὶ τόπω̨ αὐτω̃ν καὶ ἡμω̃ν
χάρις ὑμι̃ν καὶ εἰρήνη ἀπò θεου̃ πατρòς ἡμω̃ν καὶ κυρίου ’Ιησου̃ Χριστου̃
εὐχαριστω̃ τω̨̃ θεω̨̃ μου πάντοτε περὶ ὑμω̃ν ἐπὶ τη̨̃ χάριτι του̃ θεου̃ τη̨̃ δοθείση̨ ὑμι̃ν ἐν Χριστω̨̃ ’Ιησου̃
ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτω̨̃ ἐν παντὶ λόγω̨ καὶ πάση̨ γνώσει
καθὼς τò μαρτύριον του̃ Χριστου̃ ἐβεβαιώθη ἐν ὑμι̃ν
ὥστε ὑμα̃ς μὴ ὑστερει̃σθαι ἐν μηδενὶ χαρίσματι ἀπεκδεχομένους τὴν ἀποκάλυψιν του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃
ὃς καὶ βεβαιώσει ὑμα̃ς ἕως τέλους ἀνεγκλήτους ἐν τη̨̃ ἡμέρα̨ του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃
πιστòς ὁ θεòς δι' οὑ̃ ἐκλήθητε εἰς κοινωνίαν του̃ υἱου̃ αὐτου̃ ’Ιησου̃ Χριστου̃ του̃ κυρίου ἡμω̃ν
10 παρακαλω̃ δὲ ὑμα̃ς ἀδελφοί διὰ του̃ ὀνόματος του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ ἵνα τò αὐτò λέγητε πάντες καὶ μὴ ἠ̨̃ ἐν ὑμι̃ν σχίσματα ἠ̃τε δὲ κατηρτισμένοι ἐν τω̨̃ αὐτω̨̃ νοΐ καὶ ἐν τη̨̃ αὐτη̨̃ γνώμη̨
11 ἐδηλώθη γάρ μοι περὶ ὑμω̃ν ἀδελφοί μου ὑπò τω̃ν Χλόης ὅτι ἔριδες ἐν ὑμι̃ν εἰσιν
12 λέγω δὲ του̃το ὅτι ἕκαστος ὑμω̃ν λέγει ἐγὼ μέν εἰμι Παύλου ἐγὼ δὲ ’Απολλω̃ ἐγὼ δὲ Κηφα̃ ἐγὼ δὲ Χριστου̃
13 μεμέρισται ὁ Χριστός μὴ Παυ̃λος ἐσταυρώθη ὑπὲρ ὑμω̃ν ἢ εἰς τò ὄνομα Παύλου ἐβαπτίσθητε
14 εὐχαριστω̃ τω̨̃ θεω̨̃ ὅτι οὐδένα ὑμω̃ν ἐβάπτισα εἰ μὴ Κρίσπον καὶ Γάϊον
15 ἵνα μή τις εἴπη̨ ὅτι εἰς τò ἐμòν ὄνομα ἐβαπτίσθητε
16 ἐβάπτισα δὲ καὶ τòν Στεφανα̃ οἰ̃κον λοιπòν οὐκ οἰ̃δα εἴ τινα ἄλλον ἐβάπτισα
17 οὐ γὰρ ἀπέστειλέν με Χριστòς βαπτίζειν ἀλλὰ εὐαγγελίζεσθαι οὐκ ἐν σοφία̨ λόγου ἵνα μὴ κενωθη̨̃ ὁ σταυρòς του̃ Χριστου̃
18 ὁ λόγος γὰρ ὁ του̃ σταυρου̃ τοι̃ς μὲν ἀπολλυμένοις μωρία ἐστίν τοι̃ς δὲ σω̨ζομένοις ἡμι̃ν δύναμις θεου̃ ἐστιν
19 γέγραπται γάρ ἀπολω̃ τὴν σοφίαν τω̃ν σοφω̃ν καὶ τὴν σύνεσιν τω̃ν συνετω̃ν ἀθετήσω
20 που̃ σοφός που̃ γραμματεύς που̃ συζητητὴς του̃ αἰω̃νος τούτου οὐχὶ ἐμώρανεν ὁ θεòς τὴν σοφίαν του̃ κόσμου
21 ἐπειδὴ γὰρ ἐν τη̨̃ σοφία̨ του̃ θεου̃ οὐκ ἔγνω ὁ κόσμος διὰ τη̃ς σοφίας τòν θεόν εὐδόκησεν ὁ θεòς διὰ τη̃ς μωρίας του̃ κηρύγματος σω̃σαι τοὺς πιστεύοντας
22 ἐπειδὴ καὶ ’Ιουδαι̃οι σημει̃α αἰτου̃σιν καὶ ‘Έλληνες σοφίαν ζητου̃σιν
23 ἡμει̃ς δὲ κηρύσσομεν Χριστòν ἐσταυρωμένον ’Ιουδαίοις μὲν σκάνδαλον ἔθνεσιν δὲ μωρίαν
24 αὐτοι̃ς δὲ τοι̃ς κλητοι̃ς ’Ιουδαίοις τε καὶ ‘Έλλησιν Χριστòν θεου̃ δύναμιν καὶ θεου̃ σοφίαν
25 ὅτι τò μωρòν του̃ θεου̃ σοφώτερον τω̃ν ἀνθρώπων ἐστίν καὶ τò ἀσθενὲς του̃ θεου̃ ἰσχυρότερον τω̃ν ἀνθρώπων
26 βλέπετε γὰρ τὴν κλη̃σιν ὑμω̃ν ἀδελφοί ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα οὐ πολλοὶ δυνατοί οὐ πολλοὶ εὐγενει̃ς
27 ἀλλὰ τὰ μωρὰ του̃ κόσμου ἐξελέξατο ὁ θεòς ἵνα καταισχύνη̨ τοὺς σοφούς καὶ τὰ ἀσθενη̃ του̃ κόσμου ἐξελέξατο ὁ θεòς ἵνα καταισχύνη̨ τὰ ἰσχυρά
28 καὶ τὰ ἀγενη̃ του̃ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ θεός τὰ μὴ ὄντα ἵνα τὰ ὄντα καταργήση̨
29 ὅπως μὴ καυχήσηται πα̃σα σὰρξ ἐνώπιον του̃ θεου̃
30 ἐξ αὐτου̃ δὲ ὑμει̃ς ἐστε ἐν Χριστω̨̃ ’Ιησου̃ ὃς ἐγενήθη σοφία ἡμι̃ν ἀπò θεου̃ δικαιοσύνη τε καὶ ἁγιασμòς καὶ ἀπολύτρωσις
31 ἵνα καθὼς γέγραπται ὁ καυχώμενος ἐν κυρίω̨ καυχάσθω
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.