Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α, κεφαλίς 9

1 καὶ πα̃ς Ισραηλ ὁ συλλοχισμὸς αὐτω̃ν καὶ οὑ̃τοι καταγεγραμμένοι ἐν βιβλίω̨ τω̃ν βασιλέων Ισραηλ καὶ Ιουδα μετὰ τω̃ν ἀποικισθέντων εἰς Βαβυλω̃να ἐν ται̃ς ἀνομίαις αὐτω̃ν
2 καὶ οἱ κατοικου̃ντες πρότερον ἐν ται̃ς κατασχέσεσιν αὐτω̃ν ἐν ται̃ς πόλεσιν Ισραηλ οἱ ἱερει̃ς οἱ Λευι̃ται καὶ οἱ δεδομένοι
3 καὶ ἐν Ιερουσαλημ κατώ̨κησαν ἀπὸ τω̃ν υἱω̃ν Ιουδα καὶ ἀπὸ τω̃ν υἱω̃ν Βενιαμιν καὶ ἀπὸ τω̃ν υἱω̃ν Εφραιμ καὶ Μανασση
4 Γωθι υἱὸς Αμμιουδ υἱου̃ Αμρι υἱου̃ υἱω̃ν Φαρες υἱου̃ Ιουδα
5 καὶ ἐκ τω̃ν Σηλωνι Ασαια πρωτότοκος αὐτου̃ καὶ υἱοὶ αὐτου̃
6 ἐκ τω̃ν υἱω̃ν Ζαρα Ιιηλ καὶ ἀδελφοὶ αὐτω̃ν ἑξακόσιοι καὶ ἐνενήκοντα
7 καὶ ἐκ τω̃ν υἱω̃ν Βενιαμιν Σαλω υἱὸς Μοσολλαμ υἱου̃ Ωδουια υἱου̃ Σαναα
8 καὶ Ιβαναα υἱὸς Ιρααμ καὶ οὑ̃τοι υἱοὶ Οζι υἱου̃ Μαχιρ καὶ Μασσαλημ υἱὸς Σαφατια υἱου̃ Ραγουηλ υἱου̃ Βαναια
9 καὶ ἀδελφοὶ αὐτω̃ν κατὰ γενέσεις αὐτω̃ν ἐννακόσιοι πεντήκοντα ἕξ πάντες οἱ ἄνδρες ἄρχοντες πατριω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν
10 καὶ ἀπὸ τω̃ν ἱερέων Ιωδαε καὶ Ιωαριμ καὶ Ιαχιν
11 καὶ Αζαρια υἱὸς Χελκια υἱου̃ Μοσολλαμ υἱου̃ Σαδωκ υἱου̃ Μαραιωθ υἱου̃ Αχιτωβ ἡγούμενος οἴκου του̃ θεου̃
12 καὶ Αδαια υἱὸς Ιρααμ υἱου̃ Πασχωρ υἱου̃ Μαλχια καὶ Μαασαια υἱὸς Αδιηλ υἱου̃ Ιεδιου υἱου̃ Μοσολλαμ υἱου̃ Μασελμωθ υἱου̃ Εμμηρ
13 καὶ ἀδελφοὶ αὐτω̃ν ἄρχοντες οἴκων πατριω̃ν χίλιοι ἑπτακόσιοι ἑξήκοντα ἰσχυροὶ δυνάμει εἰς ἐργασίαν λειτουργίας οἴκου του̃ θεου̃
14 καὶ ἐκ τω̃ν Λευιτω̃ν Σαμαια υἱὸς Ασωβ υἱου̃ Εσρικαμ υἱου̃ Ασαβια ἐκ τω̃ν υἱω̃ν Μεραρι
15 καὶ Βακβακαρ καὶ Αρης καὶ Γαλαλ καὶ Μανθανιας υἱὸς Μιχα υἱου̃ Ζεχρι υἱου̃ Ασαφ
16 καὶ Αβδια υἱὸς Σαμια υἱου̃ Γαλαλ υἱου̃ Ιδιθων καὶ Βαραχια υἱὸς Οσσα υἱου̃ Ηλκανα ὁ κατοικω̃ν ἐν ται̃ς κώμαις Νετωφατι
17 οἱ πυλωροί Σαλωμ καὶ Ακουβ καὶ Ταλμαν καὶ Αιμαν καὶ ἀδελφοὶ αὐτω̃ν Σαλωμ ὁ ἄρχων
18 καὶ ἕως ταύτης ἐν τη̨̃ πύλη̨ του̃ βασιλέως κατ' ἀνατολάς αὑ̃ται αἱ πύλαι τω̃ν παρεμβολω̃ν υἱω̃ν Λευι
19 καὶ Σαλωμ υἱὸς Κωρη υἱου̃ Αβιασαφ υἱου̃ Κορε καὶ οἱ ἀδελφοὶ αὐτου̃ εἰς οἰ̃κον πατρὸς αὐτου̃ οἱ Κορι̃ται ἐπὶ τω̃ν ἔργων τη̃ς λειτουργίας φυλάσσοντες τὰς φυλακὰς τη̃ς σκηνη̃ς καὶ πατέρες αὐτω̃ν ἐπὶ τη̃ς παρεμβολη̃ς κυρίου φυλάσσοντες τὴν εἴσοδον
20 καὶ Φινεες υἱὸς Ελεαζαρ ἡγούμενος ἠ̃ν ἐπ' αὐτω̃ν ἔμπροσθεν καὶ οὑ̃τοι μετ' αὐτου̃
21 Ζαχαριας υἱὸς Μασαλαμι πυλωρὸς τη̃ς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου
22 πάντες οἱ ἐκλεκτοὶ ται̃ς πύλαις ἐν ται̃ς πύλαις διακόσιοι καὶ δέκα δύο οὑ̃τοι ἐν ται̃ς αὐλαι̃ς αὐτω̃ν ὁ καταλοχισμὸς αὐτω̃ν τούτους ἔστησεν Δαυιδ καὶ Σαμουηλ ὁ βλέπων τη̨̃ πίστει αὐτω̃ν
23 καὶ οὑ̃τοι καὶ οἱ υἱοὶ αὐτω̃ν ἐπὶ τω̃ν πυλω̃ν ἐν οἴκω̨ κυρίου ἐν οἴκω̨ τη̃ς σκηνη̃ς του̃ φυλάσσειν
24 κατὰ τοὺς τέσσαρας ἀνέμους ἠ̃σαν αἱ πύλαι κατ' ἀνατολάς θάλασσαν βορρα̃ν νότον
25 καὶ ἀδελφοὶ αὐτω̃ν ἐν ται̃ς αὐλαι̃ς αὐτω̃ν του̃ εἰσπορεύεσθαι κατὰ ἑπτὰ ἡμέρας ἀπὸ καιρου̃ εἰς καιρὸν μετὰ τούτων
26 ὅτι ἐν πίστει εἰσὶν τέσσαρες δυνατοὶ τω̃ν πυλω̃ν οἱ Λευι̃ται ἠ̃σαν ἐπὶ τω̃ν παστοφορίων καὶ ἐπὶ τω̃ν θησαυρω̃ν οἴκου του̃ θεου̃
27 καὶ περικύκλω̨ οἴκου του̃ θεου̃ παρεμβαλου̃σιν ὅτι ἐπ' αὐτοὺς φυλακή καὶ οὑ̃τοι ἐπὶ τω̃ν κλειδω̃ν τὸ πρωὶ πρωὶ ἀνοίγειν τὰς θύρας του̃ ἱερου̃
28 καὶ ἐξ αὐτω̃ν ἐπὶ τὰ σκεύη τη̃ς λειτουργίας ὅτι ἐν ἀριθμω̨̃ εἰσοίσουσιν αὐτὰ καὶ ἐν ἀριθμω̨̃ ἐξοίσουσιν αὐτά
29 καὶ ἐξ αὐτω̃ν καθεσταμένοι ἐπὶ τὰ σκεύη καὶ ἐπὶ πάντα τὰ σκεύη τὰ ἅγια καὶ ἐπὶ τη̃ς σεμιδάλεως του̃ οἴνου του̃ ἐλαίου του̃ λιβανωτου̃ καὶ τω̃ν ἀρωμάτων
30 καὶ ἀπὸ τω̃ν υἱω̃ν τω̃ν ἱερέων ἠ̃σαν μυρεψοὶ του̃ μύρου καὶ εἰς τὰ ἀρώματα
31 καὶ Ματταθιας ἐκ τω̃ν Λευιτω̃ν οὑ̃τος ὁ πρωτότοκος τω̨̃ Σαλωμ τω̨̃ Κορίτη̨ ἐν τη̨̃ πίστει ἐπὶ τὰ ἔργα τη̃ς θυσίας του̃ τηγάνου του̃ μεγάλου ἱερέως
32 καὶ Βαναιας ὁ Κααθίτης ἐκ τω̃ν ἀδελφω̃ν αὐτω̃ν ἐπὶ τω̃ν ἄρτων τη̃ς προθέσεως του̃ ἑτοιμάσαι σάββατον κατὰ σάββατον
33 καὶ οὑ̃τοι ψαλτω̨δοὶ ἄρχοντες τω̃ν πατριω̃ν τω̃ν Λευιτω̃ν διατεταγμέναι ἐφημερίαι ὅτι ἡμέρα καὶ νὺξ ἐπ' αὐτοι̃ς ἐν τοι̃ς ἔργοις
34 οὑ̃τοι ἄρχοντες τω̃ν πατριω̃ν τω̃ν Λευιτω̃ν κατὰ γενέσεις αὐτω̃ν ἄρχοντες οὑ̃τοι κατώ̨κησαν ἐν Ιερουσαλημ
35 καὶ ἐν Γαβαων κατώ̨κησεν πατὴρ Γαβαων Ιιηλ καὶ ὄνομα γυναικὸς αὐτου̃ Μοωχα
36 καὶ υἱὸς αὐτου̃ ὁ πρωτότοκος Αβαδων καὶ Σιρ καὶ Κις καὶ Βααλ καὶ Νηρ καὶ Ναδαβ
37 καὶ Γεδουρ καὶ ἀδελφὸς καὶ Ζαχαρια καὶ Μακελλωθ
38 καὶ Μακελλωθ ἐγέννησεν τὸν Σαμαα καὶ οὑ̃τοι ἐν μέσω̨ τω̃ν ἀδελφω̃ν αὐτω̃ν κατώ̨κησαν ἐν Ιερουσαλημ μετὰ τω̃ν ἀδελφω̃ν αὐτω̃ν
39 καὶ Νηρ ἐγέννησεν τὸν Κις καὶ Κις ἐγέννησεν τὸν Σαουλ καὶ Σαουλ ἐγέννησεν τὸν Ιωναθαν καὶ τὸν Μελχισουε καὶ τὸν Αμιναδαβ καὶ τὸν Ισβααλ
40 καὶ υἱὸς Ιωναθαν Μαριβααλ καὶ Μαριβααλ ἐγέννησεν τὸν Μιχα
41 καὶ υἱοὶ Μιχα Φαιθων καὶ Μαλαχ καὶ Θαραχ
42 καὶ Αχαζ ἐγέννησεν τὸν Ιαδα καὶ Ιαδα ἐγέννησεν τὸν Γαλεμεθ καὶ τὸν Γαζμωθ καὶ τὸν Ζαμβρι καὶ Ζαμβρι ἐγέννησεν τὸν Μασα
43 καὶ Μασα ἐγέννησεν τὸν Βαανα Ραφαια υἱὸς αὐτου̃ Ελεασα υἱὸς αὐτου̃ Εσηλ υἱὸς αὐτου̃
44 καὶ τω̨̃ Εσηλ ἓξ υἱοί καὶ ταυ̃τα τὰ ὀνόματα αὐτω̃ν Εσδρικαμ πρωτότοκος αὐτου̃ Ισμαηλ καὶ Σαρια καὶ Αβδια καὶ Αναν οὑ̃τοι υἱοὶ Εσηλ
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.