1 καὶ τοι̃ς υἱοι̃ς Ισσαχαρ Θωλα καὶ Φουα καὶ Ιασουβ καὶ Σεμερων τέσσαρες |
2 καὶ υἱοὶ Θωλα Οζι καὶ Ραφαια καὶ Ιεριηλ καὶ Ιεμου καὶ Ιεβασαμ καὶ Σαμουηλ ἄρχοντες οἴκων πατριω̃ν αὐτω̃ν τω̨̃ Θωλα ἰσχυροὶ δυνάμει κατὰ γενέσεις αὐτω̃ν ὁ ἀριθμὸς αὐτω̃ν ἐν ἡμέραις Δαυιδ εἴκοσι καὶ δύο χιλιάδες καὶ ἑξακόσιοι |
3 καὶ υἱοὶ Οζι Ιεζρια καὶ υἱοὶ Ιεζρια Μιχαηλ καὶ Οβδια καὶ Ιωηλ καὶ Ιεσια πέντε ἄρχοντες πάντες |
4 καὶ ἐπ' αὐτω̃ν κατὰ γενέσεις αὐτω̃ν κατ' οἴκους πατρικοὺς αὐτω̃ν ἰσχυροὶ παρατάξασθαι εἰς πόλεμον τριάκοντα καὶ ἓξ χιλιάδες ὅτι ἐπλήθυναν γυναι̃κας καὶ υἱούς |
5 καὶ ἀδελφοὶ αὐτω̃ν εἰς πάσας πατριὰς Ισσαχαρ ἰσχυροὶ δυνάμει ὀγδοήκοντα καὶ ἑπτὰ χιλιάδες ὁ ἀριθμὸς αὐτω̃ν τω̃ν πάντων |
6 βενιαμιν Βαλε καὶ Βαχιρ καὶ Ιαδιηλ τρει̃ς |
7 καὶ υἱοὶ Βαλε Ασεβων καὶ Οζι καὶ Οζιηλ καὶ Ιεριμωθ καὶ Ουρι πέντε ἄρχοντες οἴκων πατρικω̃ν ἰσχυροὶ δυνάμει καὶ ὁ ἀριθμὸς αὐτω̃ν εἴκοσι καὶ δύο χιλιάδες καὶ τριάκοντα τέσσαρες |
8 καὶ υἱοὶ Βαχιρ Ζαμαριας καὶ Ιωας καὶ Ελιεζερ καὶ Ελιθεναν καὶ Αμαρια καὶ Ιεριμωθ καὶ Αβιου καὶ Αναθωθ καὶ Γεμεεθ πάντες οὑ̃τοι υἱοὶ Βαχιρ |
9 καὶ ὁ ἀριθμὸς αὐτω̃ν κατὰ γενέσεις αὐτω̃ν ἄρχοντες οἴκων πατριω̃ν αὐτω̃ν ἰσχυροὶ δυνάμει εἴκοσι χιλιάδες καὶ διακόσιοι |
10 καὶ υἱοὶ Ιαδιηλ Βαλααν καὶ υἱοὶ Βαλααν Ιαους καὶ Βενιαμιν καὶ Αωθ καὶ Χανανα καὶ Ζαιθαν καὶ Ραμεσσαι καὶ Αχισααρ |
11 πάντες οὑ̃τοι υἱοὶ Ιαδιηλ ἄρχοντες τω̃ν πατριω̃ν ἰσχυροὶ δυνάμει ἑπτακαίδεκα χιλιάδες καὶ διακόσιοι ἐκπορευόμενοι δυνάμει του̃ πολεμει̃ν |
12 καὶ Σαπφιν καὶ Απφιν καὶ υἱοὶ Ραωμ υἱὸς αὐτου̃ Αερ |
13 υἱοὶ Νεφθαλι Ιασιηλ καὶ Γωνι καὶ Ισσιηρ καὶ Σαλωμ υἱοὶ Βαλαα |
14 υἱοὶ Μανασση Ασεριηλ ὃν ἔτεκεν ἡ παλλακὴ αὐτου̃ ἡ Σύρα ἔτεκεν τὸν Μαχιρ πατέρα Γαλααδ |
15 καὶ Μαχιρ ἔλαβεν γυναι̃κα τω̨̃ Αμφιν καὶ Μαμφιν καὶ ὄνομα ἀδελφη̃ς αὐτου̃ Μοωχα καὶ ὄνομα τω̨̃ δευτέρω̨ Σαλπααδ καὶ ἐγεννήθησαν τω̨̃ Σαλπααδ θυγατέρες |
16 καὶ ἔτεκεν Μοωχα γυνὴ Μαχιρ υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Φαρες καὶ ὄνομα ἀδελφου̃ αὐτου̃ Σορος υἱὸς αὐτου̃ Ουλαμ |
17 καὶ υἱοὶ Ουλαμ Βαδαν οὑ̃τοι υἱοὶ Γαλααδ υἱου̃ Μαχιρ υἱου̃ Μανασση |
18 καὶ ἀδελφὴ αὐτου̃ ἡ Μαλεχεθ ἔτεκεν τὸν Ισαδεκ καὶ τὸν Αβιεζερ καὶ τὸν Μαελα |
19 καὶ ἠ̃σαν υἱοὶ Σεμιρα Ιααιμ καὶ Συχεμ καὶ Λακεϊ καὶ Ανιαμ |
20 καὶ υἱοὶ Εφραιμ Σωθαλα καὶ Βαραδ υἱὸς αὐτου̃ καὶ Θααθ υἱὸς αὐτου̃ Ελεαδα υἱὸς αὐτου̃ Νομεε υἱὸς αὐτου̃ |
21 Ζαβεδ υἱὸς αὐτου̃ Σωθελε υἱὸς αὐτου̃ καὶ Εζερ καὶ Ελεαδ καὶ ἀπέκτειναν αὐτοὺς ἄνδρες Γεθ οἱ τεχθέντες ἐν τη̨̃ γη̨̃ ὅτι κατέβησαν λαβει̃ν τὰ κτήνη αὐτω̃ν |
22 καὶ ἐπένθησεν Εφραιμ πατὴρ αὐτω̃ν ἡμέρας πολλάς καὶ ἠ̃λθον ἀδελφοὶ αὐτου̃ του̃ παρακαλέσαι αὐτόν |
23 καὶ εἰση̃λθεν πρὸς τὴν γυναι̃κα αὐτου̃ καὶ ἔλαβεν ἐν γαστρὶ καὶ ἔτεκεν υἱόν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Βαραγα ὅτι ἐν κακοι̃ς ἐγένετο ἐν οἴκω̨ μου |
24 καὶ ἐν ἐκείνοις τοι̃ς καταλοίποις καὶ ὠ̨κοδόμησεν Βαιθωρων τὴν κάτω καὶ τὴν ἄνω καὶ υἱοὶ Οζαν Σεηρα |
25 καὶ Ραφη υἱοὶ αὐτου̃ Ρασεφ καὶ Θαλε υἱοὶ αὐτου̃ Θαεν υἱὸς αὐτου̃ |
26 τω̨̃ Λααδαν υἱω̨̃ αὐτου̃ Αμιουδ υἱὸς αὐτου̃ Ελισαμα υἱὸς αὐτου̃ |
27 Νουμ υἱὸς αὐτου̃ Ιησουε υἱὸς αὐτου̃ |
28 καὶ κατάσχεσις αὐτω̃ν καὶ κατοικία αὐτω̃ν Βαιθηλ καὶ αἱ κω̃μαι αὐτη̃ς κατ' ἀνατολὰς Νααραν πρὸς δυσμαι̃ς Γαζερ καὶ αἱ κω̃μαι αὐτη̃ς καὶ Συχεμ καὶ αἱ κω̃μαι αὐτη̃ς ἕως Γαιαν καὶ αἱ κω̃μαι αὐτη̃ς |
29 καὶ ἕως ὁρίων υἱω̃ν Μανασση Βαιθσααν καὶ αἱ κω̃μαι αὐτη̃ς Θααναχ καὶ αἱ κω̃μαι αὐτη̃ς καὶ Βαλαδ καὶ αἱ κω̃μαι αὐτη̃ς Μαγεδδω καὶ αἱ κω̃μαι αὐτη̃ς Δωρ καὶ αἱ κω̃μαι αὐτη̃ς ἐν ταύταις κατώ̨κησαν οἱ υἱοὶ Ιωσηφ υἱου̃ Ισραηλ |
30 υἱοὶ Ασηρ Ιεμνα καὶ Ισουα καὶ Ισουι καὶ Βεριγα καὶ Σορε ἀδελφὴ αὐτω̃ν |
31 καὶ υἱοὶ Βεριγα Χαβερ καὶ Μελχιηλ οὑ̃τος πατὴρ Βερζαιθ |
32 καὶ Χαβερ ἐγέννησεν τὸν Ιαφαλητ καὶ τὸν Σαμηρ καὶ τὸν Χωθαμ καὶ τὴν Σωλα ἀδελφὴν αὐτω̃ν |
33 καὶ υἱοὶ Ιαφαλητ Φεσηχι Βαμαηλ καὶ Ασιθ οὑ̃τοι υἱοὶ Ιαφαλητ |
34 καὶ υἱοὶ Σεμμηρ Αχιουραογα καὶ Οβα καὶ Αραμ |
35 καὶ Βανηελαμ ἀδελφοὶ αὐτου̃ Σωφα καὶ Ιμανα καὶ Σελλης καὶ Αμαλ |
36 υἱοὶ Σωφα Χουχι Αρναφαρ καὶ Σουαλ καὶ Βαρι καὶ Ιμαρη |
37 Σοβαλ καὶ Ωδ καὶ Σεμμα καὶ Σαλισα καὶ Ιεθραν καὶ Βεηρα |
38 καὶ υἱοὶ Ιεθερ Ιφινα καὶ Φασφα καὶ Αρα |
39 καὶ υἱοὶ Ωλα Ορεχ Ανιηλ καὶ Ρασια |
40 πάντες οὑ̃τοι υἱοὶ Ασηρ πάντες ἄρχοντες πατριω̃ν ἐκλεκτοὶ ἰσχυροὶ δυνάμει ἄρχοντες ἡγούμενοι ἀριθμὸς αὐτω̃ν εἰς παράταξιν του̃ πολεμει̃ν ἀριθμὸς αὐτω̃ν ἄνδρες εἴκοσι ἓξ χιλιάδες |