ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α,
κεφαλίς 13
1 καὶ ἐβουλεύσατο Δαυιδ μετὰ τω̃ν χιλιάρχων καὶ τω̃ν ἑκατοντάρχων παντὶ ἡγουμένω̨ |
2 καὶ εἰ̃πεν Δαυιδ τη̨̃ πάση̨ ἐκκλησία̨ Ισραηλ εἰ ἐφ' ὑμι̃ν ἀγαθὸν καὶ παρὰ κυρίου θεου̃ ἡμω̃ν εὐοδωθη̨̃ ἀποστείλωμεν πρὸς τοὺς ἀδελφοὺς ἡμω̃ν τοὺς ὑπολελειμμένους ἐν πάση̨ γη̨̃ Ισραηλ καὶ μετ' αὐτω̃ν οἱ ἱερει̃ς οἱ Λευι̃ται ἐν πόλεσιν κατασχέσεως αὐτω̃ν καὶ συναχθήσονται πρὸς ἡμα̃ς |
3 καὶ μετενέγκωμεν τὴν κιβωτὸν του̃ θεου̃ ἡμω̃ν πρὸς ἡμα̃ς ὅτι οὐκ ἐζήτησαν αὐτὴν ἀφ' ἡμερω̃ν Σαουλ |
4 καὶ εἰ̃πεν πα̃σα ἡ ἐκκλησία του̃ ποιη̃σαι οὕτως ὅτι εὐθὴς ὁ λόγος ἐν ὀφθαλμοι̃ς παντὸς του̃ λαου̃ |
5 καὶ ἐξεκκλησίασεν Δαυιδ τὸν πάντα Ισραηλ ἀπὸ ὁρίων Αἰγύπτου καὶ ἕως εἰσόδου Ημαθ του̃ εἰσενέγκαι τὴν κιβωτὸν του̃ θεου̃ ἐκ πόλεως Ιαριμ |
6 καὶ ἀνήγαγεν αὐτὴν Δαυιδ καὶ πα̃ς Ισραηλ ἀνέβη εἰς πόλιν Δαυιδ ἣ ἠ̃ν του̃ Ιουδα του̃ ἀναγαγει̃ν ἐκει̃θεν τὴν κιβωτὸν του̃ θεου̃ κυρίου καθημένου ἐπὶ χερουβιν οὑ̃ ἐπεκλήθη ὄνομα αὐτου̃ |
7 καὶ ἐπέθηκαν τὴν κιβωτὸν του̃ θεου̃ ἐπὶ ἅμαξαν καινὴν ἐξ οἴκου Αμιναδαβ καὶ Οζα καὶ οἱ ἀδελφοὶ αὐτου̃ ἠ̃γον τὴν ἅμαξαν |
8 καὶ Δαυιδ καὶ πα̃ς Ισραηλ παίζοντες ἐναντίον του̃ θεου̃ ἐν πάση̨ δυνάμει καὶ ἐν ψαλτω̨δοι̃ς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις ἐν τυμπάνοις καὶ ἐν κυμβάλοις καὶ ἐν σάλπιγξιν |
9 καὶ ἤλθοσαν ἕως τη̃ς ἅλωνος καὶ ἐξέτεινεν Οζα τὴν χει̃ρα αὐτου̃ του̃ κατασχει̃ν τὴν κιβωτόν ὅτι ἐξέκλινεν αὐτὴν ὁ μόσχος |
10 καὶ ἐθυμώθη ὀργη̨̃ κύριος ἐπὶ Οζα καὶ ἐπάταξεν αὐτὸν ἐκει̃ διὰ τὸ ἐκτει̃ναι τὴν χει̃ρα αὐτου̃ ἐπὶ τὴν κιβωτόν καὶ ἀπέθανεν ἐκει̃ ἀπέναντι του̃ θεου̃ |
11 καὶ ἠθύμησεν Δαυιδ ὅτι διέκοψεν κύριος διακοπὴν ἐν Οζα καὶ ἐκάλεσεν τὸν τόπον ἐκει̃νον Διακοπὴ Οζα ἕως τη̃ς ἡμέρας ταύτης |
12 καὶ ἐφοβήθη Δαυιδ τὸν θεὸν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ λέγων πω̃ς εἰσοίσω πρὸς ἐμαυτὸν τὴν κιβωτὸν του̃ θεου̃ |
13 καὶ οὐκ ἀπέστρεψεν Δαυιδ τὴν κιβωτὸν πρὸς ἑαυτὸν εἰς πόλιν Δαυιδ καὶ ἐξέκλινεν αὐτὴν εἰς οἰ̃κον Αβεδδαρα του̃ Γεθθαίου |
14 καὶ ἐκάθισεν ἡ κιβωτὸς του̃ θεου̃ ἐν οἴκω̨ Αβεδδαρα τρει̃ς μη̃νας καὶ εὐλόγησεν ὁ θεὸς Αβεδδαραμ καὶ πάντα τὰ αὐτου̃ |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.