Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α, κεφαλίς 1

1 Αδαμ Σηθ Ενως
2 Καιναν Μαλελεηλ Ιαρεδ
3 Ενωχ Μαθουσαλα Λαμεχ
4 Νωε υἱοὶ Νωε Σημ Χαμ Ιαφεθ
5 υἱοὶ Ιαφεθ Γαμερ Μαγωγ Μαδαι Ιωυαν Ελισα Θοβελ Μοσοχ καὶ Θιρας
6 καὶ υἱοὶ Γαμερ Ασχαναζ καὶ Ριφαθ καὶ Θοργαμα
7 καὶ υἱοὶ Ιωυαν Ελισα καὶ Θαρσις Κίτιοι καὶ 'Ρόδιοι
8 καὶ υἱοὶ Χαμ Χους καὶ Μεστραιμ Φουδ καὶ Χανααν
9 καὶ υἱοὶ Χους Σαβα καὶ Ευιλατ καὶ Σαβαθα καὶ Ρεγμα καὶ Σεβεκαθα καὶ υἱοὶ Ρεγμα Σαβα καὶ Ουδαδαν
10 καὶ Χους ἐγέννησεν τὸν Νεβρωδ οὑ̃τος ἤρξατο του̃ εἰ̃ναι γίγας κυνηγὸς ἐπὶ τη̃ς γη̃ς
11 ...
12 ...
13 ...
14 ...
15 ...
16 ...
17 υἱοὶ Σημ Αιλαμ καὶ Ασσουρ καὶ Αρφαξαδ
18 ...
19 ...
20 ...
21 ...
22 ...
23 ...
24 Σαλα
25 Εβερ Φαλεκ Ραγαυ
26 Σερουχ Ναχωρ Θαρα
27 Αβρααμ
28 υἱοὶ δὲ Αβρααμ Ισαακ καὶ Ισμαηλ
29 αὑ̃ται δὲ αἱ γενέσεις πρωτοτόκου Ισμαηλ Ναβαιωθ καὶ Κηδαρ Ναβδεηλ Μαβσαν
30 Μασμα Ιδουμα Μασση Χοδδαδ Θαιμαν
31 Ιεττουρ Ναφες καὶ Κεδμα οὑ̃τοί εἰσιν υἱοὶ Ισμαηλ
32 καὶ υἱοὶ Χεττουρας παλλακη̃ς Αβρααμ καὶ ἔτεκεν αὐτω̨̃ τὸν Ζεμβραν Ιεξαν Μαδαν Μαδιαμ Σοβακ Σωε καὶ υἱοὶ Ιεξαν Σαβα καὶ Δαιδαν
33 καὶ υἱοὶ Μαδιαμ Γαιφα καὶ Οφερ καὶ Ενωχ καὶ Αβιδα καὶ Ελδαα πάντες οὑ̃τοι υἱοὶ Χεττουρας
34 καὶ ἐγέννησεν Αβρααμ τὸν Ισαακ καὶ υἱοὶ Ισαακ Ησαυ καὶ Ιακωβ
35 υἱοὶ Ησαυ Ελιφας καὶ Ραγουηλ καὶ Ιεουλ καὶ Ιεγλομ καὶ Κορε
36 υἱοὶ Ελιφας Θαιμαν καὶ Ωμαρ Σωφαρ καὶ Γοωθαμ καὶ Κενεζ καὶ τη̃ς Θαμνα Αμαληκ
37 καὶ υἱοὶ Ραγουηλ Ναχεθ Ζαρε Σομε καὶ Μοζε
38 υἱοὶ Σηιρ Λωταν Σωβαλ Σεβεγων Ανα Δησων Ωσαρ Δαισων
39 καὶ υἱοὶ Λωταν Χορρι καὶ Αιμαν καὶ Αιλαθ καὶ Ναμνα
40 υἱοὶ Σωβαλ Γωλαμ Μαναχαθ Γαιβηλ Σωβ καὶ Ωναμ υἱοὶ δὲ Σεβεγων Αια καὶ Ανα
41 υἱοὶ Ανα Δαισων υἱοὶ δὲ Δησων Εμερων καὶ Εσεβαν καὶ Ιεθραν καὶ Χαρραν
42 καὶ υἱοὶ Ωσαρ Βαλααν καὶ Ζουκαν καὶ Ιωκαν υἱοὶ Δαισων Ως καὶ Αρραν
43 καὶ οὑ̃τοι οἱ βασιλει̃ς αὐτω̃ν Βαλακ υἱὸς Βεωρ καὶ ὄνομα τη̨̃ πόλει αὐτου̃ Δενναβα
44 καὶ ἀπέθανεν Βαλακ καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ Ιωβαβ υἱὸς Ζαρα ἐκ Βοσορρας
45 καὶ ἀπέθανεν Ιωβαβ καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ Ασομ ἐκ τη̃ς γη̃ς Θαιμανων
46 καὶ ἀπέθανεν Ασομ καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ Αδαδ υἱὸς Βαραδ ὁ πατάξας Μαδιαμ ἐν τω̨̃ πεδίω̨ Μωαβ καὶ ὄνομα τη̨̃ πόλει αὐτου̃ Γεθθαιμ
47 καὶ ἀπέθανεν Αδαδ καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ Σαμαα ἐκ Μασεκκας
48 καὶ ἀπέθανεν Σαμαα καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ Σαουλ ἐκ Ροωβωθ τη̃ς παρὰ ποταμόν
49 καὶ ἀπέθανεν Σαουλ καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ Βαλαεννων υἱὸς Αχοβωρ
50 καὶ ἀπέθανεν Βαλαεννων υἱὸς Αχοβωρ καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ Αδαδ υἱὸς Βαραδ καὶ ὄνομα τη̨̃ πόλει αὐτου̃ Φογωρ
51 καὶ ἀπέθανεν Αδαδ καὶ ἠ̃σαν ἡγεμόνες Εδωμ ἡγεμὼν Θαμανα ἡγεμὼν Γωλα ἡγεμὼν Ιεθετ
52 ἡγεμὼν Ελιβαμας ἡγεμὼν Ηλας ἡγεμὼν Φινων
53 ἡγεμὼν Κενεζ ἡγεμὼν Θαιμαν ἡγεμὼν Μαβσαρ
54 ἡγεμὼν Μεγεδιηλ ἡγεμὼν Ηραμ οὑ̃τοι ἡγεμόνες Εδωμ

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α, κεφαλίς 2

1 ταυ̃τα τὰ ὀνόματα τω̃ν υἱω̃ν Ισραηλ Ρουβην Συμεων Λευι Ιουδα Ισσαχαρ Ζαβουλων
2 Δαν Ιωσηφ Βενιαμιν Νεφθαλι Γαδ Ασηρ
3 υἱοὶ Ιουδα Ηρ Αυναν Σηλων τρει̃ς ἐγεννήθησαν αὐτω̨̃ ἐκ τη̃ς θυγατρὸς Σαυας τη̃ς Χαναανίτιδος καὶ ἠ̃ν Ηρ ὁ πρωτότοκος Ιουδα πονηρὸς ἐναντίον κυρίου καὶ ἀπέκτεινεν αὐτόν
4 καὶ Θαμαρ ἡ νύμφη αὐτου̃ ἔτεκεν αὐτω̨̃ τὸν Φαρες καὶ τὸν Ζαρα πάντες υἱοὶ Ιουδα πέντε
5 υἱοὶ Φαρες Αρσων καὶ Ιεμουηλ
6 καὶ υἱοὶ Ζαρα Ζαμβρι καὶ Αιθαν καὶ Αιμαν καὶ Χαλχαλ καὶ Δαρα πάντες πέντε
7 καὶ υἱοὶ Χαρμι Αχαρ ὁ ἐμποδοστάτης Ισραηλ ὃς ἠθέτησεν εἰς τὸ ἀνάθεμα
8 καὶ υἱοὶ Αιθαν Αζαρια
9 καὶ υἱοὶ Εσερων οἳ ἐτέχθησαν αὐτω̨̃ ὁ Ιραμεηλ καὶ ὁ Ραμ καὶ ὁ Χαλεβ καὶ Αραμ
10 καὶ Αραμ ἐγέννησεν τὸν Αμιναδαβ καὶ Αμιναδαβ ἐγέννησεν τὸν Ναασσων ἄρχοντα του̃ οἴκου Ιουδα
11 καὶ Ναασσων ἐγέννησεν τὸν Σαλμων καὶ Σαλμων ἐγέννησεν τὸν Βοος
12 καὶ Βοος ἐγέννησεν τὸν Ωβηδ καὶ Ωβηδ ἐγέννησεν τὸν Ιεσσαι
13 καὶ Ιεσσαι ἐγέννησεν τὸν πρωτότοκον αὐτου̃ Ελιαβ Αμιναδαβ ὁ δεύτερος Σαμαα ὁ τρίτος
14 Ναθαναηλ ὁ τέταρτος Ραδδαι ὁ πέμπτος
15 Ασομ ὁ ἕκτος Δαυιδ ὁ ἕβδομος
16 καὶ ἀδελφὴ αὐτω̃ν Σαρουια καὶ Αβιγαια καὶ υἱοὶ Σαρουια Αβεσσα καὶ Ιωαβ καὶ Ασαηλ τρει̃ς
17 καὶ Αβιγαια ἐγέννησεν τὸν Αμεσσα καὶ πατὴρ Αμεσσα Ιοθορ ὁ Ισμαηλίτης
18 καὶ Χαλεβ υἱὸς Εσερων ἐγέννησεν τὴν Γαζουβα γυναι̃κα καὶ τὴν Ιεριωθ καὶ οὑ̃τοι υἱοὶ αὐτη̃ς Ιωασαρ καὶ Σωβαβ καὶ Ορνα
19 καὶ ἀπέθανεν Γαζουβα καὶ ἔλαβεν ἑαυτω̨̃ Χαλεβ τὴν Εφραθ καὶ ἔτεκεν αὐτω̨̃ τὸν Ωρ
20 καὶ Ωρ ἐγέννησεν τὸν Ουρι καὶ Ουρι ἐγέννησεν τὸν Βεσελεηλ
21 καὶ μετὰ ταυ̃τα εἰση̃λθεν Εσερων πρὸς τὴν θυγατέρα Μαχιρ πατρὸς Γαλααδ καὶ οὑ̃τος ἔλαβεν αὐτήν καὶ αὐτὸς ἑξήκοντα ἠ̃ν ἐτω̃ν καὶ ἔτεκεν αὐτω̨̃ τὸν Σεγουβ
22 καὶ Σεγουβ ἐγέννησεν τὸν Ιαϊρ καὶ ἠ̃σαν αὐτω̨̃ εἴκοσι τρει̃ς πόλεις ἐν τη̨̃ Γαλααδ
23 καὶ ἔλαβεν Γεδσουρ καὶ Αραμ τὰς κώμας Ιαϊρ ἐξ αὐτω̃ν τὴν Καναθ καὶ τὰς κώμας αὐτη̃ς ἑξήκοντα πόλεις πα̃σαι αὑ̃ται υἱω̃ν Μαχιρ πατρὸς Γαλααδ
24 καὶ μετὰ τὸ ἀποθανει̃ν Εσερων ἠ̃λθεν Χαλεβ εἰς Εφραθα καὶ ἡ γυνὴ Εσερων Αβια καὶ ἔτεκεν αὐτω̨̃ τὸν Ασχωδ πατέρα Θεκωε
25 καὶ ἠ̃σαν υἱοὶ Ιερεμεηλ πρωτοτόκου Εσερων ὁ πρωτότοκος Ραμ καὶ Βαανα καὶ Αραν καὶ Ασομ ἀδελφὸς αὐτου̃
26 καὶ ἠ̃ν γυνὴ ἑτέρα τω̨̃ Ιερεμεηλ καὶ ὄνομα αὐτη̨̃ Αταρα αὕτη ἐστὶν μήτηρ Οζομ
27 καὶ ἠ̃σαν υἱοὶ Ραμ πρωτοτόκου Ιερεμεηλ Μαας καὶ Ιαμιν καὶ Ακορ
28 καὶ ἠ̃σαν υἱοὶ Οζομ Σαμαι καὶ Ιαδαε καὶ υἱοὶ Σαμαι Ναδαβ καὶ Αβισουρ
29 καὶ ὄνομα τη̃ς γυναικὸς Αβισουρ Αβιχαιλ καὶ ἔτεκεν αὐτω̨̃ τὸν Αχαβαρ καὶ τὸν Μωλιδ
30 υἱοὶ Ναδαβ Σαλαδ καὶ Αφφαιμ καὶ ἀπέθανεν Σαλαδ οὐκ ἔχων τέκνα
31 καὶ υἱοὶ Αφφαιμ Ισεμιηλ καὶ υἱοὶ Ισεμιηλ Σωσαν καὶ υἱοὶ Σωσαν Αχλαι
32 καὶ υἱοὶ Ιαδαε Αχισαμαι Ιεθερ Ιωναθαν καὶ ἀπέθανεν Ιεθερ οὐκ ἔχων τέκνα
33 καὶ υἱοὶ Ιωναθαν Φαλεθ καὶ Οζαζα οὑ̃τοι ἠ̃σαν υἱοὶ Ιερεμεηλ
34 καὶ οὐκ ἠ̃σαν τω̨̃ Σωσαν υἱοί ἀλλ' ἢ θυγατέρες καὶ τω̨̃ Σωσαν παι̃ς Αἰγύπτιος καὶ ὄνομα αὐτω̨̃ Ιωχηλ
35 καὶ ἔδωκεν Σωσαν τὴν θυγατέρα αὐτου̃ τω̨̃ Ιωχηλ παιδὶ αὐτου̃ εἰς γυναι̃κα καὶ ἔτεκεν αὐτω̨̃ τὸν Εθθι
36 καὶ Εθθι ἐγέννησεν τὸν Ναθαν καὶ Ναθαν ἐγέννησεν τὸν Ζαβεδ
37 καὶ Ζαβεδ ἐγέννησεν τὸν Αφαληλ καὶ Αφαληλ ἐγέννησεν τὸν Ωβηδ
38 καὶ Ωβηδ ἐγέννησεν τὸν Ιηου καὶ Ιηου ἐγέννησεν τὸν Αζαριαν
39 καὶ Αζαριας ἐγέννησεν τὸν Χελλης καὶ Χελλης ἐγέννησεν τὸν Ελεασα
40 καὶ Ελεασα ἐγέννησεν τὸν Σοσομαι καὶ Σοσομαι ἐγέννησεν τὸν Σαλουμ
41 καὶ Σαλουμ ἐγέννησεν τὸν Ιεχεμιαν καὶ Ιεχεμιας ἐγέννησεν τὸν Ελισαμα
42 καὶ υἱοὶ Χαλεβ ἀδελφου̃ Ιερεμεηλ Μαρισα ὁ πρωτότοκος αὐτου̃ οὑ̃τος πατὴρ Ζιφ καὶ υἱοὶ Μαρισα πατρὸς Χεβρων
43 καὶ υἱοὶ Χεβρων Κορε καὶ Θαπους καὶ Ρεκομ καὶ Σεμαα
44 καὶ Σεμαα ἐγέννησεν τὸν Ραεμ πατέρα Ιερκααν καὶ Ιερκααν ἐγέννησεν τὸν Σαμαι
45 καὶ υἱὸς αὐτου̃ Μαων καὶ Μαων πατὴρ Βαιθσουρ
46 καὶ Γαιφα ἡ παλλακὴ Χαλεβ ἐγέννησεν τὸν Αρραν καὶ τὸν Μωσα καὶ τὸν Γεζουε καὶ Αρραν ἐγέννησεν τὸν Γεζουε
47 καὶ υἱοὶ Ιαδαι Ραγεμ καὶ Ιωαθαμ καὶ Γηρσωμ καὶ Φαλετ καὶ Γαιφα καὶ Σαγαφ
48 καὶ ἡ παλλακὴ Χαλεβ Μωχα ἐγέννησεν τὸν Σαβερ καὶ τὸν Θαρχνα
49 καὶ ἐγέννησεν Σαγαφ πατέρα Μαρμηνα καὶ τὸν Σαου πατέρα Μαχαβηνα καὶ πατέρα Γαιβαα καὶ θυγάτηρ Χαλεβ Ασχα
50 οὑ̃τοι ἠ̃σαν υἱοὶ Χαλεβ υἱοὶ Ωρ πρωτοτόκου Εφραθα Σωβαλ πατὴρ Καριαθιαριμ
51 Σαλωμων πατὴρ Βαιθλαεμ Αριμ πατὴρ Βαιθγεδωρ
52 καὶ ἠ̃σαν υἱοὶ τω̨̃ Σωβαλ πατρὶ Καριαθιαριμ Αραα Εσι Αμμανιθ
53 Εμοσφεως πόλις Ιαϊρ Αιθαλιμ καὶ Μιφιθιμ καὶ Ησαμαθιμ καὶ Ημασαραϊμ ἐκ τούτων ἐξήλθοσαν οἱ Σαραθαι̃οι καὶ οἱ Εσθαωλαι̃οι
54 υἱοὶ Σαλωμων Βαιθλαεμ Νετωφαθι Αταρωθ οἴκου Ιωαβ καὶ ἥμισυ τη̃ς Μαναθι Ησαρεϊ
55 πατριαὶ γραμματέων κατοικου̃ντες Ιαβες Θαργαθιιμ Σαμαθιιμ Σωκαθιιμ οὑ̃τοι οἱ Κιναι̃οι οἱ ἐλθόντες ἐκ Μεσημα πατρὸς οἴκου Ρηχαβ

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α, κεφαλίς 3

1 καὶ οὑ̃τοι ἠ̃σαν υἱοὶ Δαυιδ οἱ τεχθέντες αὐτω̨̃ ἐν Χεβρων ὁ πρωτότοκος Αμνων τη̨̃ Αχινααμ τη̨̃ Ιεζραηλίτιδι ὁ δεύτερος Δανιηλ τη̨̃ Αβιγαια τη̨̃ Καρμηλία̨
2 ὁ τρίτος Αβεσσαλωμ υἱὸς Μωχα θυγατρὸς Θολμαι βασιλέως Γεδσουρ ὁ τέταρτος Αδωνια υἱὸς Αγγιθ
3 ὁ πέμπτος Σαφατια τη̃ς Αβιταλ ὁ ἕκτος Ιεθρααμ τη̨̃ Αγλα γυναικὶ αὐτου̃
4 ἓξ ἐγεννήθησαν αὐτω̨̃ ἐν Χεβρων καὶ ἐβασίλευσεν ἐκει̃ ἑπτὰ ἔτη καὶ ἑξάμηνον καὶ τριάκοντα καὶ τρία ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ
5 καὶ οὑ̃τοι ἐτέχθησαν αὐτω̨̃ ἐν Ιερουσαλημ Σαμαα Σωβαβ Ναθαν καὶ Σαλωμων τέσσαρες τη̨̃ Βηρσαβεε θυγατρὶ Αμιηλ
6 καὶ Ιβααρ καὶ Ελισαμα καὶ Ελιφαλετ
7 καὶ Ναγε καὶ Ναφαγ καὶ Ιανουε
8 καὶ Ελισαμα καὶ Ελιαδα καὶ Ελιφαλετ ἐννέα
9 πάντες υἱοὶ Δαυιδ πλὴν τω̃ν υἱω̃ν τω̃ν παλλακω̃ν καὶ Θημαρ ἀδελφὴ αὐτω̃ν
10 υἱοὶ Σαλωμων Ροβοαμ Αβια υἱὸς αὐτου̃ Ασα υἱὸς αὐτου̃ Ιωσαφατ υἱὸς αὐτου̃
11 Ιωραμ υἱὸς αὐτου̃ Οχοζια υἱὸς αὐτου̃ Ιωας υἱὸς αὐτου̃
12 Αμασιας υἱὸς αὐτου̃ Αζαρια υἱὸς αὐτου̃ Ιωαθαν υἱὸς αὐτου̃
13 Αχαζ υἱὸς αὐτου̃ Εζεκιας υἱὸς αὐτου̃ Μανασσης υἱὸς αὐτου̃
14 Αμων υἱὸς αὐτου̃ Ιωσια υἱὸς αὐτου̃
15 καὶ υἱοὶ Ιωσια πρωτότοκος Ιωαναν ὁ δεύτερος Ιωακιμ ὁ τρίτος Σεδεκια ὁ τέταρτος Σαλουμ
16 καὶ υἱοὶ Ιωακιμ Ιεχονιας υἱὸς αὐτου̃ Σεδεκιας υἱὸς αὐτου̃
17 καὶ υἱοὶ Ιεχονια-ασιρ Σαλαθιηλ υἱὸς αὐτου̃
18 Μελχιραμ καὶ Φαδαιας καὶ Σανεσαρ καὶ Ιεκεμια καὶ Ωσαμω καὶ Δενεθι
19 καὶ υἱοὶ Σαλαθιηλ Ζοροβαβελ καὶ Σεμεϊ καὶ υἱοὶ Ζοροβαβελ Μοσολλαμος καὶ Ανανια καὶ Σαλωμιθ ἀδελφὴ αὐτω̃ν
20 καὶ Ασουβε καὶ Οολ καὶ Βαραχια καὶ Ασαδια καὶ Ασοβαεσδ πέντε
21 καὶ υἱοὶ Ανανια Φαλλετια καὶ Ισαια υἱὸς αὐτου̃ Ραφαια υἱὸς αὐτου̃ Ορνα υἱὸς αὐτου̃ Αβδια υἱὸς αὐτου̃ Σεχενια υἱὸς αὐτου̃
22 καὶ υἱὸς Σεχενια Σαμαια καὶ υἱοὶ Σαμαια Χαττους καὶ Ιωηλ καὶ Μαρι καὶ Νωαδια καὶ Σαφαθ ἕξ
23 καὶ υἱοὶ Νωαδια Ελιθεναν καὶ Εζεκια καὶ Εζρικαμ τρει̃ς
24 καὶ υἱοὶ Ελιθεναν Οδουια καὶ Ελιασιβ καὶ Φαλαια καὶ Ακουν καὶ Ιωαναν καὶ Δαλαια καὶ Ανανι ἑπτά

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α, κεφαλίς 4

1 καὶ υἱοὶ Ιουδα Φαρες Αρσων καὶ Χαρμι καὶ Ωρ Σουβαλ
2 καὶ Ραια υἱὸς αὐτου̃ καὶ Σουβαλ ἐγέννησεν τὸν Ιεθ καὶ Ιεθ ἐγέννησεν τὸν Αχιμι καὶ τὸν Λααδ αὑ̃ται αἱ γενέσεις του̃ Σαραθι
3 καὶ οὑ̃τοι υἱοὶ Αιταμ Ιεζραηλ καὶ Ραγμα καὶ Ιαβας καὶ ὄνομα ἀδελφη̃ς αὐτω̃ν Εσηλεββων
4 καὶ Φανουηλ πατὴρ Γεδωρ καὶ Αζηρ πατὴρ Ωσαν οὑ̃τοι υἱοὶ Ωρ του̃ πρωτοτόκου Εφραθα πατρὸς Βαιθλαεμ
5 καὶ τω̨̃ Σαουρ πατρὶ Θεκωε ἠ̃σαν δύο γυναι̃κες Αωδα καὶ Θοαδα
6 καὶ ἔτεκεν αὐτω̨̃ Αωδα τὸν Ωχαζαμ καὶ τὸν Ηφαδ καὶ τὸν Θαιμαν καὶ τὸν Ασθηραν πάντες οὑ̃τοι υἱοὶ Αωδας
7 καὶ υἱοὶ Θοαδα Σαρεθ καὶ Σααρ καὶ Εθναν
8 καὶ Κως ἐγέννησεν τὸν Ενωβ καὶ τὸν Σαβηβα καὶ γεννήσεις ἀδελφου̃ Ρηχαβ υἱου̃ Ιαριμ
9 καὶ ἠ̃ν Ιγαβης ἔνδοξος ὑπὲρ τοὺς ἀδελφοὺς αὐτου̃ καὶ ἡ μήτηρ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Ιγαβης λέγουσα ἔτεκον ὡς γαβης
10 καὶ ἐπεκαλέσατο Ιγαβης τὸν θεὸν Ισραηλ λέγων ἐὰν εὐλογω̃ν εὐλογήση̨ς με καὶ πληθύνη̨ς τὰ ὅριά μου καὶ ἠ̨̃ ἡ χείρ σου μετ' ἐμου̃ καὶ ποιήσεις γνω̃σιν του̃ μὴ ταπεινω̃σαί με καὶ ἐπήγαγεν ὁ θεὸς πάντα ὅσα ἠ̨τήσατο
11 καὶ Χαλεβ πατὴρ Ασχα ἐγέννησεν τὸν Μαχιρ οὑ̃τος πατὴρ Ασσαθων
12 καὶ Ασσαθων ἐγέννησεν τὸν Βαθρεφαν καὶ τὸν Φεσσηε καὶ τὸν Θανα πατέρα πόλεως Ναας ἀδελφου̃ Εσελων του̃ Κενεζι οὑ̃τοι ἄνδρες Ρηφα
13 καὶ υἱοὶ Κενεζ Γοθονιηλ καὶ Σαραια καὶ υἱοὶ Γοθονιηλ Αθαθ
14 καὶ Μαναθι ἐγέννησεν τὸν Γοφερα καὶ Σαραια ἐγέννησεν τὸν Ιωαβ πατέρα Αγεαδδαϊρ ὅτι τέκτονες ἠ̃σαν
15 καὶ υἱοὶ Χαλεβ υἱου̃ Ιεφοννη Ηρα Αλα καὶ Νοομ καὶ υἱοὶ Αλα Κενεζ
16 καὶ υἱὸς αὐτου̃ Γεσεηλ Αμηαχι καὶ Ζαφα καὶ Ζαιρα καὶ Εσεραηλ
17 καὶ υἱοὶ Εσρι Ιεθερ Μωραδ καὶ Αφερ καὶ Ιαλων καὶ ἐγέννησεν Ιεθερ τὸν Μαρων καὶ τὸν Σεμαι καὶ τὸν Μαρεθ πατέρα Εσθεμων
18 καὶ ἡ γυνὴ αὐτου̃ αὕτη Αδια ἔτεκεν τὸν Ιαρεδ πατέρα Γεδωρ καὶ τὸν Αβερ πατέρα Σωχων καὶ τὸν Ιεκθιηλ πατέρα Ζανω καὶ οὑ̃τοι υἱοὶ Γελια θυγατρὸς Φαραω ἣν ἔλαβεν Μωρηδ
19 καὶ υἱοὶ γυναικὸς τη̃ς Ιδουιας ἀδελφη̃ς Ναχεμ καὶ Δαλια πατὴρ Κεϊλα καὶ Σεμειων πατὴρ Ιωμαν καὶ υἱοὶ Ναημ πατρὸς Κεϊλα Αγαρμι καὶ Εσθεμωη Μαχαθι
20 καὶ υἱοὶ Σεμιων Αμνων καὶ Ρανα υἱὸς Αναν καὶ Θιλων καὶ υἱοὶ Ισεϊ Ζωαθ καὶ υἱοὶ Ζωαθ
21 υἱοὶ Σηλωμ υἱου̃ Ιουδα Ηρ πατὴρ Ληχα καὶ Λααδα πατὴρ Μαρησα καὶ γενέσεις οἰκιω̃ν εφραθ αβακ τω̨̃ οἴκω̨ Εσοβα
22 καὶ Ιωακιμ καὶ ἄνδρες Χωζηβα καὶ Ιωας καὶ Σαραφ οἳ κατώ̨κησαν ἐν Μωαβ καὶ ἀπέστρεψεν αὐτοὺς αβεδηριν αθουκιιν
23 οὑ̃τοι κεραμει̃ς οἱ κατοικου̃ντες ἐν Ναταϊμ καὶ Γαδηρα μετὰ του̃ βασιλέως ἐν τη̨̃ βασιλεία̨ αὐτου̃ ἐνίσχυσαν καὶ κατώ̨κησαν ἐκει̃
24 υἱοὶ Συμεων Ναμουηλ καὶ Ιαμιν Ιαριβ Ζαρε Σαουλ
25 Σαλεμ υἱὸς αὐτου̃ Μαβασαμ υἱὸς αὐτου̃ Μασμα υἱὸς αὐτου̃
26 Αμουηλ υἱὸς αὐτου̃ Σαβουδ υἱὸς αὐτου̃ Ζακχουρ υἱὸς αὐτου̃ Σεμεϊ υἱὸς αὐτου̃
27 καὶ τω̨̃ Σεμεϊ υἱοὶ ἑκκαίδεκα καὶ θυγατέρες τρει̃ς καὶ τοι̃ς ἀδελφοι̃ς αὐτω̃ν οὐκ ἠ̃σαν υἱοὶ πολλοί καὶ πα̃σαι αἱ πατριαὶ αὐτω̃ν οὐκ ἐπλεόνασαν ὡς υἱοὶ Ιουδα
28 καὶ κατώ̨κησαν ἐν Βηρσαβεε καὶ Σαμα καὶ Μωλαδα καὶ Εσηρσουαλ
29 καὶ ἐν Βαλαα καὶ Βοασομ καὶ Θουλαδ
30 καὶ Βαθουηλ καὶ Ερμα καὶ Σεκλαγ
31 καὶ Βαιθμαρχαβωθ καὶ ἥμισυ Σωσιμ καὶ οἰ̃κον Βαρουμσεωριμ αὑ̃ται πόλεις αὐτω̃ν ἕως βασιλέως Δαυιδ
32 καὶ ἐπαύλεις αὐτω̃ν Αιταμ καὶ Ηνρεμμων καὶ Θοκκαν καὶ Αισαν πόλεις πέντε
33 καὶ πα̃σαι αἱ ἐπαύλεις αὐτω̃ν κύκλω̨ τω̃ν πόλεων τούτων ἕως Βααλ αὕτη ἡ κατάσχεσις αὐτω̃ν καὶ ὁ καταλοχισμὸς αὐτω̃ν
34 καὶ Μοσωβαβ καὶ Ιεμολοχ καὶ Ιωσια υἱὸς Αμασια
35 καὶ Ιωηλ καὶ οὑ̃τος υἱὸς Ισαβια υἱὸς Σαραια υἱὸς Ασιηλ
36 καὶ Ελιωηναι καὶ Ιακαβα καὶ Ιασουια καὶ Ασαια καὶ Εδιηλ καὶ Ισμαηλ καὶ Βαναια
37 καὶ Ζουζα υἱὸς Σεφεϊ υἱου̃ Αλλων υἱου̃ Ιεδια υἱου̃ Σαμαρι υἱου̃ Σαμαιου
38 οὑ̃τοι οἱ διελθόντες ἐν ὀνόμασιν ἀρχόντων ἐν ται̃ς γενέσεσιν αὐτω̃ν καὶ ἐν οἴκοις πατριω̃ν αὐτω̃ν ἐπληθύνθησαν εἰς πλη̃θος
39 καὶ ἐπορεύθησαν ἕως του̃ ἐλθει̃ν Γεραρα ἕως τω̃ν ἀνατολω̃ν τη̃ς Γαι του̃ ζητη̃σαι νομὰς τοι̃ς κτήνεσιν αὐτω̃ν
40 καὶ εὑ̃ρον νομὰς πίονας καὶ ἀγαθάς καὶ ἡ γη̃ πλατει̃α ἐναντίον αὐτω̃ν καὶ εἰρήνη καὶ ἡσυχία ὅτι ἐκ τω̃ν υἱω̃ν Χαμ τω̃ν κατοικούντων ἐκει̃ ἔμπροσθεν
41 καὶ ἤλθοσαν οὑ̃τοι οἱ γεγραμμένοι ἐπ' ὀνόματος ἐν ἡμέραις Εζεκιου βασιλέως Ιουδα καὶ ἐπάταξαν τοὺς οἴκους αὐτω̃ν καὶ τοὺς Μιναίους οὓς εὕροσαν ἐκει̃ καὶ ἀνεθεμάτισαν αὐτοὺς ἕως τη̃ς ἡμέρας ταύτης καὶ ὤ̨κησαν ἀντ' αὐτω̃ν ὅτι νομαὶ τοι̃ς κτήνεσιν αὐτω̃ν ἐκει̃
42 καὶ ἐξ αὐτω̃ν ἀπὸ τω̃ν υἱω̃ν Συμεων ἐπορεύθησαν εἰς ὄρος Σηιρ ἄνδρες πεντακόσιοι καὶ Φαλεττια καὶ Νωαδια καὶ Ραφαια καὶ Οζιηλ υἱοὶ Ιεσι ἄρχοντες αὐτω̃ν
43 καὶ ἐπάταξαν τοὺς καταλοίπους τοὺς καταλειφθέντας του̃ Αμαληκ καὶ κατώ̨κησαν ἐκει̃ ἕως τη̃ς ἡμέρας ταύτης

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α, κεφαλίς 5

1 καὶ υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ ὅτι οὑ̃τος ὁ πρωτότοκος καὶ ἐν τω̨̃ ἀναβη̃ναι ἐπὶ τὴν κοίτην του̃ πατρὸς αὐτου̃ ἔδωκεν εὐλογίαν αὐτου̃ τω̨̃ υἱω̨̃ αὐτου̃ Ιωσηφ υἱω̨̃ Ισραηλ καὶ οὐκ ἐγενεαλογήθη εἰς πρωτοτόκια
2 ὅτι Ιουδας δυνατὸς ἰσχύι καὶ ἐν τοι̃ς ἀδελφοι̃ς αὐτου̃ καὶ εἰς ἡγούμενον ἐξ αὐτου̃ καὶ ἡ εὐλογία του̃ Ιωσηφ
3 υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ Ενωχ καὶ Φαλλους Αρσων καὶ Χαρμι
4 υἱοὶ Ιωηλ Σεμεϊ καὶ Βαναια υἱὸς αὐτου̃ καὶ υἱοὶ Γουγ υἱου̃ Σεμεϊ
5 υἱὸς αὐτου̃ Μιχα υἱὸς αὐτου̃ Ρηχα υἱὸς αὐτου̃ Βααλ
6 υἱὸς αὐτου̃ Βεηρα ὃν μετώ̨κισεν Θαγλαθφαλνασαρ βασιλεὺς Ασσουρ οὑ̃τος ἄρχων τω̃ν Ρουβην
7 καὶ ἀδελφοὶ αὐτου̃ τη̨̃ πατρια̨̃ αὐτου̃ ἐν τοι̃ς καταλοχισμοι̃ς αὐτω̃ν κατὰ γενέσεις αὐτω̃ν ὁ ἄρχων Ιωηλ καὶ Ζαχαρια
8 καὶ Βαλεκ υἱὸς Οζουζ υἱὸς Σαμα υἱὸς Ιωηλ οὑ̃τος κατώ̨κησεν ἐν Αροηρ καὶ ἐπὶ Ναβαυ καὶ Βεελμαων
9 καὶ πρὸς ἀνατολὰς κατώ̨κησεν ἕως ἐρχομένων τη̃ς ἐρήμου ἀπὸ του̃ ποταμου̃ Εὐφράτου ὅτι κτήνη αὐτω̃ν πολλὰ ἐν γη̨̃ Γαλααδ
10 καὶ ἐν ἡμέραις Σαουλ ἐποίησαν πόλεμον πρὸς τοὺς παροίκους καὶ ἔπεσον ἐν χερσὶν αὐτω̃ν κατοικου̃ντες ἐν σκηναι̃ς ἕως πάντες κατ' ἀνατολὰς τη̃ς Γαλααδ
11 υἱοὶ Γαδ κατέναντι αὐτω̃ν κατώ̨κησαν ἐν τη̨̃ Βασαν ἕως Σελχα
12 Ιωηλ ὁ πρωτότοκος καὶ Σαφαμ ὁ δεύτερος καὶ Ιανι ὁ γραμματεὺς ἐν Βασαν
13 καὶ οἱ ἀδελφοὶ αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν Μιχαηλ Μοσολλαμ καὶ Σεβεε καὶ Ιωρεε καὶ Ιαχαν καὶ Ζουε καὶ Ωβηδ ἑπτά
14 οὑ̃τοι υἱοὶ Αβιχαιλ υἱου̃ Ουρι υἱου̃ Ιδαι υἱου̃ Γαλααδ υἱου̃ Μιχαηλ υἱου̃ Ισαι υἱου̃ Ιουρι υἱου̃ Ζαβουχαμ
15 υἱου̃ Αβδιηλ υἱου̃ Γουνι ἄρχων οἴκου πατριω̃ν
16 κατώ̨κουν ἐν Γαλααδ ἐν Βασαν καὶ ἐν ται̃ς κώμαις αὐτω̃ν καὶ πάντα τὰ περίχωρα Σαρων ἕως ἐξόδου
17 πάντων ὁ καταλοχισμὸς ἐν ἡμέραις Ιωαθαμ βασιλέως Ιουδα καὶ ἐν ἡμέραις Ιεροβοαμ βασιλέως Ισραηλ
18 υἱοὶ Ρουβην καὶ Γαδ καὶ ἥμισυ φυλη̃ς Μανασση ἐξ υἱω̃ν δυνάμεως ἄνδρες αἴροντες ἀσπίδας καὶ μάχαιραν καὶ τείνοντες τόξον καὶ δεδιδαγμένοι πόλεμον τεσσαράκοντα καὶ τέσσαρες χιλιάδες καὶ ἑπτακόσιοι καὶ ἑξήκοντα ἐκπορευόμενοι εἰς παράταξιν
19 καὶ ἐποίουν πόλεμον μετὰ τω̃ν Αγαρηνω̃ν καὶ Ιτουραίων καὶ Ναφισαίων καὶ Ναδαβαίων
20 καὶ κατίσχυσαν ἐπ' αὐτω̃ν καὶ ἐδόθησαν εἰς χει̃ρας αὐτω̃ν οἱ Αγαραι̃οι καὶ πάντα τὰ σκηνώματα αὐτω̃ν ὅτι πρὸς τὸν θεὸν ἐβόησαν ἐν τω̨̃ πολέμω̨ καὶ ἐπήκουσεν αὐτοι̃ς ὅτι ἤλπισαν ἐπ' αὐτόν
21 καὶ ἠ̨χμαλώτευσαν τὴν ἀποσκευὴν αὐτω̃ν καμήλους πεντακισχιλίας καὶ προβάτων διακοσίας πεντήκοντα χιλιάδας ὄνους δισχιλίους καὶ ψυχὰς ἀνδρω̃ν ἑκατὸν χιλιάδας
22 ὅτι τραυματίαι πολλοὶ ἔπεσον ὅτι παρὰ του̃ θεου̃ ὁ πόλεμος καὶ κατώ̨κησαν ἀντ' αὐτω̃ν ἕως τη̃ς μετοικεσίας
23 καὶ οἱ ἡμίσεις φυλη̃ς Μανασση κατώ̨κησαν ἐν τη̨̃ γη̨̃ ἀπὸ Βασαν ἕως Βααλερμων καὶ Σανιρ καὶ ὄρος Αερμων καὶ ἐν τω̨̃ Λιβάνω̨ αὐτοὶ ἐπλεονάσθησαν
24 καὶ οὑ̃τοι ἀρχηγοὶ οἴκου πατριω̃ν αὐτω̃ν Οφερ καὶ Ισεϊ καὶ Ελιηλ καὶ Εσδριηλ καὶ Ιερμια καὶ Ωδουια καὶ Ιεδιηλ ἄνδρες ἰσχυροὶ δυνάμει ἄνδρες ὀνομαστοί ἄρχοντες τω̃ν οἴκων πατριω̃ν αὐτω̃ν
25 καὶ ἠθέτησαν ἐν θεω̨̃ πατέρων αὐτω̃ν καὶ ἐπόρνευσαν ὀπίσω θεω̃ν λαω̃ν τη̃ς γη̃ς οὓς ἐξη̃ρεν ὁ θεὸς ἀπὸ προσώπου αὐτω̃ν
26 καὶ ἐπήγειρεν ὁ θεὸς Ισραηλ τὸ πνευ̃μα Φαλωχ βασιλέως Ασσουρ καὶ τὸ πνευ̃μα Θαγλαθφαλνασαρ βασιλέως Ασσουρ καὶ μετώ̨κισεν τὸν Ρουβην καὶ τὸν Γαδδι καὶ τὸ ἥμισυ φυλη̃ς Μανασση καὶ ἤγαγεν αὐτοὺς εἰς Χαλαχ καὶ Χαβωρ καὶ ἐπὶ ποταμὸν Γωζαν ἕως τη̃ς ἡμέρας ταύτης

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α, κεφαλίς 6

1 υἱοὶ Λευι Γεδσων Κααθ καὶ Μεραρι
2 καὶ υἱοὶ Κααθ Αμβραμ καὶ Ισσααρ Χεβρων καὶ Οζιηλ
3 καὶ υἱοὶ Αμβραμ Ααρων καὶ Μωυση̃ς καὶ Μαριαμ καὶ υἱοὶ Ααρων Ναδαβ καὶ Αβιουδ Ελεαζαρ καὶ Ιθαμαρ
4 Ελεαζαρ ἐγέννησεν τὸν Φινεες Φινεες ἐγέννησεν τὸν Αβισου
5 Αβισου ἐγέννησεν τὸν Βωκαι Βωκαι ἐγέννησεν τὸν Οζι
6 Οζι ἐγέννησε τὸν Ζαραια Ζαραια ἐγέννησεν τὸν Μαριηλ
7 καὶ Μαριηλ ἐγέννησεν τὸν Αμαρια καὶ Αμαρια ἐγέννησεν τὸν Αχιτωβ
8 καὶ Αχιτωβ ἐγέννησεν τὸν Σαδωκ καὶ Σαδωκ ἐγέννησεν τὸν Αχιμαας
9 καὶ Αχιμαας ἐγέννησεν τὸν Αζαρια καὶ Αζαριας ἐγέννησεν τὸν Ιωαναν
10 καὶ Ιωανας ἐγέννησεν τὸν Αζαριαν οὑ̃τος ἱεράτευσεν ἐν τω̨̃ οἴκω̨ ὡ̨̃ ὠ̨κοδόμησεν Σαλωμων ἐν Ιερουσαλημ
11 καὶ ἐγέννησεν Αζαρια τὸν Αμαρια καὶ Αμαρια ἐγέννησεν τὸν Αχιτωβ
12 καὶ Αχιτωβ ἐγέννησεν τὸν Σαδωκ καὶ Σαδωκ ἐγέννησεν τὸν Σαλωμ
13 καὶ Σαλωμ ἐγέννησεν τὸν Χελκιαν καὶ Χελκιας ἐγέννησεν τὸν Αζαρια
14 καὶ Αζαριας ἐγέννησεν τὸν Σαραια καὶ Σαραιας ἐγέννησεν τὸν Ιωσαδακ
15 καὶ Ιωσαδακ ἐπορεύθη ἐν τη̨̃ μετοικία̨ μετὰ Ιουδα καὶ Ιερουσαλημ ἐν χειρὶ Ναβουχοδονοσορ
16 υἱοὶ Λευι Γεδσων Κααθ καὶ Μεραρι
17 καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν υἱω̃ν Γεδσων Λοβενι καὶ Σεμεϊ
18 υἱοὶ Κααθ Αμβραμ καὶ Ισσααρ Χεβρων καὶ Οζιηλ
19 υἱοὶ Μεραρι Μοολι καὶ Ομουσι καὶ αὑ̃ται αἱ πατριαὶ του̃ Λευι κατὰ πατριὰς αὐτω̃ν
20 τω̨̃ Γεδσων τω̨̃ Λοβενι υἱω̨̃ αὐτου̃ Ιεεθ υἱὸς αὐτου̃ Ζεμμα υἱὸς αὐτου̃
21 Ιωαχ υἱὸς αὐτου̃ Αδδι υἱὸς αὐτου̃ Ζαρα υἱὸς αὐτου̃ Ιεθρι υἱὸς αὐτου̃
22 υἱοὶ Κααθ Αμιναδαβ υἱὸς αὐτου̃ Κορε υἱὸς αὐτου̃ Ασιρ υἱὸς αὐτου̃
23 Ελκανα υἱὸς αὐτου̃ καὶ Αβιασαφ υἱὸς αὐτου̃ Ασιρ υἱὸς αὐτου̃
24 Θααθ υἱὸς αὐτου̃ Ουριηλ υἱὸς αὐτου̃ Οζια υἱὸς αὐτου̃ Σαουλ υἱὸς αὐτου̃
25 καὶ υἱοὶ Ελκανα Αμασι καὶ Αχιμωθ
26 Ελκανα υἱὸς αὐτου̃ Σουφι υἱὸς αὐτου̃ καὶ Νααθ υἱὸς αὐτου̃
27 Ελιαβ υἱὸς αὐτου̃ Ιδαερ υἱὸς αὐτου̃ Ελκανα υἱὸς αὐτου̃
28 υἱοὶ Σαμουηλ ὁ πρωτότοκος Σανι καὶ Αβια
29 υἱοὶ Μεραρι Μοολι Λοβενι υἱὸς αὐτου̃ Σεμεϊ υἱὸς αὐτου̃ Οζα υἱὸς αὐτου̃
30 Σομεα υἱὸς αὐτου̃ Αγγια υἱὸς αὐτου̃ Ασαια υἱὸς αὐτου̃
31 καὶ οὑ̃τοι οὓς κατέστησεν Δαυιδ ἐπὶ χει̃ρας ἀ̨δόντων ἐν οἴκω̨ κυρίου ἐν τη̨̃ καταπαύσει τη̃ς κιβωτου̃
32 καὶ ἠ̃σαν λειτουργου̃ντες ἐναντίον τη̃ς σκηνη̃ς οἴκου μαρτυρίου ἐν ὀργάνοις ἕως οὑ̃ ὠ̨κοδόμησεν Σαλωμων τὸν οἰ̃κον κυρίου ἐν Ιερουσαλημ καὶ ἔστησαν κατὰ τὴν κρίσιν αὐτω̃ν ἐπὶ τὰς λειτουργίας αὐτω̃ν
33 καὶ οὑ̃τοι οἱ ἑστηκότες καὶ οἱ υἱοὶ αὐτω̃ν ἐκ τω̃ν υἱω̃ν του̃ Κααθ Αιμαν ὁ ψαλτω̨δὸς υἱὸς Ιωηλ υἱου̃ Σαμουηλ
34 υἱου̃ Ελκανα υἱου̃ Ηδαδ υἱου̃ Ελιηλ υἱου̃ Θιε
35 υἱου̃ Σουφ υἱου̃ Ελκανα υἱου̃ Μεθ υἱου̃ Αμασιου
36 υἱου̃ Ελκανα υἱου̃ Ιωηλ υἱου̃ Αζαρια υἱου̃ Σαφανια
37 υἱου̃ Θααθ υἱου̃ Ασιρ υἱου̃ Αβιασαφ υἱου̃ Κορε
38 υἱου̃ Ισσααρ υἱου̃ Κααθ υἱου̃ Λευι υἱου̃ Ισραηλ
39 καὶ ἀδελφὸς αὐτου̃ Ασαφ ὁ ἑστηκὼς ἐν δεξια̨̃ αὐτου̃ Ασαφ υἱὸς Βαραχια υἱου̃ Σαμαα
40 υἱου̃ Μιχαηλ υἱου̃ Μαασια υἱου̃ Μελχια
41 υἱου̃ Αθανι υἱου̃ Ζαραι υἱου̃ Αδια
42 υἱου̃ Αιθαν υἱου̃ Ζαμμα υἱου̃ Σεμεϊ
43 υἱου̃ Ηχα υἱου̃ Γεδσων υἱου̃ Λευι
44 καὶ υἱοὶ Μεραρι ἀδελφου̃ αὐτω̃ν ἐξ ἀριστερω̃ν Αιθαν υἱὸς Κισαι υἱου̃ Αβδι υἱου̃ Μαλωχ
45 υἱου̃ Ασεβι υἱου̃ Αμεσσια υἱου̃ Χελκιου
46 υἱου̃ Αμασαι υἱου̃ Βανι υἱου̃ Σεμμηρ
47 υἱου̃ Μοολι υἱου̃ Μουσι υἱου̃ Μεραρι υἱου̃ Λευι
48 καὶ ἀδελφοὶ αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν οἱ Λευι̃ται δεδομένοι εἰς πα̃σαν ἐργασίαν λειτουργίας σκηνη̃ς οἴκου του̃ θεου̃
49 καὶ Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ θυμιω̃ντες ἐπὶ τὸ θυσιαστήριον τω̃ν ὁλοκαυτωμάτων καὶ ἐπὶ τὸ θυσιαστήριον τω̃ν θυμιαμάτων εἰς πα̃σαν ἐργασίαν ἅγια τω̃ν ἁγίων καὶ ἐξιλάσκεσθαι περὶ Ισραηλ κατὰ πάντα ὅσα ἐνετείλατο Μωυση̃ς παι̃ς του̃ θεου̃
50 καὶ οὑ̃τοι υἱοὶ Ααρων Ελεαζαρ υἱὸς αὐτου̃ Φινεες υἱὸς αὐτου̃ Αβισου υἱὸς αὐτου̃
51 Βωκαι υἱὸς αὐτου̃ Οζι υἱὸς αὐτου̃ Ζαραια υἱὸς αὐτου̃
52 Μαριηλ υἱὸς αὐτου̃ Αμαρια υἱὸς αὐτου̃ Αχιτωβ υἱὸς αὐτου̃
53 Σαδωκ υἱὸς αὐτου̃ Αχιμαας υἱὸς αὐτου̃
54 καὶ αὑ̃ται αἱ κατοικίαι αὐτω̃ν ἐν ται̃ς κώμαις αὐτω̃ν ἐν τοι̃ς ὁρίοις αὐτω̃ν τοι̃ς υἱοι̃ς Ααρων τη̨̃ πατρια̨̃ του̃ Κααθι ὅτι αὐτοι̃ς ἐγένετο ὁ κλη̃ρος
55 καὶ ἔδωκαν αὐτοι̃ς τὴν Χεβρων ἐν γη̨̃ Ιουδα καὶ τὰ περισπόρια αὐτη̃ς κύκλω̨ αὐτη̃ς
56 καὶ τὰ πεδία τη̃ς πόλεως καὶ τὰς κώμας αὐτη̃ς ἔδωκαν τω̨̃ Χαλεβ υἱω̨̃ Ιεφοννη
57 καὶ τοι̃ς υἱοι̃ς Ααρων ἔδωκαν τὰς πόλεις τω̃ν φυγαδευτηρίων τὴν Χεβρων καὶ τὴν Λοβνα καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Σελνα καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Εσθαμω καὶ τὰ περισπόρια αὐτη̃ς
58 καὶ τὴν Ιεθθαρ καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Δαβιρ καὶ τὰ περισπόρια αὐτη̃ς
59 καὶ τὴν Ασαν καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Ατταν καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Βασαμυς καὶ τὰ περισπόρια αὐτη̃ς
60 καὶ ἐκ φυλη̃ς Βενιαμιν τὴν Γαβεε καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Γαλεμεθ καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Αγχωχ καὶ τὰ περισπόρια αὐτη̃ς πα̃σαι αἱ πόλεις αὐτω̃ν τρισκαίδεκα πόλεις κατὰ πατριὰς αὐτω̃ν
61 καὶ τοι̃ς υἱοι̃ς Κααθ τοι̃ς καταλοίποις ἐκ τω̃ν πατριω̃ν ἐκ τη̃ς φυλη̃ς ἐκ του̃ ἡμίσους φυλη̃ς Μανασση κλήρω̨ πόλεις δέκα
62 καὶ τοι̃ς υἱοι̃ς Γεδσων κατὰ πατριὰς αὐτω̃ν ἐκ φυλη̃ς Ισσαχαρ ἐκ φυλη̃ς Ασηρ ἐκ φυλη̃ς Νεφθαλι ἐκ φυλη̃ς Μανασση ἐν τη̨̃ Βασαν πόλεις τρισκαίδεκα
63 καὶ τοι̃ς υἱοι̃ς Μεραρι κατὰ πατριὰς αὐτω̃ν ἐκ φυλη̃ς Ρουβην ἐκ φυλη̃ς Γαδ ἐκ φυλη̃ς Ζαβουλων κλήρω̨ πόλεις δέκα δύο
64 καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ τοι̃ς Λευίταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτω̃ν
65 καὶ ἔδωκαν ἐν κλήρω̨ ἐκ φυλη̃ς υἱω̃ν Ιουδα καὶ ἐκ φυλη̃ς υἱω̃ν Συμεων τὰς πόλεις ταύτας ἃς ἐκάλεσεν αὐτὰς ἐπ' ὀνόματος
66 καὶ ἀπὸ τω̃ν πατριω̃ν υἱω̃ν Κααθ καὶ ἐγένοντο πόλεις τω̃ν ὁρίων αὐτω̃ν ἐκ φυλη̃ς Εφραιμ
67 καὶ ἔδωκαν αὐτω̨̃ τὰς πόλεις τω̃ν φυγαδευτηρίων τὴν Συχεμ καὶ τὰ περισπόρια αὐτη̃ς ἐν ὄρει Εφραιμ καὶ τὴν Γαζερ καὶ τὰ περισπόρια αὐτη̃ς
68 καὶ τὴν Ιεκμααμ καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Βαιθωρων καὶ τὰ περισπόρια αὐτη̃ς
69 καὶ τὴν Εγλαμ καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Γεθρεμμων καὶ τὰ περισπόρια αὐτη̃ς
70 καὶ ἀπὸ του̃ ἡμίσους φυλη̃ς Μανασση τὴν Αναρ καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Ιεβλααμ καὶ τὰ περισπόρια αὐτη̃ς κατὰ πατριὰν τοι̃ς υἱοι̃ς Κααθ τοι̃ς καταλοίποις
71 τοι̃ς υἱοι̃ς Γεδσων ἀπὸ πατριω̃ν ἡμίσους φυλη̃ς Μανασση τὴν Γωλαν ἐκ τη̃ς Βασαν καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Ασηρωθ καὶ τὰ περισπόρια αὐτη̃ς
72 καὶ ἐκ φυλη̃ς Ισσαχαρ τὴν Κεδες καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Δεβερι καὶ τὰ περισπόρια αὐτη̃ς
73 καὶ τὴν Δαβωρ καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Αναμ καὶ τὰ περισπόρια αὐτη̃ς
74 καὶ ἐκ φυλη̃ς Ασηρ τὴν Μασαλ καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Αβαραν καὶ τὰ περισπόρια αὐτη̃ς
75 καὶ τὴν Ικακ καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Ροωβ καὶ τὰ περισπόρια αὐτη̃ς
76 καὶ ἀπὸ φυλη̃ς Νεφθαλι τὴν Κεδες ἐν τη̨̃ Γαλιλαία̨ καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Χαμωθ καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Καριαθαιμ καὶ τὰ περισπόρια αὐτη̃ς
77 τοι̃ς υἱοι̃ς Μεραρι τοι̃ς καταλοίποις ἐκ φυλη̃ς Ζαβουλων τὴν Ρεμμων καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Θαχχια καὶ τὰ περισπόρια αὐτη̃ς
78 καὶ ἐκ του̃ πέραν του̃ Ιορδάνου Ιεριχω κατὰ δυσμὰς του̃ Ιορδάνου ἐκ φυλη̃ς Ρουβην τὴν Βοσορ ἐν τη̨̃ ἐρήμω̨ καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Ιασα καὶ τὰ περισπόρια αὐτη̃ς
79 καὶ τὴν Καδημωθ καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Μωφααθ καὶ τὰ περισπόρια αὐτη̃ς
80 καὶ ἐκ φυλη̃ς Γαδ τὴν Ραμωθ Γαλααδ καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Μααναιμ καὶ τὰ περισπόρια αὐτη̃ς
81 καὶ τὴν Εσεβων καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Ιαζηρ καὶ τὰ περισπόρια αὐτη̃ς

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α, κεφαλίς 7

1 καὶ τοι̃ς υἱοι̃ς Ισσαχαρ Θωλα καὶ Φουα καὶ Ιασουβ καὶ Σεμερων τέσσαρες
2 καὶ υἱοὶ Θωλα Οζι καὶ Ραφαια καὶ Ιεριηλ καὶ Ιεμου καὶ Ιεβασαμ καὶ Σαμουηλ ἄρχοντες οἴκων πατριω̃ν αὐτω̃ν τω̨̃ Θωλα ἰσχυροὶ δυνάμει κατὰ γενέσεις αὐτω̃ν ὁ ἀριθμὸς αὐτω̃ν ἐν ἡμέραις Δαυιδ εἴκοσι καὶ δύο χιλιάδες καὶ ἑξακόσιοι
3 καὶ υἱοὶ Οζι Ιεζρια καὶ υἱοὶ Ιεζρια Μιχαηλ καὶ Οβδια καὶ Ιωηλ καὶ Ιεσια πέντε ἄρχοντες πάντες
4 καὶ ἐπ' αὐτω̃ν κατὰ γενέσεις αὐτω̃ν κατ' οἴκους πατρικοὺς αὐτω̃ν ἰσχυροὶ παρατάξασθαι εἰς πόλεμον τριάκοντα καὶ ἓξ χιλιάδες ὅτι ἐπλήθυναν γυναι̃κας καὶ υἱούς
5 καὶ ἀδελφοὶ αὐτω̃ν εἰς πάσας πατριὰς Ισσαχαρ ἰσχυροὶ δυνάμει ὀγδοήκοντα καὶ ἑπτὰ χιλιάδες ὁ ἀριθμὸς αὐτω̃ν τω̃ν πάντων
6 βενιαμιν Βαλε καὶ Βαχιρ καὶ Ιαδιηλ τρει̃ς
7 καὶ υἱοὶ Βαλε Ασεβων καὶ Οζι καὶ Οζιηλ καὶ Ιεριμωθ καὶ Ουρι πέντε ἄρχοντες οἴκων πατρικω̃ν ἰσχυροὶ δυνάμει καὶ ὁ ἀριθμὸς αὐτω̃ν εἴκοσι καὶ δύο χιλιάδες καὶ τριάκοντα τέσσαρες
8 καὶ υἱοὶ Βαχιρ Ζαμαριας καὶ Ιωας καὶ Ελιεζερ καὶ Ελιθεναν καὶ Αμαρια καὶ Ιεριμωθ καὶ Αβιου καὶ Αναθωθ καὶ Γεμεεθ πάντες οὑ̃τοι υἱοὶ Βαχιρ
9 καὶ ὁ ἀριθμὸς αὐτω̃ν κατὰ γενέσεις αὐτω̃ν ἄρχοντες οἴκων πατριω̃ν αὐτω̃ν ἰσχυροὶ δυνάμει εἴκοσι χιλιάδες καὶ διακόσιοι
10 καὶ υἱοὶ Ιαδιηλ Βαλααν καὶ υἱοὶ Βαλααν Ιαους καὶ Βενιαμιν καὶ Αωθ καὶ Χανανα καὶ Ζαιθαν καὶ Ραμεσσαι καὶ Αχισααρ
11 πάντες οὑ̃τοι υἱοὶ Ιαδιηλ ἄρχοντες τω̃ν πατριω̃ν ἰσχυροὶ δυνάμει ἑπτακαίδεκα χιλιάδες καὶ διακόσιοι ἐκπορευόμενοι δυνάμει του̃ πολεμει̃ν
12 καὶ Σαπφιν καὶ Απφιν καὶ υἱοὶ Ραωμ υἱὸς αὐτου̃ Αερ
13 υἱοὶ Νεφθαλι Ιασιηλ καὶ Γωνι καὶ Ισσιηρ καὶ Σαλωμ υἱοὶ Βαλαα
14 υἱοὶ Μανασση Ασεριηλ ὃν ἔτεκεν ἡ παλλακὴ αὐτου̃ ἡ Σύρα ἔτεκεν τὸν Μαχιρ πατέρα Γαλααδ
15 καὶ Μαχιρ ἔλαβεν γυναι̃κα τω̨̃ Αμφιν καὶ Μαμφιν καὶ ὄνομα ἀδελφη̃ς αὐτου̃ Μοωχα καὶ ὄνομα τω̨̃ δευτέρω̨ Σαλπααδ καὶ ἐγεννήθησαν τω̨̃ Σαλπααδ θυγατέρες
16 καὶ ἔτεκεν Μοωχα γυνὴ Μαχιρ υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Φαρες καὶ ὄνομα ἀδελφου̃ αὐτου̃ Σορος υἱὸς αὐτου̃ Ουλαμ
17 καὶ υἱοὶ Ουλαμ Βαδαν οὑ̃τοι υἱοὶ Γαλααδ υἱου̃ Μαχιρ υἱου̃ Μανασση
18 καὶ ἀδελφὴ αὐτου̃ ἡ Μαλεχεθ ἔτεκεν τὸν Ισαδεκ καὶ τὸν Αβιεζερ καὶ τὸν Μαελα
19 καὶ ἠ̃σαν υἱοὶ Σεμιρα Ιααιμ καὶ Συχεμ καὶ Λακεϊ καὶ Ανιαμ
20 καὶ υἱοὶ Εφραιμ Σωθαλα καὶ Βαραδ υἱὸς αὐτου̃ καὶ Θααθ υἱὸς αὐτου̃ Ελεαδα υἱὸς αὐτου̃ Νομεε υἱὸς αὐτου̃
21 Ζαβεδ υἱὸς αὐτου̃ Σωθελε υἱὸς αὐτου̃ καὶ Εζερ καὶ Ελεαδ καὶ ἀπέκτειναν αὐτοὺς ἄνδρες Γεθ οἱ τεχθέντες ἐν τη̨̃ γη̨̃ ὅτι κατέβησαν λαβει̃ν τὰ κτήνη αὐτω̃ν
22 καὶ ἐπένθησεν Εφραιμ πατὴρ αὐτω̃ν ἡμέρας πολλάς καὶ ἠ̃λθον ἀδελφοὶ αὐτου̃ του̃ παρακαλέσαι αὐτόν
23 καὶ εἰση̃λθεν πρὸς τὴν γυναι̃κα αὐτου̃ καὶ ἔλαβεν ἐν γαστρὶ καὶ ἔτεκεν υἱόν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Βαραγα ὅτι ἐν κακοι̃ς ἐγένετο ἐν οἴκω̨ μου
24 καὶ ἐν ἐκείνοις τοι̃ς καταλοίποις καὶ ὠ̨κοδόμησεν Βαιθωρων τὴν κάτω καὶ τὴν ἄνω καὶ υἱοὶ Οζαν Σεηρα
25 καὶ Ραφη υἱοὶ αὐτου̃ Ρασεφ καὶ Θαλε υἱοὶ αὐτου̃ Θαεν υἱὸς αὐτου̃
26 τω̨̃ Λααδαν υἱω̨̃ αὐτου̃ Αμιουδ υἱὸς αὐτου̃ Ελισαμα υἱὸς αὐτου̃
27 Νουμ υἱὸς αὐτου̃ Ιησουε υἱὸς αὐτου̃
28 καὶ κατάσχεσις αὐτω̃ν καὶ κατοικία αὐτω̃ν Βαιθηλ καὶ αἱ κω̃μαι αὐτη̃ς κατ' ἀνατολὰς Νααραν πρὸς δυσμαι̃ς Γαζερ καὶ αἱ κω̃μαι αὐτη̃ς καὶ Συχεμ καὶ αἱ κω̃μαι αὐτη̃ς ἕως Γαιαν καὶ αἱ κω̃μαι αὐτη̃ς
29 καὶ ἕως ὁρίων υἱω̃ν Μανασση Βαιθσααν καὶ αἱ κω̃μαι αὐτη̃ς Θααναχ καὶ αἱ κω̃μαι αὐτη̃ς καὶ Βαλαδ καὶ αἱ κω̃μαι αὐτη̃ς Μαγεδδω καὶ αἱ κω̃μαι αὐτη̃ς Δωρ καὶ αἱ κω̃μαι αὐτη̃ς ἐν ταύταις κατώ̨κησαν οἱ υἱοὶ Ιωσηφ υἱου̃ Ισραηλ
30 υἱοὶ Ασηρ Ιεμνα καὶ Ισουα καὶ Ισουι καὶ Βεριγα καὶ Σορε ἀδελφὴ αὐτω̃ν
31 καὶ υἱοὶ Βεριγα Χαβερ καὶ Μελχιηλ οὑ̃τος πατὴρ Βερζαιθ
32 καὶ Χαβερ ἐγέννησεν τὸν Ιαφαλητ καὶ τὸν Σαμηρ καὶ τὸν Χωθαμ καὶ τὴν Σωλα ἀδελφὴν αὐτω̃ν
33 καὶ υἱοὶ Ιαφαλητ Φεσηχι Βαμαηλ καὶ Ασιθ οὑ̃τοι υἱοὶ Ιαφαλητ
34 καὶ υἱοὶ Σεμμηρ Αχιουραογα καὶ Οβα καὶ Αραμ
35 καὶ Βανηελαμ ἀδελφοὶ αὐτου̃ Σωφα καὶ Ιμανα καὶ Σελλης καὶ Αμαλ
36 υἱοὶ Σωφα Χουχι Αρναφαρ καὶ Σουαλ καὶ Βαρι καὶ Ιμαρη
37 Σοβαλ καὶ Ωδ καὶ Σεμμα καὶ Σαλισα καὶ Ιεθραν καὶ Βεηρα
38 καὶ υἱοὶ Ιεθερ Ιφινα καὶ Φασφα καὶ Αρα
39 καὶ υἱοὶ Ωλα Ορεχ Ανιηλ καὶ Ρασια
40 πάντες οὑ̃τοι υἱοὶ Ασηρ πάντες ἄρχοντες πατριω̃ν ἐκλεκτοὶ ἰσχυροὶ δυνάμει ἄρχοντες ἡγούμενοι ἀριθμὸς αὐτω̃ν εἰς παράταξιν του̃ πολεμει̃ν ἀριθμὸς αὐτω̃ν ἄνδρες εἴκοσι ἓξ χιλιάδες

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α, κεφαλίς 8

1 καὶ Βενιαμιν ἐγέννησεν τὸν Βαλε πρωτότοκον αὐτου̃ καὶ Ασβηλ τὸν δεύτερον Ααρα τὸν τρίτον
2 Νωα τὸν τέταρτον καὶ Ραφη τὸν πέμπτον
3 καὶ ἠ̃σαν υἱοὶ τω̨̃ Βαλε Αδερ καὶ Γηρα καὶ Αβιουδ
4 καὶ Αβισουε καὶ Νοομα καὶ Αχια
5 καὶ Γηρα καὶ Σωφαρφακ καὶ Ωιμ
6 οὑ̃τοι υἱοὶ Αωδ οὑ̃τοί εἰσιν ἄρχοντες πατριω̃ν τοι̃ς κατοικου̃σιν Γαβεε καὶ μετώ̨κισαν αὐτοὺς εἰς Μαναχαθι
7 καὶ Νοομα καὶ Αχια καὶ Γηρα οὑ̃τος ιγλααμ καὶ ἐγέννησεν τὸν Ναανα καὶ τὸν Αχιχωδ
8 καὶ Σααρημ ἐγέννησεν ἐν τω̨̃ πεδίω̨ Μωαβ μετὰ τὸ ἀποστει̃λαι αὐτὸν Ωσιμ καὶ τὴν Βααδα γυναι̃κα αὐτου̃
9 καὶ ἐγέννησεν ἐκ τη̃ς Αδα γυναικὸς αὐτου̃ τὸν Ιωβαβ καὶ τὸν Σεβια καὶ τὸν Μισα καὶ τὸν Μελχαμ
10 καὶ τὸν Ιαως καὶ τὸν Σαβια καὶ τὸν Μαρμα οὑ̃τοι ἄρχοντες πατριω̃ν
11 καὶ ἐκ τη̃ς Ωσιμ ἐγέννησεν τὸν Αβιτωβ καὶ τὸν Αλφααλ
12 καὶ υἱοὶ Αλφααλ Ωβηδ Μεσσααμ Σεμμηρ οὑ̃τος ὠ̨κοδόμησεν τὴν Ωνω καὶ τὴν Λοδ καὶ τὰς κώμας αὐτη̃ς
13 καὶ Βεριγα καὶ Σαμα οὑ̃τοι ἄρχοντες τω̃ν πατριω̃ν τοι̃ς κατοικου̃σιν Αιλαμ καὶ οὑ̃τοι ἐξεδίωξαν τοὺς κατοικου̃ντας Γεθ
14 καὶ ἀδελφὸς αὐτου̃ Σωσηκ καὶ Ιαριμωθ
15 καὶ Ζαβαδια καὶ Ωρηρ καὶ Ωδηδ
16 καὶ Μιχαηλ καὶ Ιεσφα καὶ Ιωχα υἱοὶ Βαριγα
17 καὶ Ζαβαδια καὶ Μοσολλαμ καὶ Αζακι καὶ Αβαρ
18 καὶ Ισαμαρι καὶ Ιεζλια καὶ Ιωβαβ υἱοὶ Ελφααλ
19 καὶ Ιακιμ καὶ Ζεχρι καὶ Ζαβδι
20 καὶ Ελιωηναι καὶ Σαλθι καὶ Ελιηλι
21 καὶ Αδαια καὶ Βαραια καὶ Σαμαραθ υἱοὶ Σαμαϊ
22 καὶ Ισφαν καὶ Ωβηδ καὶ Ελεηλ
23 καὶ Αβαδων καὶ Ζεχρι καὶ Αναν
24 καὶ Ανανια καὶ Αμβρι καὶ Αιλαμ καὶ Αναθωθια
25 καὶ Αθιν καὶ Ιεφερια καὶ Φελιηλ υἱοὶ Σωσηκ
26 καὶ Σαμσαρια καὶ Σααρια καὶ Ογοθολια
27 καὶ Ιαρασια καὶ Ηλια καὶ Ζεχρι υἱοὶ Ιρααμ
28 οὑ̃τοι ἄρχοντες πατριω̃ν κατὰ γενέσεις αὐτω̃ν ἄρχοντες οὑ̃τοι κατώ̨κησαν ἐν Ιερουσαλημ
29 καὶ ἐν Γαβαων κατώ̨κησεν πατὴρ Γαβαων καὶ ὄνομα γυναικὶ αὐτου̃ Μααχα
30 καὶ υἱὸς αὐτη̃ς ὁ πρωτότοκος Αβαδων καὶ Σουρ καὶ Κις καὶ Βααλ καὶ Νηρ καὶ Ναδαβ
31 καὶ Γεδουρ καὶ ἀδελφὸς αὐτου̃ καὶ Ζαχουρ καὶ Μακαλωθ
32 καὶ Μακαλωθ ἐγέννησεν τὸν Σεμαα καὶ γὰρ οὑ̃τοι κατέναντι τω̃ν ἀδελφω̃ν αὐτω̃ν κατώ̨κησαν ἐν Ιερουσαλημ μετὰ τω̃ν ἀδελφω̃ν αὐτω̃ν
33 καὶ Νηρ ἐγέννησεν τὸν Κις καὶ Κις ἐγέννησεν τὸν Σαουλ καὶ Σαουλ ἐγέννησεν τὸν Ιωναθαν καὶ τὸν Μελχισουε καὶ τὸν Αμιναδαβ καὶ τὸν Ασαβαλ
34 καὶ υἱοὶ Ιωναθαν Μεριβααλ καὶ Μεριβααλ ἐγέννησεν τὸν Μιχια
35 καὶ υἱοὶ Μιχια Φιθων καὶ Μελχηλ καὶ Θερεε καὶ Αχαζ
36 καὶ Αχαζ ἐγέννησεν τὸν Ιωιαδα καὶ Ιωιαδα ἐγέννησεν τὸν Γαλεμαθ καὶ τὸν Ασμωθ καὶ τὸν Ζαμβρι καὶ Ζαμβρι ἐγέννησεν τὸν Μαισα
37 καὶ Μαισα ἐγέννησεν τὸν Βαανα Ραφαια υἱὸς αὐτου̃ Ελασα υἱὸς αὐτου̃ Εσηλ υἱὸς αὐτου̃
38 καὶ τω̨̃ Εσηλ ἓξ υἱοί καὶ ταυ̃τα τὰ ὀνόματα αὐτω̃ν Εζρικαμ πρωτότοκος αὐτου̃ καὶ Ισμαηλ καὶ Σαραια καὶ Αβδια καὶ Αναν πάντες οὑ̃τοι υἱοὶ Εσηλ
39 καὶ υἱοὶ Ασηλ ἀδελφου̃ αὐτου̃ Αιλαμ πρωτότοκος αὐτου̃ καὶ Ιαις ὁ δεύτερος Ελιφαλετ ὁ τρίτος
40 καὶ ἠ̃σαν υἱοὶ Αιλαμ ἰσχυροὶ ἄνδρες δυνάμει τείνοντες τόξον καὶ πληθύνοντες υἱοὺς καὶ υἱοὺς τω̃ν υἱω̃ν ἑκατὸν πεντήκοντα πάντες οὑ̃τοι ἐξ υἱω̃ν Βενιαμιν

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α, κεφαλίς 9

1 καὶ πα̃ς Ισραηλ ὁ συλλοχισμὸς αὐτω̃ν καὶ οὑ̃τοι καταγεγραμμένοι ἐν βιβλίω̨ τω̃ν βασιλέων Ισραηλ καὶ Ιουδα μετὰ τω̃ν ἀποικισθέντων εἰς Βαβυλω̃να ἐν ται̃ς ἀνομίαις αὐτω̃ν
2 καὶ οἱ κατοικου̃ντες πρότερον ἐν ται̃ς κατασχέσεσιν αὐτω̃ν ἐν ται̃ς πόλεσιν Ισραηλ οἱ ἱερει̃ς οἱ Λευι̃ται καὶ οἱ δεδομένοι
3 καὶ ἐν Ιερουσαλημ κατώ̨κησαν ἀπὸ τω̃ν υἱω̃ν Ιουδα καὶ ἀπὸ τω̃ν υἱω̃ν Βενιαμιν καὶ ἀπὸ τω̃ν υἱω̃ν Εφραιμ καὶ Μανασση
4 Γωθι υἱὸς Αμμιουδ υἱου̃ Αμρι υἱου̃ υἱω̃ν Φαρες υἱου̃ Ιουδα
5 καὶ ἐκ τω̃ν Σηλωνι Ασαια πρωτότοκος αὐτου̃ καὶ υἱοὶ αὐτου̃
6 ἐκ τω̃ν υἱω̃ν Ζαρα Ιιηλ καὶ ἀδελφοὶ αὐτω̃ν ἑξακόσιοι καὶ ἐνενήκοντα
7 καὶ ἐκ τω̃ν υἱω̃ν Βενιαμιν Σαλω υἱὸς Μοσολλαμ υἱου̃ Ωδουια υἱου̃ Σαναα
8 καὶ Ιβαναα υἱὸς Ιρααμ καὶ οὑ̃τοι υἱοὶ Οζι υἱου̃ Μαχιρ καὶ Μασσαλημ υἱὸς Σαφατια υἱου̃ Ραγουηλ υἱου̃ Βαναια
9 καὶ ἀδελφοὶ αὐτω̃ν κατὰ γενέσεις αὐτω̃ν ἐννακόσιοι πεντήκοντα ἕξ πάντες οἱ ἄνδρες ἄρχοντες πατριω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν
10 καὶ ἀπὸ τω̃ν ἱερέων Ιωδαε καὶ Ιωαριμ καὶ Ιαχιν
11 καὶ Αζαρια υἱὸς Χελκια υἱου̃ Μοσολλαμ υἱου̃ Σαδωκ υἱου̃ Μαραιωθ υἱου̃ Αχιτωβ ἡγούμενος οἴκου του̃ θεου̃
12 καὶ Αδαια υἱὸς Ιρααμ υἱου̃ Πασχωρ υἱου̃ Μαλχια καὶ Μαασαια υἱὸς Αδιηλ υἱου̃ Ιεδιου υἱου̃ Μοσολλαμ υἱου̃ Μασελμωθ υἱου̃ Εμμηρ
13 καὶ ἀδελφοὶ αὐτω̃ν ἄρχοντες οἴκων πατριω̃ν χίλιοι ἑπτακόσιοι ἑξήκοντα ἰσχυροὶ δυνάμει εἰς ἐργασίαν λειτουργίας οἴκου του̃ θεου̃
14 καὶ ἐκ τω̃ν Λευιτω̃ν Σαμαια υἱὸς Ασωβ υἱου̃ Εσρικαμ υἱου̃ Ασαβια ἐκ τω̃ν υἱω̃ν Μεραρι
15 καὶ Βακβακαρ καὶ Αρης καὶ Γαλαλ καὶ Μανθανιας υἱὸς Μιχα υἱου̃ Ζεχρι υἱου̃ Ασαφ
16 καὶ Αβδια υἱὸς Σαμια υἱου̃ Γαλαλ υἱου̃ Ιδιθων καὶ Βαραχια υἱὸς Οσσα υἱου̃ Ηλκανα ὁ κατοικω̃ν ἐν ται̃ς κώμαις Νετωφατι
17 οἱ πυλωροί Σαλωμ καὶ Ακουβ καὶ Ταλμαν καὶ Αιμαν καὶ ἀδελφοὶ αὐτω̃ν Σαλωμ ὁ ἄρχων
18 καὶ ἕως ταύτης ἐν τη̨̃ πύλη̨ του̃ βασιλέως κατ' ἀνατολάς αὑ̃ται αἱ πύλαι τω̃ν παρεμβολω̃ν υἱω̃ν Λευι
19 καὶ Σαλωμ υἱὸς Κωρη υἱου̃ Αβιασαφ υἱου̃ Κορε καὶ οἱ ἀδελφοὶ αὐτου̃ εἰς οἰ̃κον πατρὸς αὐτου̃ οἱ Κορι̃ται ἐπὶ τω̃ν ἔργων τη̃ς λειτουργίας φυλάσσοντες τὰς φυλακὰς τη̃ς σκηνη̃ς καὶ πατέρες αὐτω̃ν ἐπὶ τη̃ς παρεμβολη̃ς κυρίου φυλάσσοντες τὴν εἴσοδον
20 καὶ Φινεες υἱὸς Ελεαζαρ ἡγούμενος ἠ̃ν ἐπ' αὐτω̃ν ἔμπροσθεν καὶ οὑ̃τοι μετ' αὐτου̃
21 Ζαχαριας υἱὸς Μασαλαμι πυλωρὸς τη̃ς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου
22 πάντες οἱ ἐκλεκτοὶ ται̃ς πύλαις ἐν ται̃ς πύλαις διακόσιοι καὶ δέκα δύο οὑ̃τοι ἐν ται̃ς αὐλαι̃ς αὐτω̃ν ὁ καταλοχισμὸς αὐτω̃ν τούτους ἔστησεν Δαυιδ καὶ Σαμουηλ ὁ βλέπων τη̨̃ πίστει αὐτω̃ν
23 καὶ οὑ̃τοι καὶ οἱ υἱοὶ αὐτω̃ν ἐπὶ τω̃ν πυλω̃ν ἐν οἴκω̨ κυρίου ἐν οἴκω̨ τη̃ς σκηνη̃ς του̃ φυλάσσειν
24 κατὰ τοὺς τέσσαρας ἀνέμους ἠ̃σαν αἱ πύλαι κατ' ἀνατολάς θάλασσαν βορρα̃ν νότον
25 καὶ ἀδελφοὶ αὐτω̃ν ἐν ται̃ς αὐλαι̃ς αὐτω̃ν του̃ εἰσπορεύεσθαι κατὰ ἑπτὰ ἡμέρας ἀπὸ καιρου̃ εἰς καιρὸν μετὰ τούτων
26 ὅτι ἐν πίστει εἰσὶν τέσσαρες δυνατοὶ τω̃ν πυλω̃ν οἱ Λευι̃ται ἠ̃σαν ἐπὶ τω̃ν παστοφορίων καὶ ἐπὶ τω̃ν θησαυρω̃ν οἴκου του̃ θεου̃
27 καὶ περικύκλω̨ οἴκου του̃ θεου̃ παρεμβαλου̃σιν ὅτι ἐπ' αὐτοὺς φυλακή καὶ οὑ̃τοι ἐπὶ τω̃ν κλειδω̃ν τὸ πρωὶ πρωὶ ἀνοίγειν τὰς θύρας του̃ ἱερου̃
28 καὶ ἐξ αὐτω̃ν ἐπὶ τὰ σκεύη τη̃ς λειτουργίας ὅτι ἐν ἀριθμω̨̃ εἰσοίσουσιν αὐτὰ καὶ ἐν ἀριθμω̨̃ ἐξοίσουσιν αὐτά
29 καὶ ἐξ αὐτω̃ν καθεσταμένοι ἐπὶ τὰ σκεύη καὶ ἐπὶ πάντα τὰ σκεύη τὰ ἅγια καὶ ἐπὶ τη̃ς σεμιδάλεως του̃ οἴνου του̃ ἐλαίου του̃ λιβανωτου̃ καὶ τω̃ν ἀρωμάτων
30 καὶ ἀπὸ τω̃ν υἱω̃ν τω̃ν ἱερέων ἠ̃σαν μυρεψοὶ του̃ μύρου καὶ εἰς τὰ ἀρώματα
31 καὶ Ματταθιας ἐκ τω̃ν Λευιτω̃ν οὑ̃τος ὁ πρωτότοκος τω̨̃ Σαλωμ τω̨̃ Κορίτη̨ ἐν τη̨̃ πίστει ἐπὶ τὰ ἔργα τη̃ς θυσίας του̃ τηγάνου του̃ μεγάλου ἱερέως
32 καὶ Βαναιας ὁ Κααθίτης ἐκ τω̃ν ἀδελφω̃ν αὐτω̃ν ἐπὶ τω̃ν ἄρτων τη̃ς προθέσεως του̃ ἑτοιμάσαι σάββατον κατὰ σάββατον
33 καὶ οὑ̃τοι ψαλτω̨δοὶ ἄρχοντες τω̃ν πατριω̃ν τω̃ν Λευιτω̃ν διατεταγμέναι ἐφημερίαι ὅτι ἡμέρα καὶ νὺξ ἐπ' αὐτοι̃ς ἐν τοι̃ς ἔργοις
34 οὑ̃τοι ἄρχοντες τω̃ν πατριω̃ν τω̃ν Λευιτω̃ν κατὰ γενέσεις αὐτω̃ν ἄρχοντες οὑ̃τοι κατώ̨κησαν ἐν Ιερουσαλημ
35 καὶ ἐν Γαβαων κατώ̨κησεν πατὴρ Γαβαων Ιιηλ καὶ ὄνομα γυναικὸς αὐτου̃ Μοωχα
36 καὶ υἱὸς αὐτου̃ ὁ πρωτότοκος Αβαδων καὶ Σιρ καὶ Κις καὶ Βααλ καὶ Νηρ καὶ Ναδαβ
37 καὶ Γεδουρ καὶ ἀδελφὸς καὶ Ζαχαρια καὶ Μακελλωθ
38 καὶ Μακελλωθ ἐγέννησεν τὸν Σαμαα καὶ οὑ̃τοι ἐν μέσω̨ τω̃ν ἀδελφω̃ν αὐτω̃ν κατώ̨κησαν ἐν Ιερουσαλημ μετὰ τω̃ν ἀδελφω̃ν αὐτω̃ν
39 καὶ Νηρ ἐγέννησεν τὸν Κις καὶ Κις ἐγέννησεν τὸν Σαουλ καὶ Σαουλ ἐγέννησεν τὸν Ιωναθαν καὶ τὸν Μελχισουε καὶ τὸν Αμιναδαβ καὶ τὸν Ισβααλ
40 καὶ υἱὸς Ιωναθαν Μαριβααλ καὶ Μαριβααλ ἐγέννησεν τὸν Μιχα
41 καὶ υἱοὶ Μιχα Φαιθων καὶ Μαλαχ καὶ Θαραχ
42 καὶ Αχαζ ἐγέννησεν τὸν Ιαδα καὶ Ιαδα ἐγέννησεν τὸν Γαλεμεθ καὶ τὸν Γαζμωθ καὶ τὸν Ζαμβρι καὶ Ζαμβρι ἐγέννησεν τὸν Μασα
43 καὶ Μασα ἐγέννησεν τὸν Βαανα Ραφαια υἱὸς αὐτου̃ Ελεασα υἱὸς αὐτου̃ Εσηλ υἱὸς αὐτου̃
44 καὶ τω̨̃ Εσηλ ἓξ υἱοί καὶ ταυ̃τα τὰ ὀνόματα αὐτω̃ν Εσδρικαμ πρωτότοκος αὐτου̃ Ισμαηλ καὶ Σαρια καὶ Αβδια καὶ Αναν οὑ̃τοι υἱοὶ Εσηλ

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.