Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΣΟΦΊΑ ΣΑΛΩΜΩΝ, κεφαλίς 13

μάταιοι μὲν γὰρ πάντες ἄνθρωποι φύσει οἱ̃ς παρη̃ν θεου̃ ἀγνωσία καὶ ἐκ τω̃ν ὁρωμένων ἀγαθω̃ν οὐκ ἴσχυσαν εἰδέναι τὸν ὄντα οὔτε τοι̃ς ἔργοις προσέχοντες ἐπέγνωσαν τὸν τεχνίτην
ἀλλ' ἢ πυ̃ρ ἢ πνευ̃μα ἢ ταχινὸν ἀέρα ἢ κύκλον ἄστρων ἢ βίαιον ὕδωρ ἢ φωστη̃ρας οὐρανου̃ πρυτάνεις κόσμου θεοὺς ἐνόμισαν
ὡ̃ν εἰ μὲν τη̨̃ καλλονη̨̃ τερπόμενοι ταυ̃τα θεοὺς ὑπελάμβανον γνώτωσαν πόσω̨ τούτων ὁ δεσπότης ἐστὶ βελτίων ὁ γὰρ του̃ κάλλους γενεσιάρχης ἔκτισεν αὐτά
εἰ δὲ δύναμιν καὶ ἐνέργειαν ἐκπλαγέντες νοησάτωσαν ἀπ' αὐτω̃ν πόσω̨ ὁ κατασκευάσας αὐτὰ δυνατώτερός ἐστιν
ἐκ γὰρ μεγέθους καὶ καλλονη̃ς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτω̃ν θεωρει̃ται
ἀλλ' ὅμως ἐπὶ τούτοις μέμψις ἐστὶν ὀλίγη καὶ γὰρ αὐτοὶ τάχα πλανω̃νται θεὸν ζητου̃ντες καὶ θέλοντες εὑρει̃ν
ἐν γὰρ τοι̃ς ἔργοις αὐτου̃ ἀναστρεφόμενοι διερευνω̃σιν καὶ πείθονται τη̨̃ ὄψει ὅτι καλὰ τὰ βλεπόμενα
πάλιν δ' οὐδ' αὐτοὶ συγγνωστοί
εἰ γὰρ τοσου̃τον ἴσχυσαν εἰδέναι ἵνα δύνωνται στοχάσασθαι τὸν αἰω̃να τὸν τούτων δεσπότην πω̃ς τάχιον οὐχ εὑ̃ρον
10 ταλαίπωροι δὲ καὶ ἐν νεκροι̃ς αἱ ἐλπίδες αὐτω̃ν οἵτινες ἐκάλεσαν θεοὺς ἔργα χειρω̃ν ἀνθρώπων χρυσὸν καὶ ἄργυρον τέχνης ἐμμελέτημα καὶ ἀπεικάσματα ζώ̨ων ἢ λίθον ἄχρηστον χειρὸς ἔργον ἀρχαίας
11 εἰ δὲ καί τις ὑλοτόμος τέκτων εὐκίνητον φυτὸν ἐκπρίσας περιέξυσεν εὐμαθω̃ς πάντα τὸν φλοιὸν αὐτου̃ καὶ τεχνησάμενος εὐπρεπω̃ς κατεσκεύασεν χρήσιμον σκευ̃ος εἰς ὑπηρεσίαν ζωη̃ς
12 τὰ δὲ ἀποβλήματα τη̃ς ἐργασίας εἰς ἑτοιμασίαν τροφη̃ς ἀναλώσας ἐνεπλήσθη
13 τὸ δὲ ἐξ αὐτω̃ν ἀπόβλημα εἰς οὐθὲν εὔχρηστον ξύλον σκολιὸν καὶ ὄζοις συμπεφυκός λαβὼν ἔγλυψεν ἐν ἐπιμελεία̨ ἀργίας αὐτου̃ καὶ ἐμπειρία̨ συνέσεως ἐτύπωσεν αὐτό ἀπείκασεν αὐτὸ εἰκόνι ἀνθρώπου
14 ἢ ζώ̨ω̨ τινὶ εὐτελει̃ ὡμοίωσεν αὐτὸ καταχρίσας μίλτω̨ καὶ φύκει ἐρυθήνας χρόαν αὐτου̃ καὶ πα̃σαν κηλι̃δα τὴν ἐν αὐτω̨̃ καταχρίσας
15 καὶ ποιήσας αὐτω̨̃ αὐτου̃ ἄξιον οἴκημα ἐν τοίχω̨ ἔθηκεν αὐτὸ ἀσφαλισάμενος σιδήρω̨
16 ἵνα μὲν οὐ̃ν μὴ καταπέση̨ προενόησεν αὐτου̃ εἰδὼς ὅτι ἀδυνατει̃ ἑαυτω̨̃ βοηθη̃σαι καὶ γάρ ἐστιν εἰκὼν καὶ χρείαν ἔχει βοηθείας
17 περὶ δὲ κτημάτων καὶ γάμων αὐτου̃ καὶ τέκνων προσευχόμενος οὐκ αἰσχύνεται τω̨̃ ἀψύχω̨ προσλαλω̃ν καὶ περὶ μὲν ὑγιείας τὸ ἀσθενὲς ἐπικαλει̃ται
18 περὶ δὲ ζωη̃ς τὸ νεκρὸν ἀξιοι̃ περὶ δὲ ἐπικουρίας τὸ ἀπειρότατον ἱκετεύει περὶ δὲ ὁδοιπορίας τὸ μηδὲ βάσει χρη̃σθαι δυνάμενον
19 περὶ δὲ πορισμου̃ καὶ ἐργασίας καὶ χειρω̃ν ἐπιτυχίας τὸ ἀδρανέστατον ται̃ς χερσὶν εὐδράνειαν αἰτει̃ται

ΣΟΦΊΑ ΣΑΛΩΜΩΝ, κεφαλίς 14

πλου̃ν τις πάλιν στελλόμενος καὶ ἄγρια μέλλων διοδεύειν κύματα του̃ φέροντος αὐτὸν πλοίου σαθρότερον ξύλον ἐπιβοα̃ται
ἐκει̃νο μὲν γὰρ ὄρεξις πορισμω̃ν ἐπενόησεν τεχνι̃τις δὲ σοφία κατεσκεύασεν
ἡ δὲ σή πάτερ διακυβερνα̨̃ πρόνοια ὅτι ἔδωκας καὶ ἐν θαλάσση̨ ὁδὸν καὶ ἐν κύμασι τρίβον ἀσφαλη̃
δεικνὺς ὅτι δύνασαι ἐκ παντὸς σώ̨ζειν ἵνα κἂν ἄνευ τέχνης τις ἐπιβη̨̃
θέλεις δὲ μὴ ἀργὰ εἰ̃ναι τὰ τη̃ς σοφίας σου ἔργα διὰ του̃το καὶ ἐλαχίστω̨ ξύλω̨ πιστεύουσιν ἄνθρωποι ψυχὰς καὶ διελθόντες κλύδωνα σχεδία̨ διεσώθησαν
καὶ ἀρχη̃ς γὰρ ἀπολλυμένων ὑπερηφάνων γιγάντων ἡ ἐλπὶς του̃ κόσμου ἐπὶ σχεδίας καταφυγου̃σα ἀπέλιπεν αἰω̃νι σπέρμα γενέσεως τη̨̃ ση̨̃ κυβερνηθει̃σα χειρί
εὐλόγηται γὰρ ξύλον δι' οὑ̃ γίνεται δικαιοσύνη
τὸ χειροποίητον δέ ἐπικατάρατον αὐτὸ καὶ ὁ ποιήσας αὐτό ὅτι ὁ μὲν ἠργάζετο τὸ δὲ φθαρτὸν θεὸς ὠνομάσθη
ἐν ἴσω̨ γὰρ μισητὰ θεω̨̃ καὶ ὁ ἀσεβω̃ν καὶ ἡ ἀσέβεια αὐτου̃
10 καὶ γὰρ τὸ πραχθὲν σὺν τω̨̃ δράσαντι κολασθήσεται
11 διὰ του̃το καὶ ἐν εἰδώλοις ἐθνω̃ν ἐπισκοπὴ ἔσται ὅτι ἐν κτίσματι θεου̃ εἰς βδέλυγμα ἐγενήθησαν καὶ εἰς σκάνδαλα ψυχαι̃ς ἀνθρώπων καὶ εἰς παγίδα ποσὶν ἀφρόνων
12 ἀρχὴ γὰρ πορνείας ἐπίνοια εἰδώλων εὕρεσις δὲ αὐτω̃ν φθορὰ ζωη̃ς
13 οὔτε γὰρ ἠ̃ν ἀπ' ἀρχη̃ς οὔτε εἰς τὸν αἰω̃να ἔσται
14 κενοδοξία̨ γὰρ ἀνθρώπων εἰση̃λθεν εἰς τὸν κόσμον καὶ διὰ του̃το σύντομον αὐτω̃ν τὸ τέλος ἐπενοήθη
15 ἀώρω̨ γὰρ πένθει τρυχόμενος πατὴρ του̃ ταχέως ἀφαιρεθέντος τέκνου εἰκόνα ποιήσας τόν ποτε νεκρὸν ἄνθρωπον νυ̃ν ὡς θεὸν ἐτίμησεν καὶ παρέδωκεν τοι̃ς ὑποχειρίοις μυστήρια καὶ τελετάς
16 εἰ̃τα ἐν χρόνω̨ κρατυνθὲν τὸ ἀσεβὲς ἔθος ὡς νόμος ἐφυλάχθη
17 καὶ τυράννων ἐπιταγαι̃ς ἐθρησκεύετο τὰ γλυπτά οὓς ἐν ὄψει μὴ δυνάμενοι τιμα̃ν ἄνθρωποι διὰ τὸ μακρὰν οἰκει̃ν τὴν πόρρωθεν ὄψιν ἀνατυπωσάμενοι ἐμφανη̃ εἰκόνα του̃ τιμωμένου βασιλέως ἐποίησαν ἵνα ὡς παρόντα τὸν ἀπόντα κολακεύωσιν διὰ τη̃ς σπουδη̃ς
18 εἰς ἐπίτασιν δὲ θρησκείας καὶ τοὺς ἀγνοου̃ντας ἡ του̃ τεχνίτου προετρέψατο φιλοτιμία
19 ὁ μὲν γὰρ τάχα κρατου̃ντι βουλόμενος ἀρέσαι ἐξεβιάσατο τη̨̃ τέχνη̨ τὴν ὁμοιότητα ἐπὶ τὸ κάλλιον
20 τὸ δὲ πλη̃θος ἐφελκόμενον διὰ τὸ εὔχαρι τη̃ς ἐργασίας τὸν πρὸ ὀλίγου τιμηθέντα ἄνθρωπον νυ̃ν σέβασμα ἐλογίσαντο
21 καὶ του̃το ἐγένετο τω̨̃ βίω̨ εἰς ἔνεδρον ὅτι ἢ συμφορα̨̃ ἢ τυραννίδι δουλεύσαντες ἄνθρωποι τὸ ἀκοινώνητον ὄνομα λίθοις καὶ ξύλοις περιέθεσαν
22 εἰ̃τ' οὐκ ἤρκεσεν τὸ πλανα̃σθαι περὶ τὴν του̃ θεου̃ γνω̃σιν ἀλλὰ καὶ ἐν μεγάλω̨ ζω̃ντες ἀγνοίας πολέμω̨ τὰ τοσαυ̃τα κακὰ εἰρήνην προσαγορεύουσιν
23 ἢ γὰρ τεκνοφόνους τελετὰς ἢ κρύφια μυστήρια ἢ ἐμμανει̃ς ἐξάλλων θεσμω̃ν κώμους ἄγοντες
24 οὔτε βίους οὔτε γάμους καθαροὺς ἔτι φυλάσσουσιν ἕτερος δ' ἕτερον ἢ λοχω̃ν ἀναιρει̃ ἢ νοθεύων ὀδυνα̨̃
25 πάντα δ' ἐπιμὶξ ἔχει αἱ̃μα καὶ φόνος κλοπὴ καὶ δόλος φθορά ἀπιστία τάραχος ἐπιορκία
26 θόρυβος ἀγαθω̃ν χάριτος ἀμνηστία ψυχω̃ν μιασμός γενέσεως ἐναλλαγή γάμων ἀταξία μοιχεία καὶ ἀσέλγεια
27 ἡ γὰρ τω̃ν ἀνωνύμων εἰδώλων θρησκεία παντὸς ἀρχὴ κακου̃ καὶ αἰτία καὶ πέρας ἐστίν
28 ἢ γὰρ εὐφραινόμενοι μεμήνασιν ἢ προφητεύουσιν ψευδη̃ ἢ ζω̃σιν ἀδίκως ἢ ἐπιορκου̃σιν ταχέως
29 ἀψύχοις γὰρ πεποιθότες εἰδώλοις κακω̃ς ὀμόσαντες ἀδικηθη̃ναι οὐ προσδέχονται
30 ἀμφότερα δὲ αὐτοὺς μετελεύσεται τὰ δίκαια ὅτι κακω̃ς ἐφρόνησαν περὶ θεου̃ προσέχοντες εἰδώλοις καὶ ἀδίκως ὤμοσαν ἐν δόλω̨ καταφρονήσαντες ὁσιότητος
31 οὐ γὰρ ἡ τω̃ν ὀμνυμένων δύναμις ἀλλ' ἡ τω̃ν ἁμαρτανόντων δίκη ἐπεξέρχεται ἀεὶ τὴν τω̃ν ἀδίκων παράβασιν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.