ΑΣΜΑ,
κεφαλίς 8
1 τίς δώ̨η σε ἀδελφιδόν μου θηλάζοντα μαστοὺς μητρός μου εὑρου̃σά σε ἔξω φιλήσω σε καί γε οὐκ ἐξουδενώσουσίν μοι |
2 παραλήμψομαί σε εἰσάξω σε εἰς οἰ̃κον μητρός μου καὶ εἰς ταμίειον τη̃ς συλλαβούσης με ποτιω̃ σε ἀπὸ οἴνου του̃ μυρεψικου̃ ἀπὸ νάματος ῥοω̃ν μου |
3 εὐώνυμος αὐτου̃ ὑπὸ τὴν κεφαλήν μου καὶ ἡ δεξιὰ αὐτου̃ περιλήμψεταί με |
4 ὥρκισα ὑμα̃ς θυγατέρες Ιερουσαλημ ἐν ται̃ς δυνάμεσιν καὶ ἐν ται̃ς ἰσχύσεσιν του̃ ἀγρου̃ τί ἐγείρητε καὶ τί ἐξεγείρητε τὴν ἀγάπην ἕως ἂν θελήση̨ |
5 τίς αὕτη ἡ ἀναβαίνουσα λελευκανθισμένη ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελφιδὸν αὐτη̃ς ὑπὸ μη̃λον ἐξήγειρά σε ἐκει̃ ὠδίνησέν σε ἡ μήτηρ σου ἐκει̃ ὠδίνησέν σε ἡ τεκου̃σά σου |
6 θές με ὡς σφραγι̃δα ἐπὶ τὴν καρδίαν σου ὡς σφραγι̃δα ἐπὶ τὸν βραχίονά σου ὅτι κραταιὰ ὡς θάνατος ἀγάπη σκληρὸς ὡς ἅ̨δης ζη̃λος περίπτερα αὐτη̃ς περίπτερα πυρός φλόγες αὐτη̃ς |
7 ὕδωρ πολὺ οὐ δυνήσεται σβέσαι τὴν ἀγάπην καὶ ποταμοὶ οὐ συγκλύσουσιν αὐτήν ἐὰν δω̨̃ ἀνὴρ τὸν πάντα βίον αὐτου̃ ἐν τη̨̃ ἀγάπη̨ ἐξουδενώσει ἐξουδενώσουσιν αὐτόν |
8 ἀδελφὴ ἡμι̃ν μικρὰ καὶ μαστοὺς οὐκ ἔχει τί ποιήσωμεν τη̨̃ ἀδελφη̨̃ ἡμω̃ν ἐν ἡμέρα̨ ἡ̨̃ ἐὰν λαληθη̨̃ ἐν αὐτη̨̃ |
9 εἰ τει̃χός ἐστιν οἰκοδομήσωμεν ἐπ' αὐτὴν ἐπάλξεις ἀργυρα̃ς καὶ εἰ θύρα ἐστίν διαγράψωμεν ἐπ' αὐτὴν σανίδα κεδρίνην |
10 ἐγὼ τει̃χος καὶ μαστοί μου ὡς πύργοι ἐγὼ ἤμην ἐν ὀφθαλμοι̃ς αὐτου̃ ὡς εὑρίσκουσα εἰρήνην |
11 ἀμπελὼν ἐγενήθη τω̨̃ Σαλωμων ἐν Βεελαμων ἔδωκεν τὸν ἀμπελω̃να αὐτου̃ τοι̃ς τηρου̃σιν ἀνὴρ οἴσει ἐν καρπω̨̃ αὐτου̃ χιλίους ἀργυρίου |
12 ἀμπελών μου ἐμὸς ἐνώπιόν μου οἱ χίλιοι σοί Σαλωμων καὶ οἱ διακόσιοι τοι̃ς τηρου̃σι τὸν καρπὸν αὐτου̃ |
13 ὁ καθήμενος ἐν κήποις ἑται̃ροι προσέχοντες τη̨̃ φωνη̨̃ σου ἀκούτισόν με |
14 φύγε ἀδελφιδέ μου καὶ ὁμοιώθητι τη̨̃ δορκάδι ἢ τω̨̃ νεβρω̨̃ τω̃ν ἐλάφων ἐπὶ ὄρη ἀρωμάτων |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.