Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΑΣΜΑ, κεφαλίς 5

1 εἰση̃λθον εἰς κη̃πόν μου ἀδελφή μου νύμφη ἐτρύγησα σμύρναν μου μετὰ ἀρωμάτων μου ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου ἔπιον οἰ̃νόν μου μετὰ γάλακτός μου φάγετε πλησίοι καὶ πίετε καὶ μεθύσθητε ἀδελφοί
2 ἐγὼ καθεύδω καὶ ἡ καρδία μου ἀγρυπνει̃ φωνὴ ἀδελφιδου̃ μου κρούει ἐπὶ τὴν θύραν ἄνοιξόν μοι ἀδελφή μου ἡ πλησίον μου περιστερά μου τελεία μου ὅτι ἡ κεφαλή μου ἐπλήσθη δρόσου καὶ οἱ βόστρυχοί μου ψεκάδων νυκτός
3 ἐξεδυσάμην τὸν χιτω̃νά μου πω̃ς ἐνδύσωμαι αὐτόν ἐνιψάμην τοὺς πόδας μου πω̃ς μολυνω̃ αὐτούς
4 ἀδελφιδός μου ἀπέστειλεν χει̃ρα αὐτου̃ ἀπὸ τη̃ς ὀπη̃ς καὶ ἡ κοιλία μου ἐθροήθη ἐπ' αὐτόν
5 ἀνέστην ἐγὼ ἀνοι̃ξαι τω̨̃ ἀδελφιδω̨̃ μου χει̃ρές μου ἔσταξαν σμύρναν δάκτυλοί μου σμύρναν πλήρη ἐπὶ χει̃ρας του̃ κλείθρου
6 ἤνοιξα ἐγὼ τω̨̃ ἀδελφιδω̨̃ μου ἀδελφιδός μου παρη̃λθεν ψυχή μου ἐξη̃λθεν ἐν λόγω̨ αὐτου̃ ἐζήτησα αὐτὸν καὶ οὐχ εὑ̃ρον αὐτόν ἐκάλεσα αὐτόν καὶ οὐχ ὑπήκουσέν μου
7 εὕροσάν με οἱ φύλακες οἱ κυκλου̃ντες ἐν τη̨̃ πόλει ἐπάταξάν με ἐτραυμάτισάν με ἠ̃ραν τὸ θέριστρόν μου ἀπ' ἐμου̃ φύλακες τω̃ν τειχέων
8 ὥρκισα ὑμα̃ς θυγατέρες Ιερουσαλημ ἐν ται̃ς δυνάμεσιν καὶ ἐν ται̃ς ἰσχύσεσιν του̃ ἀγρου̃ ἐὰν εὕρητε τὸν ἀδελφιδόν μου τί ἀπαγγείλητε αὐτω̨̃ ὅτι τετρωμένη ἀγάπης εἰμὶ ἐγώ
9 τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδου̃ ἡ καλὴ ἐν γυναιξίν τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδου̃ ὅτι οὕτως ὥρκισας ἡμα̃ς
10 ἀδελφιδός μου λευκὸς καὶ πυρρός ἐκλελοχισμένος ἀπὸ μυριάδων
11 κεφαλὴ αὐτου̃ χρυσίον καὶ φαζ βόστρυχοι αὐτου̃ ἐλάται μέλανες ὡς κόραξ
12 ὀφθαλμοὶ αὐτου̃ ὡς περιστεραὶ ἐπὶ πληρώματα ὑδάτων λελουσμέναι ἐν γάλακτι καθήμεναι ἐπὶ πληρώματα ὑδάτων
13 σιαγόνες αὐτου̃ ὡς φιάλαι του̃ ἀρώματος φύουσαι μυρεψικά χείλη αὐτου̃ κρίνα στάζοντα σμύρναν πλήρη
14 χει̃ρες αὐτου̃ τορευταὶ χρυσαι̃ πεπληρωμέναι θαρσις κοιλία αὐτου̃ πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου
15 κνη̃μαι αὐτου̃ στυ̃λοι μαρμάρινοι τεθεμελιωμένοι ἐπὶ βάσεις χρυσα̃ς εἰ̃δος αὐτου̃ ὡς Λίβανος ἐκλεκτὸς ὡς κέδροι
16 φάρυγξ αὐτου̃ γλυκασμοὶ καὶ ὅλος ἐπιθυμία οὑ̃τος ἀδελφιδός μου καὶ οὑ̃τος πλησίον μου θυγατέρες Ιερουσαλημ
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.