Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΑΣΜΑ, κεφαλίς 2

ἐγὼ ἄνθος του̃ πεδίου κρίνον τω̃ν κοιλάδων
ὡς κρίνον ἐν μέσω̨ ἀκανθω̃ν οὕτως ἡ πλησίον μου ἀνὰ μέσον τω̃ν θυγατέρων
ὡς μη̃λον ἐν τοι̃ς ξύλοις του̃ δρυμου̃ οὕτως ἀδελφιδός μου ἀνὰ μέσον τω̃ν υἱω̃ν ἐν τη̨̃ σκια̨̃ αὐτου̃ ἐπεθύμησα καὶ ἐκάθισα καὶ καρπὸς αὐτου̃ γλυκὺς ἐν λάρυγγί μου
εἰσαγάγετέ με εἰς οἰ̃κον του̃ οἴνου τάξατε ἐπ' ἐμὲ ἀγάπην
στηρίσατέ με ἐν ἀμόραις στοιβάσατέ με ἐν μήλοις ὅτι τετρωμένη ἀγάπης ἐγώ
εὐώνυμος αὐτου̃ ὑπὸ τὴν κεφαλήν μου καὶ ἡ δεξιὰ αὐτου̃ περιλήμψεταί με
ὥρκισα ὑμα̃ς θυγατέρες Ιερουσαλημ ἐν ται̃ς δυνάμεσιν καὶ ἐν ται̃ς ἰσχύσεσιν του̃ ἀγρου̃ ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως οὑ̃ θελήση̨
φωνὴ ἀδελφιδου̃ μου ἰδοὺ οὑ̃τος ἥκει πηδω̃ν ἐπὶ τὰ ὄρη διαλλόμενος ἐπὶ τοὺς βουνούς
ὅμοιός ἐστιν ἀδελφιδός μου τη̨̃ δορκάδι ἢ νεβρω̨̃ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθηλ ἰδοὺ οὑ̃τος ἕστηκεν ὀπίσω του̃ τοίχου ἡμω̃ν παρακύπτων διὰ τω̃ν θυρίδων ἐκκύπτων διὰ τω̃ν δικτύων
10 ἀποκρίνεται ἀδελφιδός μου καὶ λέγει μοι ἀνάστα ἐλθέ ἡ πλησίον μου καλή μου περιστερά μου
11 ὅτι ἰδοὺ ὁ χειμὼν παρη̃λθεν ὁ ὑετὸς ἀπη̃λθεν ἐπορεύθη ἑαυτω̨̃
12 τὰ ἄνθη ὤφθη ἐν τη̨̃ γη̨̃ καιρὸς τη̃ς τομη̃ς ἔφθακεν φωνὴ του̃ τρυγόνος ἠκούσθη ἐν τη̨̃ γη̨̃ ἡμω̃ν
13 ἡ συκη̃ ἐξήνεγκεν ὀλύνθους αὐτη̃ς αἱ ἄμπελοι κυπρίζουσιν ἔδωκαν ὀσμήν ἀνάστα ἐλθέ ἡ πλησίον μου καλή μου περιστερά μου
14 καὶ ἐλθὲ σύ περιστερά μου ἐν σκέπη̨ τη̃ς πέτρας ἐχόμενα του̃ προτειχίσματος δει̃ξόν μοι τὴν ὄψιν σου καὶ ἀκούτισόν με τὴν φωνήν σου ὅτι ἡ φωνή σου ἡδει̃α καὶ ἡ ὄψις σου ὡραία
15 πιάσατε ἡμι̃ν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελω̃νας καὶ αἱ ἄμπελοι ἡμω̃ν κυπρίζουσιν
16 ἀδελφιδός μου ἐμοί κἀγὼ αὐτω̨̃ ὁ ποιμαίνων ἐν τοι̃ς κρίνοις
17 ἕως οὑ̃ διαπνεύση̨ ἡ ἡμέρα καὶ κινηθω̃σιν αἱ σκιαί ἀπόστρεψον ὁμοιώθητι σύ ἀδελφιδέ μου τω̨̃ δόρκωνι ἢ νεβρω̨̃ ἐλάφων ἐπὶ ὄρη κοιλωμάτων
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.