1 Σιμων Ονιου υἱὸς ἱερεὺς ὁ μέγας ὃς ἐν ζωη̨̃ αὐτου̃ ὑπέρραψεν οἰ̃κον καὶ ἐν ἡμέραις αὐτου̃ ἐστερέωσεν ναόν |
2 καὶ ὑπ' αὐτου̃ ἐθεμελιώθη ὕψος διπλη̃ς ἀνάλημμα ὑψηλὸν περιβόλου ἱερου̃ |
3 ἐν ἡμέραις αὐτου̃ ἐλατομήθη ἀποδοχει̃ον ὑδάτων λάκκος ὡσεὶ θαλάσσης τὸ περίμετρον |
4 ὁ φροντίζων του̃ λαου̃ αὐτου̃ ἀπὸ πτώσεως καὶ ἐνισχύσας πόλιν ἐν πολιορκήσει |
5 ὡς ἐδοξάσθη ἐν περιστροφη̨̃ λαου̃ ἐν ἐξόδω̨ οἴκου καταπετάσματος |
6 ὡς ἀστὴρ ἑωθινὸς ἐν μέσω̨ νεφελω̃ν ὡς σελήνη πλήρης ἐν ἡμέραις |
7 ὡς ἥλιος ἐκλάμπων ἐπὶ ναὸν ὑψίστου καὶ ὡς τόξον φωτίζον ἐν νεφέλαις δόξης |
8 ὡς ἄνθος ῥόδων ἐν ἡμέραις νέων ὡς κρίνα ἐπ' ἐξόδω̨ ὕδατος ὡς βλαστὸς Λιβάνου ἐν ἡμέραις θέρους |
9 ὡς πυ̃ρ καὶ λίβανος ἐπὶ πυρείου ὡς σκευ̃ος χρυσίου ὁλοσφύρητον κεκοσμημένον παντὶ λίθω̨ πολυτελει̃ |
10 ὡς ἐλαία ἀναθάλλουσα καρποὺς καὶ ὡς κυπάρισσος ὑψουμένη ἐν νεφέλαις |
11 ἐν τω̨̃ ἀναλαμβάνειν αὐτὸν στολὴν δόξης καὶ ἐνδιδύσκεσθαι αὐτὸν συντέλειαν καυχήματος ἐν ἀναβάσει θυσιαστηρίου ἁγίου ἐδόξασεν περιβολὴν ἁγιάσματος |
12 ἐν δὲ τω̨̃ δέχεσθαι μέλη ἐκ χειρω̃ν ἱερέων καὶ αὐτὸς ἑστὼς παρ' ἐσχάρα̨ βωμου̃ κυκλόθεν αὐτου̃ στέφανος ἀδελφω̃ν ὡς βλάστημα κέδρων ἐν τω̨̃ Λιβάνω̨ καὶ ἐκύκλωσαν αὐτὸν ὡς στελέχη φοινίκων |
13 καὶ πάντες οἱ υἱοὶ Ααρων ἐν δόξη̨ αὐτω̃ν καὶ προσφορὰ κυρίου ἐν χερσὶν αὐτω̃ν ἔναντι πάσης ἐκκλησίας Ισραηλ |
14 καὶ συντέλειαν λειτουργω̃ν ἐπὶ βωμω̃ν κοσμη̃σαι προσφορὰν ὑψίστου παντοκράτορος |
15 ἐξέτεινεν ἐπὶ σπονδείου χει̃ρα αὐτου̃ καὶ ἔσπεισεν ἐξ αἵματος σταφυλη̃ς ἐξέχεεν εἰς θεμέλια θυσιαστηρίου ὀσμὴν εὐωδίας ὑψίστω̨ παμβασιλει̃ |
16 τότε ἀνέκραγον οἱ υἱοὶ Ααρων ἐν σάλπιγξιν ἐλαται̃ς ἤχησαν ἀκουστὴν ἐποίησαν φωνὴν μεγάλην εἰς μνημόσυνον ἔναντι ὑψίστου |
17 τότε πα̃ς ὁ λαὸς κοινη̨̃ κατέσπευσαν καὶ ἔπεσαν ἐπὶ πρόσωπον ἐπὶ τὴν γη̃ν προσκυνη̃σαι τω̨̃ κυρίω̨ αὐτω̃ν παντοκράτορι θεω̨̃ ὑψίστω̨ |
18 καὶ ἤ̨νεσαν οἱ ψαλτω̨δοὶ ἐν φωναι̃ς αὐτω̃ν ἐν πλείστω̨ ἤχω̨ ἐγλυκάνθη μέλος |
19 καὶ ἐδεήθη ὁ λαὸς κυρίου ὑψίστου ἐν προσευχη̨̃ κατέναντι ἐλεήμονος ἕως συντελεσθη̨̃ κόσμος κυρίου καὶ τὴν λειτουργίαν αὐτου̃ ἐτελείωσαν |
20 τότε καταβὰς ἐπη̃ρεν χει̃ρας αὐτου̃ ἐπὶ πα̃σαν ἐκκλησίαν υἱω̃ν Ισραηλ δου̃ναι εὐλογίαν κυρίου ἐκ χειλέων αὐτου̃ καὶ ἐν ὀνόματι αὐτου̃ καυχήσασθαι |
21 καὶ ἐδευτέρωσαν ἐν προσκυνήσει ἐπιδέξασθαι τὴν εὐλογίαν παρὰ ὑψίστου |
22 καὶ νυ̃ν εὐλογήσατε τὸν θεὸν πάντων τὸν μεγάλα ποιου̃ντα πάντη̨ τὸν ὑψου̃ντα ἡμέρας ἡμω̃ν ἐκ μήτρας καὶ ποιου̃ντα μεθ' ἡμω̃ν κατὰ τὸ ἔλεος αὐτου̃ |
23 δώ̨η ἡμι̃ν εὐφροσύνην καρδίας καὶ γενέσθαι εἰρήνην ἐν ἡμέραις ἡμω̃ν ἐν Ισραηλ κατὰ τὰς ἡμέρας του̃ αἰω̃νος |
24 ἐμπιστεύσαι μεθ' ἡμω̃ν τὸ ἔλεος αὐτου̃ καὶ ἐν ται̃ς ἡμέραις ἡμω̃ν λυτρωσάσθω ἡμα̃ς |
25 ἐν δυσὶν ἔθνεσιν προσώχθισεν ἡ ψυχή μου καὶ τὸ τρίτον οὐκ ἔστιν ἔθνος |
26 οἱ καθήμενοι ἐν ὄρει Σαμαρείας καὶ Φυλιστιιμ καὶ ὁ λαὸς ὁ μωρὸς ὁ κατοικω̃ν ἐν Σικιμοις |
27 παιδείαν συνέσεως καὶ ἐπιστήμης ἐχάραξεν ἐν τω̨̃ βιβλίω̨ τούτω̨ 'Ιησου̃ς υἱὸς Σιραχ Ελεαζαρ ὁ Ιεροσολυμίτης ὃς ἀνώμβρησεν σοφίαν ἀπὸ καρδίας αὐτου̃ |
28 μακάριος ὃς ἐν τούτοις ἀναστραφήσεται καὶ θεὶς αὐτὰ ἐπὶ καρδίαν αὐτου̃ σοφισθήσεται |
29 ἐὰν γὰρ αὐτὰ ποιήση̨ πρὸς πάντα ἰσχύσει ὅτι φω̃ς κυρίου τὸ ἴχνος αὐτου̃ |