Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΣΟΦΊΑ SEIRAC, κεφαλίς 5

1 μὴ ἔπεχε ἐπὶ τοι̃ς χρήμασίν σου καὶ μὴ εἴπη̨ς αὐτάρκη μοί ἐστιν
2 μὴ ἐξακολούθει τη̨̃ ψυχη̨̃ σου καὶ τη̨̃ ἰσχύι σου πορεύεσθαι ἐν ἐπιθυμίαις καρδίας σου
3 καὶ μὴ εἴπη̨ς τίς με δυναστεύσει ὁ γὰρ κύριος ἐκδικω̃ν ἐκδικήσει
4 μὴ εἴπη̨ς ἥμαρτον καὶ τί μοι ἐγένετο ὁ γὰρ κύριός ἐστιν μακρόθυμος
5 περὶ ἐξιλασμου̃ μὴ ἄφοβος γίνου προσθει̃ναι ἁμαρτίαν ἐφ' ἁμαρτίαις
6 καὶ μὴ εἴπη̨ς ὁ οἰκτιρμὸς αὐτου̃ πολύς τὸ πλη̃θος τω̃ν ἁμαρτιω̃ν μου ἐξιλάσεται ἔλεος γὰρ καὶ ὀργὴ παρ' αὐτω̨̃ καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτου̃
7 μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς κύριον καὶ μὴ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας ἐξάπινα γὰρ ἐξελεύσεται ὀργὴ κυρίου καὶ ἐν καιρω̨̃ ἐκδικήσεως ἐξολη̨̃
8 μὴ ἔπεχε ἐπὶ χρήμασιν ἀδίκοις οὐδὲν γὰρ ὠφελήσει σε ἐν ἡμέρα̨ ἐπαγωγη̃ς
9 μὴ λίκμα ἐν παντὶ ἀνέμω̨ καὶ μὴ πορεύου ἐν πάση̨ ἀτραπω̨̃ οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος
10 ἴσθι ἐστηριγμένος ἐν συνέσει σου καὶ εἱ̃ς ἔστω σου ὁ λόγος
11 γίνου ταχὺς ἐν ἀκροάσει σου καὶ ἐν μακροθυμία̨ φθέγγου ἀπόκρισιν
12 εἰ ἔστιν σοι σύνεσις ἀποκρίθητι τω̨̃ πλησίον εἰ δὲ μή ἡ χείρ σου ἔστω ἐπὶ τω̨̃ στόματί σου
13 δόξα καὶ ἀτιμία ἐν λαλια̨̃ καὶ γλω̃σσα ἀνθρώπου πτω̃σις αὐτω̨̃
14 μὴ κληθη̨̃ς ψίθυρος καὶ τη̨̃ γλώσση̨ σου μὴ ἐνέδρευε ἐπὶ γὰρ τω̨̃ κλέπτη̨ ἐστὶν αἰσχύνη καὶ κατάγνωσις πονηρὰ ἐπὶ διγλώσσου
15 ἐν μεγάλω̨ καὶ ἐν μικρω̨̃ μὴ ἀγνόει καὶ ἀντὶ φίλου μὴ γίνου ἐχθρός ὄνομα γὰρ πονηρὸν αἰσχύνην καὶ ὄνειδος κληρονομήσει οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.