1 ἐμου̃ του̃ πατρὸς ἀκούσατε τέκνα καὶ οὕτως ποιήσατε ἵνα σωθη̃τε |
2 ὁ γὰρ κύριος ἐδόξασεν πατέρα ἐπὶ τέκνοις καὶ κρίσιν μητρὸς ἐστερέωσεν ἐφ' υἱοι̃ς |
3 ὁ τιμω̃ν πατέρα ἐξιλάσκεται ἁμαρτίας |
4 καὶ ὡς ὁ ἀποθησαυρίζων ὁ δοξάζων μητέρα αὐτου̃ |
5 ὁ τιμω̃ν πατέρα εὐφρανθήσεται ὑπὸ τέκνων καὶ ἐν ἡμέρα̨ προσευχη̃ς αὐτου̃ εἰσακουσθήσεται |
6 ὁ δοξάζων πατέρα μακροημερεύσει καὶ ὁ εἰσακούων κυρίου ἀναπαύσει μητέρα αὐτου̃ |
7 καὶ ὡς δεσπόταις δουλεύσει ἐν τοι̃ς γεννήσασιν αὐτόν |
8 ἐν ἔργω̨ καὶ λόγω̨ τίμα τὸν πατέρα σου ἵνα ἐπέλθη̨ σοι εὐλογία παρ' αὐτου̃ |
9 εὐλογία γὰρ πατρὸς στηρίζει οἴκους τέκνων κατάρα δὲ μητρὸς ἐκριζοι̃ θεμέλια |
10 μὴ δοξάζου ἐν ἀτιμία̨ πατρός σου οὐ γάρ ἐστίν σοι δόξα πατρὸς ἀτιμία |
11 ἡ γὰρ δόξα ἀνθρώπου ἐκ τιμη̃ς πατρὸς αὐτου̃ καὶ ὄνειδος τέκνοις μήτηρ ἐν ἀδοξία̨ |
12 τέκνον ἀντιλαβου̃ ἐν γήρα̨ πατρός σου καὶ μὴ λυπήση̨ς αὐτὸν ἐν τη̨̃ ζωη̨̃ αὐτου̃ |
13 κἂν ἀπολείπη̨ σύνεσιν συγγνώμην ἔχε καὶ μὴ ἀτιμάση̨ς αὐτὸν ἐν πάση̨ ἰσχύι σου |
14 ἐλεημοσύνη γὰρ πατρὸς οὐκ ἐπιλησθήσεται καὶ ἀντὶ ἁμαρτιω̃ν προσανοικοδομηθήσεταί σοι |
15 ἐν ἡμέρα̨ θλίψεώς σου ἀναμνησθήσεταί σου ὡς εὐδία ἐπὶ παγετω̨̃ οὕτως ἀναλυθήσονταί σου αἱ ἁμαρτίαι |
16 ὡς βλάσφημος ὁ ἐγκαταλιπὼν πατέρα καὶ κεκατηραμένος ὑπὸ κυρίου ὁ παροργίζων μητέρα αὐτου̃ |
17 τέκνον ἐν πραΰτητι τὰ ἔργα σου διέξαγε καὶ ὑπὸ ἀνθρώπου δεκτου̃ ἀγαπηθήση̨ |
18 ὅσω̨ μέγας εἰ̃ τοσούτω̨ ταπείνου σεαυτόν καὶ ἔναντι κυρίου εὑρήσεις χάριν |
|
20 ὅτι μεγάλη ἡ δυναστεία του̃ κυρίου καὶ ὑπὸ τω̃ν ταπεινω̃ν δοξάζεται |
21 χαλεπώτερά σου μὴ ζήτει καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε |
22 ἃ προσετάγη σοι ταυ̃τα διανοου̃ οὐ γάρ ἐστίν σοι χρεία τω̃ν κρυπτω̃ν |
23 ἐν τοι̃ς περισσοι̃ς τω̃ν ἔργων σου μὴ περιεργάζου πλείονα γὰρ συνέσεως ἀνθρώπων ὑπεδείχθη σοι |
24 πολλοὺς γὰρ ἐπλάνησεν ἡ ὑπόλημψις αὐτω̃ν καὶ ὑπόνοια πονηρὰ ὠλίσθησεν διανοίας αὐτω̃ν |
|
26 καρδία σκληρὰ κακωθήσεται ἐπ' ἐσχάτων καὶ ὁ ἀγαπω̃ν κίνδυνον ἐν αὐτω̨̃ ἀπολει̃ται |
27 καρδία σκληρὰ βαρυνθήσεται πόνοις καὶ ὁ ἁμαρτωλὸς προσθήσει ἁμαρτίαν ἐφ' ἁμαρτίαις |
28 ἐπαγωγη̨̃ ὑπερηφάνου οὐκ ἔστιν ἴασις φυτὸν γὰρ πονηρίας ἐρρίζωκεν ἐν αὐτω̨̃ |
29 καρδία συνετου̃ διανοηθήσεται παραβολήν καὶ οὐ̃ς ἀκροατου̃ ἐπιθυμία σοφου̃ |
30 πυ̃ρ φλογιζόμενον ἀποσβέσει ὕδωρ καὶ ἐλεημοσύνη ἐξιλάσεται ἁμαρτίας |
31 ὁ ἀνταποδιδοὺς χάριτας μέμνηται εἰς τὰ μετὰ ταυ̃τα καὶ ἐν καιρω̨̃ πτώσεως αὐτου̃ εὑρήσει στήριγμα |