1 ὁ ἐκδικω̃ν παρὰ κυρίου εὑρήσει ἐκδίκησιν καὶ τὰς ἁμαρτίας αὐτου̃ διατηρω̃ν διατηρήσει |
2 ἄφες ἀδίκημα τω̨̃ πλησίον σου καὶ τότε δεηθέντος σου αἱ ἁμαρτίαι σου λυθήσονται |
3 ἄνθρωπος ἀνθρώπω̨ συντηρει̃ ὀργήν καὶ παρὰ κυρίου ζητει̃ ἴασιν |
4 ἐπ' ἄνθρωπον ὅμοιον αὐτω̨̃ οὐκ ἔχει ἔλεος καὶ περὶ τω̃ν ἁμαρτιω̃ν αὐτου̃ δει̃ται |
5 αὐτὸς σὰρξ ὢν διατηρει̃ μη̃νιν τίς ἐξιλάσεται τὰς ἁμαρτίας αὐτου̃ |
6 μνήσθητι τὰ ἔσχατα καὶ παυ̃σαι ἐχθραίνων καταφθορὰν καὶ θάνατον καὶ ἔμμενε ἐντολαι̃ς |
7 μνήσθητι ἐντολω̃ν καὶ μὴ μηνίση̨ς τω̨̃ πλησίον καὶ διαθήκην ὑψίστου καὶ πάριδε ἄγνοιαν |
8 ἀπόσχου ἀπὸ μάχης καὶ ἐλαττώσεις ἁμαρτίας ἄνθρωπος γὰρ θυμώδης ἐκκαύσει μάχην |
9 καὶ ἀνὴρ ἁμαρτωλὸς ταράξει φίλους καὶ ἀνὰ μέσον εἰρηνευόντων ἐμβαλει̃ διαβολήν |
10 κατὰ τὴν ὕλην του̃ πυρὸς οὕτως ἐκκαυθήσεται καὶ κατὰ τὴν στερέωσιν τη̃ς μάχης ἐκκαυθήσεται κατὰ τὴν ἰσχὺν του̃ ἀνθρώπου ὁ θυμὸς αὐτου̃ ἔσται καὶ κατὰ τὸν πλου̃τον ἀνυψώσει ὀργὴν αὐτου̃ |
11 ἔρις κατασπευδομένη ἐκκαίει πυ̃ρ καὶ μάχη κατασπεύδουσα ἐκχέει αἱ̃μα |
12 ἐὰν φυσήση̨ς εἰς σπινθη̃ρα ἐκκαήσεται καὶ ἐὰν πτύση̨ς ἐπ' αὐτόν σβεσθήσεται καὶ ἀμφότερα ἐκ του̃ στόματός σου ἐκπορεύεται |
13 ψίθυρον καὶ δίγλωσσον καταράσασθε πολλοὺς γὰρ εἰρηνεύοντας ἀπώλεσεν |
14 γλω̃σσα τρίτη πολλοὺς ἐσάλευσεν καὶ διέστησεν αὐτοὺς ἀπὸ ἔθνους εἰς ἔθνος καὶ πόλεις ὀχυρὰς καθει̃λεν καὶ οἰκίας μεγιστάνων κατέστρεψεν |
15 γλω̃σσα τρίτη γυναι̃κας ἀνδρείας ἐξέβαλεν καὶ ἐστέρεσεν αὐτὰς τω̃ν πόνων αὐτω̃ν |
16 ὁ προσέχων αὐτη̨̃ οὐ μὴ εὕρη̨ ἀνάπαυσιν οὐδὲ κατασκηνώσει μεθ' ἡσυχίας |
17 πληγὴ μάστιγος ποιει̃ μώλωπα πληγὴ δὲ γλώσσης συγκλάσει ὀστα̃ |
18 πολλοὶ ἔπεσαν ἐν στόματι μαχαίρας καὶ οὐχ ὡς οἱ πεπτωκότες διὰ γλω̃σσαν |
19 μακάριος ὁ σκεπασθεὶς ἀπ' αὐτη̃ς ὃς οὐ διη̃λθεν ἐν τω̨̃ θυμω̨̃ αὐτη̃ς ὃς οὐχ εἵλκυσεν τὸν ζυγὸν αὐτη̃ς καὶ ἐν τοι̃ς δεσμοι̃ς αὐτη̃ς οὐκ ἐδέθη |
20 ὁ γὰρ ζυγὸς αὐτη̃ς ζυγὸς σιδηρου̃ς καὶ οἱ δεσμοὶ αὐτη̃ς δεσμοὶ χάλκειοι |
21 θάνατος πονηρὸς ὁ θάνατος αὐτη̃ς καὶ λυσιτελὴς μα̃λλον ὁ ἅ̨δης αὐτη̃ς |
22 οὐ μὴ κρατήση̨ εὐσεβω̃ν καὶ ἐν τη̨̃ φλογὶ αὐτη̃ς οὐ καήσονται |
23 οἱ καταλείποντες κύριον ἐμπεσου̃νται εἰς αὐτήν καὶ ἐν αὐτοι̃ς ἐκκαήσεται καὶ οὐ μὴ σβεσθη̨̃ ἐπαποσταλήσεται αὐτοι̃ς ὡς λέων καὶ ὡς πάρδαλις λυμανει̃ται αὐτούς |
24 ἰδὲ περίφραξον τὸ κτη̃μά σου ἀκάνθαις τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον κατάδησον |
25 καὶ τοι̃ς λόγοις σου ποίησον ζυγὸν καὶ σταθμὸν καὶ τω̨̃ στόματί σου ποίησον θύραν καὶ μοχλόν |
26 πρόσεχε μήπως ὀλίσθη̨ς ἐν αὐτη̨̃ μὴ πέση̨ς κατέναντι ἐνεδρεύοντος |