Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΣΟΦΊΑ SEIRAC, κεφαλίς 25

ἐν τρισὶν ὡραΐσθην καὶ ἀνέστην ὡραία ἔναντι κυρίου καὶ ἀνθρώπων ὁμόνοια ἀδελφω̃ν καὶ φιλία τω̃ν πλησίον καὶ γυνὴ καὶ ἀνὴρ ἑαυτοι̃ς συμπεριφερόμενοι
τρία δὲ εἴδη ἐμίσησεν ἡ ψυχή μου καὶ προσώχθισα σφόδρα τη̨̃ ζωη̨̃ αὐτω̃ν πτωχὸν ὑπερήφανον καὶ πλούσιον ψεύστην γέροντα μοιχὸν ἐλαττούμενον συνέσει
ἐν νεότητι οὐ συναγείοχας καὶ πω̃ς ἂν εὕροις ἐν τω̨̃ γήρα̨ σου
ὡς ὡραι̃ον πολιαι̃ς κρίσις καὶ πρεσβυτέροις ἐπιγνω̃ναι βουλήν
ὡς ὡραία γερόντων σοφία καὶ δεδοξασμένοις διανόημα καὶ βουλή
στέφανος γερόντων πολυπειρία καὶ τὸ καύχημα αὐτω̃ν φόβος κυρίου
ἐννέα ὑπονοήματα ἐμακάρισα ἐν καρδία̨ καὶ τὸ δέκατον ἐρω̃ ἐπὶ γλώσσης ἄνθρωπος εὐφραινόμενος ἐπὶ τέκνοις ζω̃ν καὶ βλέπων ἐπὶ πτώσει ἐχθρω̃ν
μακάριος ὁ συνοικω̃ν γυναικὶ συνετη̨̃ καὶ ὃς ἐν γλώσση̨ οὐκ ὠλίσθησεν καὶ ὃς οὐκ ἐδούλευσεν ἀναξίω̨ ἑαυτου̃
μακάριος ὃς εὑ̃ρεν φρόνησιν καὶ ὁ διηγούμενος εἰς ὠ̃τα ἀκουόντων
10 ὡς μέγας ὁ εὑρὼν σοφίαν ἀλλ' οὐκ ἔστιν ὑπὲρ τὸν φοβούμενον τὸν κύριον
11 φόβος κυρίου ὑπὲρ πα̃ν ὑπερέβαλεν ὁ κρατω̃ν αὐτου̃ τίνι ὁμοιωθήσεται
12 ...
13 πα̃σαν πληγὴν καὶ μὴ πληγὴν καρδίας καὶ πα̃σαν πονηρίαν καὶ μὴ πονηρίαν γυναικός
14 πα̃σαν ἐπαγωγὴν καὶ μὴ ἐπαγωγὴν μισούντων καὶ πα̃σαν ἐκδίκησιν καὶ μὴ ἐκδίκησιν ἐχθρω̃ν
15 οὐκ ἔστιν κεφαλὴ ὑπὲρ κεφαλὴν ὄφεως καὶ οὐκ ἔστιν θυμὸς ὑπὲρ θυμὸν ἐχθρου̃
16 συνοικη̃σαι λέοντι καὶ δράκοντι εὐδοκήσω ἢ συνοικη̃σαι μετὰ γυναικὸς πονηρα̃ς
17 πονηρία γυναικὸς ἀλλοιοι̃ τὴν ὅρασιν αὐτη̃ς καὶ σκοτοι̃ τὸ πρόσωπον αὐτη̃ς ὡς ἄρκος
18 ἀνὰ μέσον τω̃ν πλησίον αὐτου̃ ἀναπεσει̃ται ὁ ἀνὴρ αὐτη̃ς καὶ ἀκουσίως ἀνεστέναξεν πικρά
19 μικρὰ πα̃σα κακία πρὸς κακίαν γυναικός κλη̃ρος ἁμαρτωλου̃ ἐπιπέσοι αὐτη̨̃
20 ἀνάβασις ἀμμώδης ἐν ποσὶν πρεσβυτέρου οὕτως γυνὴ γλωσσώδης ἀνδρὶ ἡσύχω̨
21 μὴ προσπέση̨ς ἐπὶ κάλλος γυναικὸς καὶ γυναι̃κα μὴ ἐπιποθήση̨ς
22 ὀργὴ καὶ ἀναίδεια καὶ αἰσχύνη μεγάλη γυνὴ ἐὰν ἐπιχορηγη̨̃ τω̨̃ ἀνδρὶ αὐτη̃ς
23 καρδία ταπεινὴ καὶ πρόσωπον σκυθρωπὸν καὶ πληγὴ καρδίας γυνὴ πονηρά χει̃ρες παρειμέναι καὶ γόνατα παραλελυμένα ἥτις οὐ μακαριει̃ τὸν ἄνδρα αὐτη̃ς
24 ἀπὸ γυναικὸς ἀρχὴ ἁμαρτίας καὶ δι' αὐτὴν ἀποθνή̨σκομεν πάντες
25 μὴ δω̨̃ς ὕδατι διέξοδον μηδὲ γυναικὶ πονηρα̨̃ παρρησίαν
26 εἰ μὴ πορεύεται κατὰ χει̃ράς σου ἀπὸ τω̃ν σαρκω̃ν σου ἀπότεμε αὐτήν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.