ΣΟΦΊΑ SEIRAC,
κεφαλίς 1,
στἰχοι 1-10
1 πα̃σα σοφία παρὰ κυρίου καὶ μετ' αὐτου̃ ἐστιν εἰς τὸν αἰω̃να |
2 ἄμμον θαλασσω̃ν καὶ σταγόνας ὑετου̃ καὶ ἡμέρας αἰω̃νος τίς ἐξαριθμήσει |
3 ὕψος οὐρανου̃ καὶ πλάτος γη̃ς καὶ ἄβυσσον καὶ σοφίαν τίς ἐξιχνιάσει |
4 προτέρα πάντων ἔκτισται σοφία καὶ σύνεσις φρονήσεως ἐξ αἰω̃νος |
|
6 ῥίζα σοφίας τίνι ἀπεκαλύφθη καὶ τὰ πανουργεύματα αὐτη̃ς τίς ἔγνω |
|
8 εἱ̃ς ἐστιν σοφός φοβερὸς σφόδρα καθήμενος ἐπὶ του̃ θρόνου αὐτου̃ |
9 κύριος αὐτὸς ἔκτισεν αὐτὴν καὶ εἰ̃δεν καὶ ἐξηρίθμησεν αὐτὴν καὶ ἐξέχεεν αὐτὴν ἐπὶ πάντα τὰ ἔργα αὐτου̃ |
10 μετὰ πάσης σαρκὸς κατὰ τὴν δόσιν αὐτου̃ καὶ ἐχορήγησεν αὐτὴν τοι̃ς ἀγαπω̃σιν αὐτόν |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.