Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΣΟΦΊΑ SEIRAC, κεφαλίς 18

ὁ ζω̃ν εἰς τὸν αἰω̃να ἔκτισεν τὰ πάντα κοινη̨̃
κύριος μόνος δικαιωθήσεται
...
οὐθενὶ ἐξεποίησεν ἐξαγγει̃λαι τὰ ἔργα αὐτου̃ καὶ τίς ἐξιχνεύσει τὰ μεγαλει̃α αὐτου̃
κράτος μεγαλωσύνης αὐτου̃ τίς ἐξαριθμήσεται καὶ τίς προσθήσει ἐκδιηγήσασθαι τὰ ἐλέη αὐτου̃
οὐκ ἔστιν ἐλαττω̃σαι οὐδὲ προσθει̃ναι καὶ οὐκ ἔστιν ἐξιχνιάσαι τὰ θαυμάσια του̃ κυρίου
ὅταν συντελέση̨ ἄνθρωπος τότε ἄρχεται καὶ ὅταν παύσηται τότε ἀπορηθήσεται
τί ἄνθρωπος καὶ τί ἡ χρη̃σις αὐτου̃ τί τὸ ἀγαθὸν αὐτου̃ καὶ τί τὸ κακὸν αὐτου̃
ἀριθμὸς ἡμερω̃ν ἀνθρώπου πολλὰ ἔτη ἑκατόν
10 ὡς σταγὼν ὕδατος ἀπὸ θαλάσσης καὶ ψη̃φος ἄμμου οὕτως ὀλίγα ἔτη ἐν ἡμέρα̨ αἰω̃νος
11 διὰ του̃το ἐμακροθύμησεν κύριος ἐπ' αὐτοι̃ς καὶ ἐξέχεεν ἐπ' αὐτοὺς τὸ ἔλεος αὐτου̃
12 εἰ̃δεν καὶ ἐπέγνω τὴν καταστροφὴν αὐτω̃ν ὅτι πονηρά διὰ του̃το ἐπλήθυνεν τὸν ἐξιλασμὸν αὐτου̃
13 ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτου̃ ἔλεος δὲ κυρίου ἐπὶ πα̃σαν σάρκα ἐλέγχων καὶ παιδεύων καὶ διδάσκων καὶ ἐπιστρέφων ὡς ποιμὴν τὸ ποίμνιον αὐτου̃
14 τοὺς ἐκδεχομένους παιδείαν ἐλεα̨̃ καὶ τοὺς κατασπεύδοντας ἐπὶ τὰ κρίματα αὐτου̃
15 τέκνον ἐν ἀγαθοι̃ς μὴ δω̨̃ς μω̃μον καὶ ἐν πάση̨ δόσει λύπην λόγων
16 οὐχὶ καύσωνα ἀναπαύσει δρόσος οὕτως κρείσσων λόγος ἢ δόσις
17 οὐκ ἰδοὺ λόγος ὑπὲρ δόμα ἀγαθόν καὶ ἀμφότερα παρὰ ἀνδρὶ κεχαριτωμένω̨
18 μωρὸς ἀχαρίστως ὀνειδιει̃ καὶ δόσις βασκάνου ἐκτήκει ὀφθαλμούς
19 πρὶν ἢ λαλη̃σαι μάνθανε καὶ πρὸ ἀρρωστίας θεραπεύου
20 πρὸ κρίσεως ἐξέταζε σεαυτόν καὶ ἐν ὥρα̨ ἐπισκοπη̃ς εὑρήσεις ἐξιλασμόν
21 πρὶν ἀρρωστη̃σαί σε ταπεινώθητι καὶ ἐν καιρω̨̃ ἁμαρτημάτων δει̃ξον ἐπιστροφήν
22 μὴ ἐμποδισθη̨̃ς του̃ ἀποδου̃ναι εὐχὴν εὐκαίρως καὶ μὴ μείνη̨ς ἕως θανάτου δικαιωθη̃ναι
23 πρὶν εὔξασθαι ἑτοίμασον σεαυτὸν καὶ μὴ γίνου ὡς ἄνθρωπος πειράζων τὸν κύριον
24 μνήσθητι θυμου̃ ἐν ἡμέραις τελευτη̃ς καὶ καιρὸν ἐκδικήσεως ἐν ἀποστροφη̨̃ προσώπου
25 μνήσθητι καιρὸν λιμου̃ ἐν καιρω̨̃ πλησμονη̃ς πτωχείαν καὶ ἔνδειαν ἐν ἡμέραις πλούτου
26 ἀπὸ πρωίθεν ἕως ἑσπέρας μεταβάλλει καιρός καὶ πάντα ἐστὶν ταχινὰ ἔναντι κυρίου
27 ἄνθρωπος σοφὸς ἐν παντὶ εὐλαβηθήσεται καὶ ἐν ἡμέραις ἁμαρτιω̃ν προσέξει ἀπὸ πλημμελείας
28 πα̃ς συνετὸς ἔγνω σοφίαν καὶ τω̨̃ εὑρόντι αὐτὴν δώσει ἐξομολόγησιν
29 συνετοὶ ἐν λόγοις καὶ αὐτοὶ ἐσοφίσαντο καὶ ἀνώμβρησαν παροιμίας ἀκριβει̃ς
30 ὀπίσω τω̃ν ἐπιθυμιω̃ν σου μὴ πορεύου καὶ ἀπὸ τω̃ν ὀρέξεών σου κωλύου
31 ἐὰν χορηγήση̨ς τη̨̃ ψυχη̨̃ σου εὐδοκίαν ἐπιθυμίας ποιήσει σε ἐπίχαρμα τω̃ν ἐχθρω̃ν σου
32 μὴ εὐφραίνου ἐπὶ πολλη̨̃ τρυφη̨̃ μὴ προσδεθη̨̃ς συμβολη̨̃ αὐτη̃ς
33 μὴ γίνου πτωχὸς συμβολοκοπω̃ν ἐκ δανεισμου̃ καὶ οὐδέν σοί ἐστιν ἐν μαρσιππίω̨
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.