Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΡΟΥΘ, κεφαλίς 4

1 καὶ Βοος ἀνέβη ἐπὶ τὴν πύλην καὶ ἐκάθισεν ἐκει̃ καὶ ἰδοὺ ὁ ἀγχιστευτὴς παρεπορεύετο ὃν εἰ̃πεν Βοος καὶ εἰ̃πεν πρὸς αὐτὸν Βοος ἐκκλίνας κάθισον ὡ̃δε κρύφιε καὶ ἐξέκλινεν καὶ ἐκάθισεν
2 καὶ ἔλαβεν Βοος δέκα ἄνδρας ἀπὸ τω̃ν πρεσβυτέρων τη̃ς πόλεως καὶ εἰ̃πεν καθίσατε ὡ̃δε καὶ ἐκάθισαν
3 καὶ εἰ̃πεν Βοος τω̨̃ ἀγχιστει̃ τὴν μερίδα του̃ ἀγρου̃ ἥ ἐστιν του̃ ἀδελφου̃ ἡμω̃ν του̃ Αβιμελεχ ἣ δέδοται Νωεμιν τη̨̃ ἐπιστρεφούση̨ ἐξ ἀγρου̃ Μωαβ
4 κἀγὼ εἰ̃πα ἀποκαλύψω τὸ οὐ̃ς σου λέγων κτη̃σαι ἐναντίον τω̃ν καθημένων καὶ ἐναντίον τω̃ν πρεσβυτέρων του̃ λαου̃ μου εἰ ἀγχιστεύεις ἀγχίστευε εἰ δὲ μὴ ἀγχιστεύεις ἀνάγγειλόν μοι καὶ γνώσομαι ὅτι οὐκ ἔστιν πάρεξ σου̃ του̃ ἀγχιστευ̃σαι κἀγώ εἰμι μετὰ σέ ὁ δὲ εἰ̃πεν ἐγώ εἰμι ἀγχιστεύσω
5 καὶ εἰ̃πεν Βοος ἐν ἡμέρα̨ του̃ κτήσασθαί σε τὸν ἀγρὸν ἐκ χειρὸς Νωεμιν καὶ παρὰ Ρουθ τη̃ς Μωαβίτιδος γυναικὸς του̃ τεθνηκότος καὶ αὐτὴν κτήσασθαί σε δει̃ ὥστε ἀναστη̃σαι τὸ ὄνομα του̃ τεθνηκότος ἐπὶ τη̃ς κληρονομίας αὐτου̃
6 καὶ εἰ̃πεν ὁ ἀγχιστεύς οὐ δυνήσομαι ἀγχιστευ̃σαι ἐμαυτω̨̃ μήποτε διαφθείρω τὴν κληρονομίαν μου ἀγχίστευσον σεαυτω̨̃ τὴν ἀγχιστείαν μου ὅτι οὐ δυνήσομαι ἀγχιστευ̃σαι
7 καὶ του̃το τὸ δικαίωμα ἔμπροσθεν ἐν τω̨̃ Ισραηλ ἐπὶ τὴν ἀγχιστείαν καὶ ἐπὶ τὸ ἀντάλλαγμα του̃ στη̃σαι πα̃ν λόγον καὶ ὑπελύετο ὁ ἀνὴρ τὸ ὑπόδημα αὐτου̃ καὶ ἐδίδου τω̨̃ πλησίον αὐτου̃ τω̨̃ ἀγχιστεύοντι τὴν ἀγχιστείαν αὐτου̃ καὶ του̃το ἠ̃ν μαρτύριον ἐν Ισραηλ
8 καὶ εἰ̃πεν ὁ ἀγχιστεὺς τω̨̃ Βοος κτη̃σαι σεαυτω̨̃ τὴν ἀγχιστείαν μου καὶ ὑπελύσατο τὸ ὑπόδημα αὐτου̃ καὶ ἔδωκεν αὐτω̨̃
9 καὶ εἰ̃πεν Βοος τοι̃ς πρεσβυτέροις καὶ παντὶ τω̨̃ λαω̨̃ μάρτυρες ὑμει̃ς σήμερον ὅτι κέκτημαι πάντα τὰ του̃ Αβιμελεχ καὶ πάντα ὅσα ὑπάρχει τω̨̃ Χελαιων καὶ τω̨̃ Μααλων ἐκ χειρὸς Νωεμιν
10 καί γε Ρουθ τὴν Μωαβι̃τιν τὴν γυναι̃κα Μααλων κέκτημαι ἐμαυτω̨̃ εἰς γυναι̃κα του̃ ἀναστη̃σαι τὸ ὄνομα του̃ τεθνηκότος ἐπὶ τη̃ς κληρονομίας αὐτου̃ καὶ οὐκ ἐξολεθρευθήσεται τὸ ὄνομα του̃ τεθνηκότος ἐκ τω̃ν ἀδελφω̃ν αὐτου̃ καὶ ἐκ τη̃ς φυλη̃ς λαου̃ αὐτου̃ μάρτυρες ὑμει̃ς σήμερον
11 καὶ εἴποσαν πα̃ς ὁ λαὸς οἱ ἐν τη̨̃ πύλη̨ μάρτυρες καὶ οἱ πρεσβύτεροι εἴποσαν δώ̨η κύριος τὴν γυναι̃κά σου τὴν εἰσπορευομένην εἰς τὸν οἰ̃κόν σου ὡς Ραχηλ καὶ ὡς Λειαν αἳ ὠ̨κοδόμησαν ἀμφότεραι τὸν οἰ̃κον Ισραηλ καὶ ἐποίησαν δύναμιν ἐν Εφραθα καὶ ἔσται ὄνομα ἐν Βαιθλεεμ
12 καὶ γένοιτο ὁ οἰ̃κός σου ὡς ὁ οἰ̃κος Φαρες ὃν ἔτεκεν Θαμαρ τω̨̃ Ιουδα ἐκ του̃ σπέρματος οὑ̃ δώσει κύριός σοι ἐκ τη̃ς παιδίσκης ταύτης
13 καὶ ἔλαβεν Βοος τὴν Ρουθ καὶ ἐγενήθη αὐτω̨̃ εἰς γυναι̃κα καὶ εἰση̃λθεν πρὸς αὐτήν καὶ ἔδωκεν αὐτη̨̃ κύριος κύησιν καὶ ἔτεκεν υἱόν
14 καὶ εἰ̃παν αἱ γυναι̃κες πρὸς Νωεμιν εὐλογητὸς κύριος ὃς οὐ κατέλυσέ σοι σήμερον τὸν ἀγχιστέα καὶ καλέσαι τὸ ὄνομά σου ἐν Ισραηλ
15 καὶ ἔσται σοι εἰς ἐπιστρέφοντα ψυχὴν καὶ του̃ διαθρέψαι τὴν πολιάν σου ὅτι ἡ νύμφη σου ἡ ἀγαπήσασά σε ἔτεκεν αὐτόν ἥ ἐστιν ἀγαθή σοι ὑπὲρ ἑπτὰ υἱούς
16 καὶ ἔλαβεν Νωεμιν τὸ παιδίον καὶ ἔθηκεν εἰς τὸν κόλπον αὐτη̃ς καὶ ἐγενήθη αὐτω̨̃ εἰς τιθηνόν
17 καὶ ἐκάλεσαν αὐτου̃ αἱ γείτονες ὄνομα λέγουσαι ἐτέχθη υἱὸς τη̨̃ Νωεμιν καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτου̃ Ωβηδ οὑ̃τος πατὴρ Ιεσσαι πατρὸς Δαυιδ
18 καὶ αὑ̃ται αἱ γενέσεις Φαρες Φαρες ἐγέννησεν τὸν Εσρων
19 Εσρων δὲ ἐγέννησεν τὸν Αρραν καὶ Αρραν ἐγέννησεν τὸν Αμιναδαβ
20 καὶ Αμιναδαβ ἐγέννησεν τὸν Ναασσων καὶ Ναασσων ἐγέννησεν τὸν Σαλμαν
21 καὶ Σαλμαν ἐγέννησεν τὸν Βοος καὶ Βοος ἐγέννησεν τὸν Ωβηδ
22 καὶ Ωβηδ ἐγέννησεν τὸν Ιεσσαι καὶ Ιεσσαι ἐγέννησεν τὸν Δαυιδ
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.