ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ,
κεφαλίς 8,
στἰχοι 5-13
5 οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τη̃ς σαρκòς φρονου̃σιν οἱ δὲ κατὰ πνευ̃μα τὰ του̃ πνεύματος |
6 τò γὰρ φρόνημα τη̃ς σαρκòς θάνατος τò δὲ φρόνημα του̃ πνεύματος ζωὴ καὶ εἰρήνη |
7 διότι τò φρόνημα τη̃ς σαρκòς ἔχθρα εἰς θεόν τω̨̃ γὰρ νόμω̨ του̃ θεου̃ οὐχ ὑποτάσσεται οὐδὲ γὰρ δύναται |
8 οἱ δὲ ἐν σαρκὶ ὄντες θεω̨̃ ἀρέσαι οὐ δύνανται |
9 ὑμει̃ς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλὰ ἐν πνεύματι εἴπερ πνευ̃μα θεου̃ οἰκει̃ ἐν ὑμι̃ν εἰ δέ τις πνευ̃μα Χριστου̃ οὐκ ἔχει οὑ̃τος οὐκ ἔστιν αὐτου̃ |
10 εἰ δὲ Χριστòς ἐν ὑμι̃ν τò μὲν σω̃μα νεκρòν διὰ ἁμαρτίαν τò δὲ πνευ̃μα ζωὴ διὰ δικαιοσύνην |
11 εἰ δὲ τò πνευ̃μα του̃ ἐγείραντος τòν ’Ιησου̃ν ἐκ νεκρω̃ν οἰκει̃ ἐν ὑμι̃ν ὁ ἐγείρας Χριστòν ἐκ νεκρω̃ν ζω̨οποιήσει καὶ τὰ θνητὰ σώματα ὑμω̃ν διὰ του̃ ἐνοικου̃ντος αὐτου̃ πνεύματος ἐν ὑμι̃ν |
12 ἄρα οὐ̃ν ἀδελφοί ὀφειλέται ἐσμέν οὐ τη̨̃ σαρκὶ του̃ κατὰ σάρκα ζη̃ν |
13 εἰ γὰρ κατὰ σάρκα ζη̃τε μέλλετε ἀποθνή̨σκειν εἰ δὲ πνεύματι τὰς πράξεις του̃ σώματος θανατου̃τε ζήσεσθε |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.