Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ, κεφαλίς 7

ἢ ἀγνοει̃τε ἀδελφοί γινώσκουσιν γὰρ νόμον λαλω̃ ὅτι ὁ νόμος κυριεύει του̃ ἀνθρώπου ἐφ' ὅσον χρόνον ζη̨̃
ἡ γὰρ ὕπανδρος γυνὴ τω̨̃ ζω̃ντι ἀνδρὶ δέδεται νόμω̨ ἐὰν δὲ ἀποθάνη̨ ὁ ἀνήρ κατήργηται ἀπò του̃ νόμου του̃ ἀνδρός
ἄρα οὐ̃ν ζω̃ντος του̃ ἀνδρòς μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρω̨ ἐὰν δὲ ἀποθάνη̨ ὁ ἀνήρ ἐλευθέρα ἐστὶν ἀπò του̃ νόμου του̃ μὴ εἰ̃ναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρω̨
ὥστε ἀδελφοί μου καὶ ὑμει̃ς ἐθανατώθητε τω̨̃ νόμω̨ διὰ του̃ σώματος του̃ Χριστου̃ εἰς τò γενέσθαι ὑμα̃ς ἑτέρω̨ τω̨̃ ἐκ νεκρω̃ν ἐγερθέντι ἵνα καρποφορήσωμεν τω̨̃ θεω̨̃
ὅτε γὰρ ἠ̃μεν ἐν τη̨̃ σαρκί τὰ παθήματα τω̃ν ἁμαρτιω̃ν τὰ διὰ του̃ νόμου ἐνηργει̃το ἐν τοι̃ς μέλεσιν ἡμω̃ν εἰς τò καρποφορη̃σαι τω̨̃ θανάτω̨
νυνὶ δὲ κατηργήθημεν ἀπò του̃ νόμου ἀποθανόντες ἐν ὡ̨̃ κατειχόμεθα ὥστε δουλεύειν ἡμα̃ς ἐν καινότητι πνεύματος καὶ οὐ παλαιότητι γράμματος
τί οὐ̃ν ἐρου̃μεν ὁ νόμος ἁμαρτία μὴ γένοιτο ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου τήν τε γὰρ ἐπιθυμίαν οὐκ ἤ̨δειν εἰ μὴ ὁ νόμος ἔλεγεν οὐκ ἐπιθυμήσεις
ἀφορμὴν δὲ λαβου̃σα ἡ ἁμαρτία διὰ τη̃ς ἐντολη̃ς κατειργάσατο ἐν ἐμοὶ πα̃σαν ἐπιθυμίαν χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά
ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ ἐλθούσης δὲ τη̃ς ἐντολη̃ς ἡ ἁμαρτία ἀνέζησεν
10 ἐγὼ δὲ ἀπέθανον καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν αὕτη εἰς θάνατον
11 ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβου̃σα διὰ τη̃ς ἐντολη̃ς ἐξηπάτησέν με καὶ δι' αὐτη̃ς ἀπέκτεινεν
12 ὥστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή
13 τò οὐ̃ν ἀγαθòν ἐμοὶ ἐγένετο θάνατος μὴ γένοιτο ἀλλὰ ἡ ἁμαρτία ἵνα φανη̨̃ ἁμαρτία διὰ του̃ ἀγαθου̃ μοι κατεργαζομένη θάνατον ἵνα γένηται καθ' ὑπερβολὴν ἁμαρτωλòς ἡ ἁμαρτία διὰ τη̃ς ἐντολη̃ς
14 οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν ἐγὼ δὲ σάρκινός εἰμι πεπραμένος ὑπò τὴν ἁμαρτίαν
15 ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω οὐ γὰρ ὃ θέλω του̃το πράσσω ἀλλ' ὃ μισω̃ του̃το ποιω̃
16 εἰ δὲ ὃ οὐ θέλω του̃το ποιω̃ σύμφημι τω̨̃ νόμω̨ ὅτι καλός
17 νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτò ἀλλὰ ἡ οἰκου̃σα ἐν ἐμοὶ ἁμαρτία
18 οἰ̃δα γὰρ ὅτι οὐκ οἰκει̃ ἐν ἐμοί του̃τ' ἔστιν ἐν τη̨̃ σαρκί μου ἀγαθόν τò γὰρ θέλειν παράκειταί μοι τò δὲ κατεργάζεσθαι τò καλòν οὔ
19 οὐ γὰρ ὃ θέλω ποιω̃ ἀγαθόν ἀλλὰ ὃ οὐ θέλω κακòν του̃το πράσσω
20 εἰ δὲ ὃ οὐ θέλω ἐγὼ του̃το ποιω̃ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτò ἀλλὰ ἡ οἰκου̃σα ἐν ἐμοὶ ἁμαρτία
21 εὑρίσκω ἄρα τòν νόμον τω̨̃ θέλοντι ἐμοὶ ποιει̃ν τò καλòν ὅτι ἐμοὶ τò κακòν παράκειται
22 συνήδομαι γὰρ τω̨̃ νόμω̨ του̃ θεου̃ κατὰ τòν ἔσω ἄνθρωπον
23 βλέπω δὲ ἕτερον νόμον ἐν τοι̃ς μέλεσίν μου ἀντιστρατευόμενον τω̨̃ νόμω̨ του̃ νοός μου καὶ αἰχμαλωτίζοντά με ἐν τω̨̃ νόμω̨ τη̃ς ἁμαρτίας τω̨̃ ὄντι ἐν τοι̃ς μέλεσίν μου
24 ταλαίπωρος ἐγὼ ἄνθρωπος τίς με ῥύσεται ἐκ του̃ σώματος του̃ θανάτου τούτου
25 χάρις δὲ τω̨̃ θεω̨̃ διὰ ’Ιησου̃ Χριστου̃ του̃ κυρίου ἡμω̃ν ἄρα οὐ̃ν αὐτòς ἐγὼ τω̨̃ μὲν νοΐ δουλεύω νόμω̨ θεου̃ τη̨̃ δὲ σαρκὶ νόμω̨ ἁμαρτίας
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.