ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ,
κεφαλίς 5,
στἰχοι 15-18
15 ἀλλ' οὐχ ὡς τò παράπτωμα οὕτως καὶ τò χάρισμα εἰ γὰρ τω̨̃ του̃ ἑνòς παραπτώματι οἱ πολλοὶ ἀπέθανον πολλω̨̃ μα̃λλον ἡ χάρις του̃ θεου̃ καὶ ἡ δωρεὰ ἐν χάριτι τη̨̃ του̃ ἑνòς ἀνθρώπου ’Ιησου̃ Χριστου̃ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν |
16 καὶ οὐχ ὡς δι' ἑνòς ἁμαρτήσαντος τò δώρημα τò μὲν γὰρ κρίμα ἐξ ἑνòς εἰς κατάκριμα τò δὲ χάρισμα ἐκ πολλω̃ν παραπτωμάτων εἰς δικαίωμα |
17 εἰ γὰρ τω̨̃ του̃ ἑνòς παραπτώματι ὁ θάνατος ἐβασίλευσεν διὰ του̃ ἑνός πολλω̨̃ μα̃λλον οἱ τὴν περισσείαν τη̃ς χάριτος καὶ τη̃ς δωρεα̃ς τη̃ς δικαιοσύνης λαμβάνοντες ἐν ζωη̨̃ βασιλεύσουσιν διὰ του̃ ἑνòς ’Ιησου̃ Χριστου̃ |
18 ἄρα οὐ̃ν ὡς δι' ἑνòς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα οὕτως καὶ δι' ἑνòς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωη̃ς |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.