Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ, κεφαλίς 15

1 ὀφείλομεν δὲ ἡμει̃ς οἱ δυνατοὶ τὰ ἀσθενήματα τω̃ν ἀδυνάτων βαστάζειν καὶ μὴ ἑαυτοι̃ς ἀρέσκειν
2 ἕκαστος ἡμω̃ν τω̨̃ πλησίον ἀρεσκέτω εἰς τò ἀγαθòν πρòς οἰκοδομήν
3 καὶ γὰρ ὁ Χριστòς οὐχ ἑαυτω̨̃ ἤρεσεν ἀλλὰ καθὼς γέγραπται οἱ ὀνειδισμοὶ τω̃ν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ' ἐμέ
4 ὅσα γὰρ προεγράφη εἰς τὴν ἡμετέραν διδασκαλίαν ἐγράφη ἵνα διὰ τη̃ς ὑπομονη̃ς καὶ διὰ τη̃ς παρακλήσεως τω̃ν γραφω̃ν τὴν ἐλπίδα ἔχωμεν
5 ὁ δὲ θεòς τη̃ς ὑπομονη̃ς καὶ τη̃ς παρακλήσεως δώ̨η ὑμι̃ν τò αὐτò φρονει̃ν ἐν ἀλλήλοις κατὰ Χριστòν ’Ιησου̃ν
6 ἵνα ὁμοθυμαδòν ἐν ἑνὶ στόματι δοξάζητε τòν θεòν καὶ πατέρα του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃
7 διò προσλαμβάνεσθε ἀλλήλους καθὼς καὶ ὁ Χριστòς προσελάβετο ὑμα̃ς εἰς δόξαν του̃ θεου̃
8 λέγω γὰρ Χριστòν διάκονον γεγενη̃σθαι περιτομη̃ς ὑπὲρ ἀληθείας θεου̃ εἰς τò βεβαιω̃σαι τὰς ἐπαγγελίας τω̃ν πατέρων
9 τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τòν θεόν καθὼς γέγραπται διὰ του̃το ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν καὶ τω̨̃ ὀνοματί σου ψαλω̃
10 καὶ πάλιν λέγει εὐφράνθητε ἔθνη μετὰ του̃ λαου̃ αὐτου̃
11 καὶ πάλιν αἰνει̃τε πάντα τὰ ἔθνη τòν κύριον καὶ ἐπαινεσάτωσαν αὐτòν πάντες οἱ λαοί
12 καὶ πάλιν ’Ησαΐας λέγει ἔσται ἡ ῥίζα του̃ ’Ιεσσαί καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνω̃ν ἐπ' αὐτω̨̃ ἔθνη ἐλπιου̃σιν
13 ὁ δὲ θεòς τη̃ς ἐλπίδος πληρώσαι ὑμα̃ς πάσης χαρα̃ς καὶ εἰρήνης ἐν τω̨̃ πιστεύειν εἰς τò περισσεύειν ὑμα̃ς ἐν τη̨̃ ἐλπίδι ἐν δυνάμει πνεύματος ἁγίου
14 πέπεισμαι δέ ἀδελφοί μου καὶ αὐτòς ἐγὼ περὶ ὑμω̃ν ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης πεπληρωμένοι πάσης τη̃ς γνώσεως δυνάμενοι καὶ ἀλλήλους νουθετει̃ν
15 τολμηρότερον δὲ ἔγραψα ὑμι̃ν ἀπò μέρους ὡς ἐπαναμιμνή̨σκων ὑμα̃ς διὰ τὴν χάριν τὴν δοθει̃σάν μοι ὑπò του̃ θεου̃
16 εἰς τò εἰ̃ναί με λειτουργòν Χριστου̃ ’Ιησου̃ εἰς τὰ ἔθνη ἱερουργου̃ντα τò εὐαγγέλιον του̃ θεου̃ ἵνα γένηται ἡ προσφορὰ τω̃ν ἐθνω̃ν εὐπρόσδεκτος ἡγιασμένη ἐν πνεύματι ἁγίω̨
17 ἔχω οὐ̃ν τὴν καύχησιν ἐν Χριστω̨̃ ’Ιησου̃ τὰ πρòς τòν θεόν
18 οὐ γὰρ τολμήσω τι λαλει̃ν ὡ̃ν οὐ κατειργάσατο Χριστòς δι' ἐμου̃ εἰς ὑπακοὴν ἐθνω̃ν λόγω̨ καὶ ἔργω̨
19 ἐν δυνάμει σημείων καὶ τεράτων ἐν δυνάμει πνεύματος θεου̃ ὥστε με ἀπò ’Ιερουσαλὴμ καὶ κύκλω̨ μέχρι του̃ ’Ιλλυρικου̃ πεπληρωκέναι τò εὐαγγέλιον του̃ Χριστου̃
20 οὕτως δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη Χριστός ἵνα μὴ ἐπ' ἀλλότριον θεμέλιον οἰκοδομω̃
21 ἀλλὰ καθὼς γέγραπται οἱ̃ς οὐκ ἀνηγγέλη περὶ αὐτου̃ ὄψονται καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν
22 διò καὶ ἐνεκοπτόμην τὰ πολλὰ του̃ ἐλθει̃ν πρòς ὑμα̃ς
23 νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοι̃ς κλίμασι τούτοις ἐπιποθίαν δὲ ἔχων του̃ ἐλθει̃ν πρòς ὑμα̃ς ἀπò πολλω̃ν ἐτω̃ν
24 ὡς ἂν πορεύωμαι εἰς τὴν Σπανίαν ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμα̃ς καὶ ὑφ' ὑμω̃ν προπεμφθη̃ναι ἐκει̃ ἐὰν ὑμω̃ν πρω̃τον ἀπò μέρους ἐμπλησθω̃
25 νυνὶ δὲ πορεύομαι εἰς ’Ιερουσαλὴμ διακονω̃ν τοι̃ς ἁγίοις
26 εὐδόκησαν γὰρ Μακεδονία καὶ ’Αχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τω̃ν ἁγίων τω̃ν ἐν ’Ιερουσαλήμ
27 εὐδόκησαν γάρ καὶ ὀφειλέται εἰσὶν αὐτω̃ν εἰ γὰρ τοι̃ς πνευματικοι̃ς αὐτω̃ν ἐκοινώνησαν τὰ ἔθνη ὀφείλουσιν καὶ ἐν τοι̃ς σαρκικοι̃ς λειτουργη̃σαι αὐτοι̃ς
28 του̃το οὐ̃ν ἐπιτελέσας καὶ σφραγισάμενος αὐτοι̃ς τòν καρπòν του̃τον ἀπελεύσομαι δι' ὑμω̃ν εἰς Σπανίαν
29 οἰ̃δα δὲ ὅτι ἐρχόμενος πρòς ὑμα̃ς ἐν πληρώματι εὐλογίας Χριστου̃ ἐλεύσομαι
30 παρακαλω̃ δὲ ὑμα̃ς ἀδελφοί διὰ του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ καὶ διὰ τη̃ς ἀγάπης του̃ πνεύματος συναγωνίσασθαί μοι ἐν ται̃ς προσευχαι̃ς ὑπὲρ ἐμου̃ πρòς τòν θεόν
31 ἵνα ῥυσθω̃ ἀπò τω̃ν ἀπειθούντων ἐν τη̨̃ ’Ιουδαία̨ καὶ ἡ διακονία μου ἡ εἰς ’Ιερουσαλὴμ εὐπρόσδεκτος τοι̃ς ἁγίοις γένηται
32 ἵνα ἐν χαρα̨̃ ἐλθὼν πρòς ὑμα̃ς διὰ θελήματος θεου̃ συναναπαύσωμαι ὑμι̃ν
33 ὁ δὲ θεòς τη̃ς εἰρήνης μετὰ πάντων ὑμω̃ν ἀμήν

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ, κεφαλίς 16

1 συνίστημι δὲ ὑμι̃ν φοίβην τὴν ἀδελφὴν ἡμω̃ν οὐ̃σαν καὶ διάκονον τη̃ς ἐκκλησίας τη̃ς ἐν κεγχρεαι̃ς
2 ἵνα αὐτὴν προσδέξησθε ἐν κυρίω̨ ἀξίως τω̃ν ἁγίων καὶ παραστη̃τε αὐτη̨̃ ἐν ὡ̨̃ ἂν ὑμω̃ν χρή̨ζη̨ πράγματι καὶ γὰρ αὐτὴ προστάτις πολλω̃ν ἐγενήθη καὶ ἐμου̃ αὐτου̃
3 ἀσπάσασθε Πρίσκαν καὶ ’Ακύλαν τοὺς συνεργούς μου ἐν Χριστω̨̃ ’Ιησου̃
4 οἵτινες ὑπὲρ τη̃ς ψυχη̃ς μου τòν ἑαυτω̃ν τράχηλον ὑπέθηκαν οἱ̃ς οὐκ ἐγὼ μόνος εὐχαριστω̃ ἀλλὰ καὶ πα̃σαι αἱ ἐκκλησίαι τω̃ν ἐθνω̃ν
5 καὶ τὴν κατ' οἰ̃κον αὐτω̃ν ἐκκλησίαν ἀσπάσασθε ἐπαίνετον τòν ἀγαπητόν μου ὅς ἐστιν ἀπαρχὴ τη̃ς ’Ασίας εἰς Χριστόν
6 ἀσπάσασθε Μαρίαν ἥτις πολλὰ ἐκοπίασεν εἰς ὑμα̃ς
7 ἀσπάσασθε ’Ανδρόνικον καὶ ’Ιουνια̃ν τοὺς συγγενει̃ς μου καὶ συναιχμαλώτους μου οἵτινές εἰσιν ἐπίσημοι ἐν τοι̃ς ἀποστόλοις οἳ καὶ πρò ἐμου̃ γέγοναν ἐν Χριστω̨̃
8 ἀσπάσασθε ’Αμπλια̃τον τòν ἀγαπητόν μου ἐν κυρίω̨
9 ἀσπάσασθε Οὐρβανòν τòν συνεργòν ἡμω̃ν ἐν Χριστω̨̃ καὶ στάχυν τòν ἀγαπητόν μου
10 ἀσπάσασθε ’Απελλη̃ν τòν δόκιμον ἐν Χριστω̨̃ ἀσπάσασθε τοὺς ἐκ τω̃ν ’Αριστοβούλου
11 ἀσπάσασθε ‘Ηρω̨δίωνα τòν συγγενη̃ μου ἀσπάσασθε τοὺς ἐκ τω̃ν Ναρκίσσου τοὺς ὄντας ἐν κυρίω̨
12 ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφω̃σαν τὰς κοπιώσας ἐν κυρίω̨ ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίω̨
13 ἀσπάσασθε ‘Ρου̃φον τòν ἐκλεκτòν ἐν κυρίω̨ καὶ τὴν μητέρα αὐτου̃ καὶ ἐμου̃
14 ἀσπάσασθε ’Ασύγκριτον Φλέγοντα ‘Ερμη̃ν Πατροβα̃ν ‘Ερμα̃ν καὶ τοὺς σὺν αὐτοι̃ς ἀδελφούς
15 ἀσπάσασθε Φιλόλογον καὶ ’Ιουλίαν Νηρέα καὶ τὴν ἀδελφὴν αὐτου̃ καὶ ’Ολυμπα̃ν καὶ τοὺς σὺν αὐτοι̃ς πάντας ἁγίους
16 ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίω̨ ἀσπάζονται ὑμα̃ς αἱ ἐκκλησίαι πα̃σαι του̃ Χριστου̃
17 παρακαλω̃ δὲ ὑμα̃ς ἀδελφοί σκοπει̃ν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμει̃ς ἐμάθετε ποιου̃ντας καὶ ἐκκλίνετε ἀπ' αὐτω̃ν
18 οἱ γὰρ τοιου̃τοι τω̨̃ κυρίω̨ ἡμω̃ν Χριστω̨̃ οὐ δουλεύουσιν ἀλλὰ τη̨̃ ἑαυτω̃ν κοιλία̨ καὶ διὰ τη̃ς χρηστολογίας καὶ εὐλογίας ἐξαπατω̃σιν τὰς καρδίας τω̃ν ἀκάκων
19 ἡ γὰρ ὑμω̃ν ὑπακοὴ εἰς πάντας ἀφίκετο ἐφ' ὑμι̃ν οὐ̃ν χαίρω θέλω δὲ ὑμα̃ς σοφοὺς εἰ̃ναι εἰς τò ἀγαθόν ἀκεραίους δὲ εἰς τò κακόν
20 ὁ δὲ θεòς τη̃ς εἰρήνης συντρίψει τòν Σατανα̃ν ὑπò τοὺς πόδας ὑμω̃ν ἐν τάχει ἡ χάρις του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ μεθ' ὑμω̃ν
21 ἀσπάζεται ὑμα̃ς Τιμόθεος ὁ συνεργός μου καὶ Λούκιος καὶ ’Ιάσων καὶ Σωσίπατρος οἱ συγγενει̃ς μου
22 ἀσπάζομαι ὑμα̃ς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν κυρίω̨
23 ἀσπάζεται ὑμα̃ς Γάϊος ὁ ξένος μου καὶ ὅλης τη̃ς ἐκκλησίας ἀσπάζεται ὑμα̃ς ’Έραστος ὁ οἰκονόμος τη̃ς πόλεως καὶ Κούαρτος ὁ ἀδελφός
24 τω̨̃ δὲ δυναμένω̨ ὑμα̃ς στηρίξαι κατὰ τò εὐαγγέλιόν μου καὶ τò κήρυγμα ’Ιησου̃ Χριστου̃ κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου
25 φανερωθέντος δὲ νυ̃ν διά τε γραφω̃ν προφητικω̃ν κατ' ἐπιταγὴν του̃ αἰωνίου θεου̃ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος
26 μόνω̨ σοφω̨̃ θεω̨̃ διὰ ’Ιησου̃ Χριστου̃ ὡ̨̃ ἡ δόξα εἰς τοὺς αἰω̃νας ἀμήν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.