ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ,
κεφαλίς 8
1 καὶ ὅταν ἤνοιξεν τὴν σφραγι̃δα τὴν ἑβδόμην ἐγένετο σιγὴ ἐν τω̨̃ οὐρανω̨̃ ὡς ἡμιώριον |
2 καὶ εἰ̃δον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον του̃ θεου̃ ἑστήκασιν καὶ ἐδόθησαν αὐτοι̃ς ἑπτὰ σάλπιγγες |
3 καὶ ἄλλος ἄγγελος ἠ̃λθεν καὶ ἐστάθη ἐπὶ του̃ θυσιαστηρίου ἔχων λιβανωτòν χρυσου̃ν καὶ ἐδόθη αὐτω̨̃ θυμιάματα πολλὰ ἵνα δώσει ται̃ς προσευχαι̃ς τω̃ν ἁγίων πάντων ἐπὶ τò θυσιαστήριον τò χρυσου̃ν τò ἐνώπιον του̃ θρόνου |
4 καὶ ἀνέβη ὁ καπνòς τω̃ν θυμιαμάτων ται̃ς προσευχαι̃ς τω̃ν ἁγίων ἐκ χειρòς του̃ ἀγγέλου ἐνώπιον του̃ θεου̃ |
5 καὶ εἴληφεν ὁ ἄγγελος τòν λιβανωτόν καὶ ἐγέμισεν αὐτòν ἐκ του̃ πυρòς του̃ θυσιαστηρίου καὶ ἔβαλεν εἰς τὴν γη̃ν καὶ ἐγένοντο βρονταὶ καὶ φωναὶ καὶ ἀστραπαὶ καὶ σεισμός |
6 καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν αὐτοὺς ἵνα σαλπίσωσιν |
7 καὶ ὁ πρω̃τος ἐσάλπισεν καὶ ἐγένετο χάλαζα καὶ πυ̃ρ μεμιγμένα ἐν αἵματι καὶ ἐβλήθη εἰς τὴν γη̃ν καὶ τò τρίτον τη̃ς γη̃ς κατεκάη καὶ τò τρίτον τω̃ν δένδρων κατεκάη καὶ πα̃ς χόρτος χλωρòς κατεκάη |
8 καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισεν καὶ ὡς ὄρος μέγα πυρὶ καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν καὶ ἐγένετο τò τρίτον τη̃ς θαλάσσης αἱ̃μα |
9 καὶ ἀπέθανεν τò τρίτον τω̃ν κτισμάτων τω̃ν ἐν τη̨̃ θαλάσση̨ τὰ ἔχοντα ψυχάς καὶ τò τρίτον τω̃ν πλοίων διεφθάρησαν |
10 καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισεν καὶ ἔπεσεν ἐκ του̃ οὐρανου̃ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς καὶ ἔπεσεν ἐπὶ τò τρίτον τω̃ν ποταμω̃ν καὶ ἐπὶ τὰς πηγὰς τω̃ν ὑδάτων |
11 καὶ τò ὄνομα του̃ ἀστέρος λέγεται ὁ ἄψινθος καὶ ἐγένετο τò τρίτον τω̃ν ὑδάτων εἰς ἄψινθον καὶ πολλοὶ τω̃ν ἀνθρώπων ἀπέθανον ἐκ τω̃ν ὑδάτων ὅτι ἐπικράνθησαν |
12 καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισεν καὶ ἐπλήγη τò τρίτον του̃ ἡλίου καὶ τò τρίτον τη̃ς σελήνης καὶ τò τρίτον τω̃ν ἀστέρων ἵνα σκοτισθη̨̃ τò τρίτον αὐτω̃ν καὶ ἡ ἡμέρα μὴ φάνη̨ τò τρίτον αὐτη̃ς καὶ ἡ νὺξ ὁμοίως |
13 καὶ εἰ̃δον καὶ ἤκουσα ἑνòς ἀετου̃ πετομένου ἐν μεσουρανήματι λέγοντος φωνη̨̃ μεγάλη̨ οὐαὶ οὐαὶ οὐαὶ τοὺς κατοικου̃ντας ἐπὶ τη̃ς γη̃ς ἐκ τω̃ν λοιπω̃ν φωνω̃ν τη̃ς σάλπιγγος τω̃ν τριω̃ν ἀγγέλων τω̃ν μελλόντων σαλπίζειν |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.