Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 98

ψαλμὸς τω̨̃ Δαυιδ ὁ κύριος ἐβασίλευσεν ὀργιζέσθωσαν λαοί ὁ καθήμενος ἐπὶ τω̃ν χερουβιν σαλευθήτω ἡ γη̃
κύριος ἐν Σιων μέγας καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς
ἐξομολογησάσθωσαν τω̨̃ ὀνόματί σου τω̨̃ μεγάλω̨ ὅτι φοβερὸν καὶ ἅγιόν ἐστιν
καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπα̨̃ σὺ ἡτοίμασας εὐθύτητας κρίσιν καὶ δικαιοσύνην ἐν Ιακωβ σὺ ἐποίησας
ὑψου̃τε κύριον τὸν θεὸν ἡμω̃ν καὶ προσκυνει̃τε τω̨̃ ὑποποδίω̨ τω̃ν ποδω̃ν αὐτου̃ ὅτι ἅγιός ἐστιν
Μωυση̃ς καὶ Ααρων ἐν τοι̃ς ἱερευ̃σιν αὐτου̃ καὶ Σαμουηλ ἐν τοι̃ς ἐπικαλουμένοις τὸ ὄνομα αὐτου̃ ἐπεκαλου̃ντο τὸν κύριον καὶ αὐτὸς ἐπήκουσεν αὐτω̃ν
ἐν στύλω̨ νεφέλης ἐλάλει πρὸς αὐτούς ἐφύλασσον τὰ μαρτύρια αὐτου̃ καὶ τὰ προστάγματα ἃ ἔδωκεν αὐτοι̃ς
κύριε ὁ θεὸς ἡμω̃ν σὺ ἐπήκουες αὐτω̃ν ὁ θεός σὺ εὐίλατος ἐγίνου αὐτοι̃ς καὶ ἐκδικω̃ν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτω̃ν
ὑψου̃τε κύριον τὸν θεὸν ἡμω̃ν καὶ προσκυνει̃τε εἰς ὄρος ἅγιον αὐτου̃ ὅτι ἅγιος κύριος ὁ θεὸς ἡμω̃ν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.