Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 9

1 εἰς τὸ τέλος ὑπὲρ τω̃ν κρυφίων του̃ υἱου̃ ψαλμὸς τω̨̃ Δαυιδ
2 ἐξομολογήσομαί σοι κύριε ἐν ὅλη̨ καρδία̨ μου διηγήσομαι πάντα τὰ θαυμάσιά σου
3 εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί ψαλω̃ τω̨̃ ὀνόματί σου ὕψιστε
4 ἐν τω̨̃ ἀποστραφη̃ναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω ἀσθενήσουσιν καὶ ἀπολου̃νται ἀπὸ προσώπου σου
5 ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην
6 ἐπετίμησας ἔθνεσιν καὶ ἀπώλετο ὁ ἀσεβής τὸ ὄνομα αὐτω̃ν ἐξήλειψας εἰς τὸν αἰω̃να καὶ εἰς τὸν αἰω̃να του̃ αἰω̃νος
7 του̃ ἐχθρου̃ ἐξέλιπον αἱ ῥομφαι̃αι εἰς τέλος καὶ πόλεις καθει̃λες ἀπώλετο τὸ μνημόσυνον αὐτω̃ν μετ' ἤχους
8 καὶ ὁ κύριος εἰς τὸν αἰω̃να μένει ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτου̃
9 καὶ αὐτὸς κρινει̃ τὴν οἰκουμένην ἐν δικαιοσύνη̨ κρινει̃ λαοὺς ἐν εὐθύτητι
10 καὶ ἐγένετο κύριος καταφυγὴ τω̨̃ πένητι βοηθὸς ἐν εὐκαιρίαις ἐν θλίψει
11 καὶ ἐλπισάτωσαν ἐπὶ σὲ οἱ γινώσκοντες τὸ ὄνομά σου ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητου̃ντάς σε κύριε
12 ψάλατε τω̨̃ κυρίω̨ τω̨̃ κατοικου̃ντι ἐν Σιων ἀναγγείλατε ἐν τοι̃ς ἔθνεσιν τὰ ἐπιτηδεύματα αὐτου̃
13 ὅτι ἐκζητω̃ν τὰ αἵματα αὐτω̃ν ἐμνήσθη οὐκ ἐπελάθετο τη̃ς κραυγη̃ς τω̃ν πενήτων
14 ἐλέησόν με κύριε ἰδὲ τὴν ταπείνωσίν μου ἐκ τω̃ν ἐχθρω̃ν μου ὁ ὑψω̃ν με ἐκ τω̃ν πυλω̃ν του̃ θανάτου
15 ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ται̃ς πύλαις τη̃ς θυγατρὸς Σιων ἀγαλλιάσομαι ἐπὶ τω̨̃ σωτηρίω̨ σου
16 ἐνεπάγησαν ἔθνη ἐν διαφθορα̨̃ ἡ̨̃ ἐποίησαν ἐν παγίδι ταύτη̨ ἡ̨̃ ἔκρυψαν συνελήμφθη ὁ ποὺς αὐτω̃ν
17 γινώσκεται κύριος κρίματα ποιω̃ν ἐν τοι̃ς ἔργοις τω̃ν χειρω̃ν αὐτου̃ συνελήμφθη ὁ ἁμαρτωλός ὠ̨δὴ διαψάλματος
18 ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ἅ̨δην πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα του̃ θεου̃
19 ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός ἡ ὑπομονὴ τω̃ν πενήτων οὐκ ἀπολει̃ται εἰς τὸν αἰω̃να
20 ἀνάστηθι κύριε μὴ κραταιούσθω ἄνθρωπος κριθήτωσαν ἔθνη ἐνώπιόν σου
21 κατάστησον κύριε νομοθέτην ἐπ' αὐτούς γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν διάψαλμα
22 ἵνα τί κύριε ἀφέστηκας μακρόθεν ὑπερορα̨̃ς ἐν εὐκαιρίαις ἐν θλίψει
23 ἐν τω̨̃ ὑπερηφανεύεσθαι τὸν ἀσεβη̃ ἐμπυρίζεται ὁ πτωχός συλλαμβάνονται ἐν διαβουλίοις οἱ̃ς διαλογίζονται
24 ὅτι ἐπαινει̃ται ὁ ἁμαρτωλὸς ἐν ται̃ς ἐπιθυμίαις τη̃ς ψυχη̃ς αὐτου̃ καὶ ὁ ἀδικω̃ν ἐνευλογει̃ται
25 παρώξυνεν τὸν κύριον ὁ ἁμαρτωλός κατὰ τὸ πλη̃θος τη̃ς ὀργη̃ς αὐτου̃ οὐκ ἐκζητήσει οὐκ ἔστιν ὁ θεὸς ἐνώπιον αὐτου̃
26 βεβηλου̃νται αἱ ὁδοὶ αὐτου̃ ἐν παντὶ καιρω̨̃ ἀνταναιρει̃ται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτου̃ πάντων τω̃ν ἐχθρω̃ν αὐτου̃ κατακυριεύσει
27 εἰ̃πεν γὰρ ἐν καρδία̨ αὐτου̃ οὐ μὴ σαλευθω̃ ἀπὸ γενεα̃ς εἰς γενεὰν ἄνευ κακου̃
28 οὑ̃ ἀρα̃ς τὸ στόμα αὐτου̃ γέμει καὶ πικρίας καὶ δόλου ὑπὸ τὴν γλω̃σσαν αὐτου̃ κόπος καὶ πόνος
29 ἐγκάθηται ἐνέδρα̨ μετὰ πλουσίων ἐν ἀποκρύφοις ἀποκτει̃ναι ἀθω̨̃ον οἱ ὀφθαλμοὶ αὐτου̃ εἰς τὸν πένητα ἀποβλέπουσιν
30 ἐνεδρεύει ἐν ἀποκρύφω̨ ὡς λέων ἐν τη̨̃ μάνδρα̨ αὐτου̃ ἐνεδρεύει του̃ ἁρπάσαι πτωχόν ἁρπάσαι πτωχὸν ἐν τω̨̃ ἑλκύσαι αὐτόν
31 ἐν τη̨̃ παγίδι αὐτου̃ ταπεινώσει αὐτόν κύψει καὶ πεσει̃ται ἐν τω̨̃ αὐτὸν κατακυριευ̃σαι τω̃ν πενήτων
32 εἰ̃πεν γὰρ ἐν καρδία̨ αὐτου̃ ἐπιλέλησται ὁ θεός ἀπέστρεψεν τὸ πρόσωπον αὐτου̃ του̃ μὴ βλέπειν εἰς τέλος
33 ἀνάστηθι κύριε ὁ θεός ὑψωθήτω ἡ χείρ σου μὴ ἐπιλάθη̨ τω̃ν πενήτων
34 ἕνεκεν τίνος παρώξυνεν ὁ ἀσεβὴς τὸν θεόν εἰ̃πεν γὰρ ἐν καρδία̨ αὐτου̃ οὐκ ἐκζητήσει
35 βλέπεις ὅτι σὺ πόνον καὶ θυμὸν κατανοει̃ς του̃ παραδου̃ναι αὐτοὺς εἰς χει̃ράς σου σοὶ οὐ̃ν ἐγκαταλέλειπται ὁ πτωχός ὀρφανω̨̃ σὺ ἠ̃σθα βοηθω̃ν
36 σύντριψον τὸν βραχίονα του̃ ἁμαρτωλου̃ καὶ πονηρου̃ ζητηθήσεται ἡ ἁμαρτία αὐτου̃ καὶ οὐ μὴ εὑρεθη̨̃ δι' αὐτήν
37 βασιλεύσει κύριος εἰς τὸν αἰω̃να καὶ εἰς τὸν αἰω̃να του̃ αἰω̃νος ἀπολει̃σθε ἔθνη ἐκ τη̃ς γη̃ς αὐτου̃
38 τὴν ἐπιθυμίαν τω̃ν πενήτων εἰσήκουσεν κύριος τὴν ἑτοιμασίαν τη̃ς καρδίας αὐτω̃ν προσέσχεν τὸ οὐ̃ς σου
39 κρι̃ναι ὀρφανω̨̃ καὶ ταπεινω̨̃ ἵνα μὴ προσθη̨̃ ἔτι του̃ μεγαλαυχει̃ν ἄνθρωπος ἐπὶ τη̃ς γη̃ς
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.