ΨΑΛΜΟΙ,
ψαλμὀς 75
1 εἰς τὸ τέλος ἐν ὕμνοις ψαλμὸς τω̨̃ Ασαφ ὠ̨δὴ πρὸς τὸν 'Ασσύριον |
2 γνωστὸς ἐν τη̨̃ Ιουδαία̨ ὁ θεός ἐν τω̨̃ Ισραηλ μέγα τὸ ὄνομα αὐτου̃ |
3 καὶ ἐγενήθη ἐν εἰρήνη̨ ὁ τόπος αὐτου̃ καὶ τὸ κατοικητήριον αὐτου̃ ἐν Σιων |
4 ἐκει̃ συνέτριψεν τὰ κράτη τω̃ν τόξων ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον διάψαλμα |
5 φωτίζεις σὺ θαυμαστω̃ς ἀπὸ ὀρέων αἰωνίων |
6 ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τη̨̃ καρδία̨ ὕπνωσαν ὕπνον αὐτω̃ν καὶ οὐχ εὑ̃ρον οὐδὲν πάντες οἱ ἄνδρες του̃ πλούτου ται̃ς χερσὶν αὐτω̃ν |
7 ἀπὸ ἐπιτιμήσεώς σου ὁ θεὸς Ιακωβ ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους |
8 σὺ φοβερὸς εἰ̃ καὶ τίς ἀντιστήσεταί σοι ἀπὸ τότε ἡ ὀργή σου |
9 ἐκ του̃ οὐρανου̃ ἠκούτισας κρίσιν γη̃ ἐφοβήθη καὶ ἡσύχασεν |
10 ἐν τω̨̃ ἀναστη̃ναι εἰς κρίσιν τὸν θεὸν του̃ σω̃σαι πάντας τοὺς πραει̃ς τη̃ς γη̃ς διάψαλμα |
11 ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι |
12 εὔξασθε καὶ ἀπόδοτε κυρίω̨ τω̨̃ θεω̨̃ ὑμω̃ν πάντες οἱ κύκλω̨ αὐτου̃ οἴσουσιν δω̃ρα |
13 τω̨̃ φοβερω̨̃ καὶ ἀφαιρουμένω̨ πνεύματα ἀρχόντων φοβερω̨̃ παρὰ τοι̃ς βασιλευ̃σι τη̃ς γη̃ς |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.