ΨΑΛΜΟΙ,
ψαλμὀς 52
1 εἰς τὸ τέλος ὑπὲρ μαελεθ συνέσεως τω̨̃ Δαυιδ |
2 εἰ̃πεν ἄφρων ἐν καρδία̨ αὐτου̃ οὐκ ἔστιν θεός διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις οὐκ ἔστιν ποιω̃ν ἀγαθόν |
3 ὁ θεὸς ἐκ του̃ οὐρανου̃ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τω̃ν ἀνθρώπων του̃ ἰδει̃ν εἰ ἔστιν συνίων ἢ ἐκζητω̃ν τὸν θεόν |
4 πάντες ἐξέκλιναν ἅμα ἠχρεώθησαν οὐκ ἔστιν ποιω̃ν ἀγαθόν οὐκ ἔστιν ἕως ἑνός |
5 οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν οἱ ἔσθοντες τὸν λαόν μου βρώσει ἄρτου τὸν θεὸν οὐκ ἐπεκαλέσαντο |
6 ἐκει̃ φοβηθήσονται φόβον οὑ̃ οὐκ ἠ̃ν φόβος ὅτι ὁ θεὸς διεσκόρπισεν ὀστα̃ ἀνθρωπαρέσκων κατη̨σχύνθησαν ὅτι ὁ θεὸς ἐξουδένωσεν αὐτούς |
7 τίς δώσει ἐκ Σιων τὸ σωτήριον του̃ Ισραηλ ἐν τω̨̃ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν του̃ λαου̃ αὐτου̃ ἀγαλλιάσεται Ιακωβ καὶ εὐφρανθήσεται Ισραηλ |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.