Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 30

1 εἰς τὸ τέλος ψαλμὸς τω̨̃ Δαυιδ ἐκστάσεως
2 ἐπὶ σοί κύριε ἤλπισα μὴ καταισχυνθείην εἰς τὸν αἰω̃να ἐν τη̨̃ δικαιοσύνη̨ σου ῥυ̃σαί με καὶ ἐξελου̃ με
3 κλι̃νον πρός με τὸ οὐ̃ς σου τάχυνον του̃ ἐξελέσθαι με γενου̃ μοι εἰς θεὸν ὑπερασπιστὴν καὶ εἰς οἰ̃κον καταφυγη̃ς του̃ σω̃σαί με
4 ὅτι κραταίωμά μου καὶ καταφυγή μου εἰ̃ σὺ καὶ ἕνεκεν του̃ ὀνόματός σου ὁδηγήσεις με καὶ διαθρέψεις με
5 ἐξάξεις με ἐκ παγίδος ταύτης ἡ̃ς ἔκρυψάν μοι ὅτι σὺ εἰ̃ ὁ ὑπερασπιστής μου
6 εἰς χει̃ράς σου παραθήσομαι τὸ πνευ̃μά μου ἐλυτρώσω με κύριε ὁ θεὸς τη̃ς ἀληθείας
7 ἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας διὰ κενη̃ς ἐγὼ δὲ ἐπὶ τω̨̃ κυρίω̨ ἤλπισα
8 ἀγαλλιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τω̨̃ ἐλέει σου ὅτι ἐπει̃δες τὴν ταπείνωσίν μου ἔσωσας ἐκ τω̃ν ἀναγκω̃ν τὴν ψυχήν μου
9 καὶ οὐ συνέκλεισάς με εἰς χει̃ρας ἐχθρου̃ ἔστησας ἐν εὐρυχώρω̨ τοὺς πόδας μου
10 ἐλέησόν με κύριε ὅτι θλίβομαι ἐταράχθη ἐν θυμω̨̃ ὁ ὀφθαλμός μου ἡ ψυχή μου καὶ ἡ γαστήρ μου
11 ὅτι ἐξέλιπεν ἐν ὀδύνη̨ ἡ ζωή μου καὶ τὰ ἔτη μου ἐν στεναγμοι̃ς ἠσθένησεν ἐν πτωχεία̨ ἡ ἰσχύς μου καὶ τὰ ὀστα̃ μου ἐταράχθησαν
12 παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος καὶ τοι̃ς γείτοσίν μου σφόδρα καὶ φόβος τοι̃ς γνωστοι̃ς μου οἱ θεωρου̃ντές με ἔξω ἔφυγον ἀπ' ἐμου̃
13 ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας ἐγενήθην ὡσεὶ σκευ̃ος ἀπολωλός
14 ὅτι ἤκουσα ψόγον πολλω̃ν παροικούντων κυκλόθεν ἐν τω̨̃ ἐπισυναχθη̃ναι αὐτοὺς ἅμα ἐπ' ἐμὲ του̃ λαβει̃ν τὴν ψυχήν μου ἐβουλεύσαντο
15 ἐγὼ δὲ ἐπὶ σὲ ἤλπισα κύριε εἰ̃πα σὺ εἰ̃ ὁ θεός μου
16 ἐν ται̃ς χερσίν σου οἱ καιροί μου ῥυ̃σαί με ἐκ χειρὸς ἐχθρω̃ν μου καὶ ἐκ τω̃ν καταδιωκόντων με
17 ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δου̃λόν σου σω̃σόν με ἐν τω̨̃ ἐλέει σου
18 κύριε μὴ καταισχυνθείην ὅτι ἐπεκαλεσάμην σε αἰσχυνθείησαν οἱ ἀσεβει̃ς καὶ καταχθείησαν εἰς ἅ̨δου
19 ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια τὰ λαλου̃ντα κατὰ του̃ δικαίου ἀνομίαν ἐν ὑπερηφανία̨ καὶ ἐξουδενώσει
20 ὡς πολὺ τὸ πλη̃θος τη̃ς χρηστότητός σου κύριε ἡ̃ς ἔκρυψας τοι̃ς φοβουμένοις σε ἐξειργάσω τοι̃ς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τω̃ν υἱω̃ν τω̃ν ἀνθρώπων
21 κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφω̨ του̃ προσώπου σου ἀπὸ ταραχη̃ς ἀνθρώπων σκεπάσεις αὐτοὺς ἐν σκηνη̨̃ ἀπὸ ἀντιλογίας γλωσσω̃ν
22 εὐλογητὸς κύριος ὅτι ἐθαυμάστωσεν τὸ ἔλεος αὐτου̃ ἐν πόλει περιοχη̃ς
23 ἐγὼ δὲ εἰ̃πα ἐν τη̨̃ ἐκστάσει μου ἀπέρριμμαι ἄρα ἀπὸ προσώπου τω̃ν ὀφθαλμω̃ν σου διὰ του̃το εἰσήκουσας τη̃ς φωνη̃ς τη̃ς δεήσεώς μου ἐν τω̨̃ κεκραγέναι με πρὸς σέ
24 ἀγαπήσατε τὸν κύριον πάντες οἱ ὅσιοι αὐτου̃ ὅτι ἀληθείας ἐκζητει̃ κύριος καὶ ἀνταποδίδωσιν τοι̃ς περισσω̃ς ποιου̃σιν ὑπερηφανίαν
25 ἀνδρίζεσθε καὶ κραταιούσθω ἡ καρδία ὑμω̃ν πάντες οἱ ἐλπίζοντες ἐπὶ κύριον
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.