Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 20,  στἰχοι 2-14

2 κύριε ἐν τη̨̃ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς καὶ ἐπὶ τω̨̃ σωτηρίω̨ σου ἀγαλλιάσεται σφόδρα
3 τὴν ἐπιθυμίαν τη̃ς ψυχη̃ς αὐτου̃ ἔδωκας αὐτω̨̃ καὶ τὴν θέλησιν τω̃ν χειλέων αὐτου̃ οὐκ ἐστέρησας αὐτόν διάψαλμα
4 ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτου̃ στέφανον ἐκ λίθου τιμίου
5 ζωὴν ἠ̨τήσατό σε καὶ ἔδωκας αὐτω̨̃ μακρότητα ἡμερω̃ν εἰς αἰω̃να αἰω̃νος
6 μεγάλη ἡ δόξα αὐτου̃ ἐν τω̨̃ σωτηρίω̨ σου δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ' αὐτόν
7 ὅτι δώσεις αὐτω̨̃ εὐλογίαν εἰς αἰω̃να αἰω̃νος εὐφρανει̃ς αὐτὸν ἐν χαρα̨̃ μετὰ του̃ προσώπου σου
8 ὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ κύριον καὶ ἐν τω̨̃ ἐλέει του̃ ὑψίστου οὐ μὴ σαλευθη̨̃
9 εὑρεθείη ἡ χείρ σου πα̃σιν τοι̃ς ἐχθροι̃ς σου ἡ δεξιά σου εὕροι πάντας τοὺς μισου̃ντάς σε
10 θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν του̃ προσώπου σου κύριος ἐν ὀργη̨̃ αὐτου̃ συνταράξει αὐτούς καὶ καταφάγεται αὐτοὺς πυ̃ρ
11 τὸν καρπὸν αὐτω̃ν ἀπὸ γη̃ς ἀπολει̃ς καὶ τὸ σπέρμα αὐτω̃ν ἀπὸ υἱω̃ν ἀνθρώπων
12 ὅτι ἔκλιναν εἰς σὲ κακά διελογίσαντο βουλήν ἣν οὐ μὴ δύνωνται στη̃σαι
13 ὅτι θήσεις αὐτοὺς νω̃τον ἐν τοι̃ς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτω̃ν
14 ὑψώθητι κύριε ἐν τη̨̃ δυνάμει σου ἄ̨σομεν καὶ ψαλου̃μεν τὰς δυναστείας σου
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.