ΨΑΛΜΟΙ,
ψαλμὀς 18
1 εἰς τὸ τέλος ψαλμὸς τω̨̃ Δαυιδ |
2 οἱ οὐρανοὶ διηγου̃νται δόξαν θεου̃ ποίησιν δὲ χειρω̃ν αὐτου̃ ἀναγγέλλει τὸ στερέωμα |
3 ἡμέρα τη̨̃ ἡμέρα̨ ἐρεύγεται ῥη̃μα καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνω̃σιν |
4 οὐκ εἰσὶν λαλιαὶ οὐδὲ λόγοι ὡ̃ν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτω̃ν |
5 εἰς πα̃σαν τὴν γη̃ν ἐξη̃λθεν ὁ φθόγγος αὐτω̃ν καὶ εἰς τὰ πέρατα τη̃ς οἰκουμένης τὰ ῥήματα αὐτω̃ν ἐν τω̨̃ ἡλίω̨ ἔθετο τὸ σκήνωμα αὐτου̃ |
6 καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστου̃ αὐτου̃ ἀγαλλιάσεται ὡς γίγας δραμει̃ν ὁδὸν αὐτου̃ |
7 ἀπ' ἄκρου του̃ οὐρανου̃ ἡ ἔξοδος αὐτου̃ καὶ τὸ κατάντημα αὐτου̃ ἕως ἄκρου του̃ οὐρανου̃ καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτου̃ |
8 ὁ νόμος του̃ κυρίου ἄμωμος ἐπιστρέφων ψυχάς ἡ μαρτυρία κυρίου πιστή σοφίζουσα νήπια |
9 τὰ δικαιώματα κυρίου εὐθει̃α εὐφραίνοντα καρδίαν ἡ ἐντολὴ κυρίου τηλαυγής φωτίζουσα ὀφθαλμούς |
10 ὁ φόβος κυρίου ἁγνός διαμένων εἰς αἰω̃να αἰω̃νος τὰ κρίματα κυρίου ἀληθινά δεδικαιωμένα ἐπὶ τὸ αὐτό |
11 ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον |
12 καὶ γὰρ ὁ δου̃λός σου φυλάσσει αὐτά ἐν τω̨̃ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή |
13 παραπτώματα τίς συνήσει ἐκ τω̃ν κρυφίων μου καθάρισόν με |
14 καὶ ἀπὸ ἀλλοτρίων φει̃σαι του̃ δούλου σου ἐὰν μή μου κατακυριεύσωσιν τότε ἄμωμος ἔσομαι καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης |
15 καὶ ἔσονται εἰς εὐδοκίαν τὰ λόγια του̃ στόματός μου καὶ ἡ μελέτη τη̃ς καρδίας μου ἐνώπιόν σου διὰ παντός κύριε βοηθέ μου καὶ λυτρωτά μου |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.