ΨΑΛΜΟΙ,
ψαλμὀς 151
1 οὑ̃τος ὁ ψαλμὸς ἰδιόγραφος εἰς Δαυιδ καὶ ἔξωθεν του̃ ἀριθμου̃ ὅτε ἐμονομάχησεν τω̨̃ Γολιαδ μικρὸς ἤμην ἐν τοι̃ς ἀδελφοι̃ς μου καὶ νεώτερος ἐν τω̨̃ οἴκω̨ του̃ πατρός μου ἐποίμαινον τὰ πρόβατα του̃ πατρός μου |
2 αἱ χει̃ρές μου ἐποίησαν ὄργανον οἱ δάκτυλοί μου ἥρμοσαν ψαλτήριον |
3 καὶ τίς ἀναγγελει̃ τω̨̃ κυρίω̨ μου αὐτὸς κύριος αὐτὸς εἰσακούει |
4 αὐτὸς ἐξαπέστειλεν τὸν ἄγγελον αὐτου̃ καὶ ἠ̃ρέν με ἐκ τω̃ν προβάτων του̃ πατρός μου καὶ ἔχρισέν με ἐν τω̨̃ ἐλαίω̨ τη̃ς χρίσεως αὐτου̃ |
5 οἱ ἀδελφοί μου καλοὶ καὶ μεγάλοι καὶ οὐκ εὐδόκησεν ἐν αὐτοι̃ς κύριος |
6 ἐξη̃λθον εἰς συνάντησιν τω̨̃ ἀλλοφύλω̨ καὶ ἐπικατηράσατό με ἐν τοι̃ς εἰδώλοις αὐτου̃ |
7 ἐγὼ δὲ σπασάμενος τὴν παρ' αὐτου̃ μάχαιραν ἀπεκεφάλισα αὐτὸν καὶ ἠ̃ρα ὄνειδος ἐξ υἱω̃ν Ισραηλ |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.