Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 15

στηλογραφία τω̨̃ Δαυιδ φύλαξόν με κύριε ὅτι ἐπὶ σοὶ ἤλπισα
εἰ̃πα τω̨̃ κυρίω̨ κύριός μου εἰ̃ σύ ὅτι τω̃ν ἀγαθω̃ν μου οὐ χρείαν ἔχεις
τοι̃ς ἁγίοις τοι̃ς ἐν τη̨̃ γη̨̃ αὐτου̃ ἐθαυμάστωσεν πάντα τὰ θελήματα αὐτου̃ ἐν αὐτοι̃ς
ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτω̃ν μετὰ ταυ̃τα ἐτάχυναν οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτω̃ν ἐξ αἱμάτων οὐδὲ μὴ μνησθω̃ τω̃ν ὀνομάτων αὐτω̃ν διὰ χειλέων μου
κύριος ἡ μερὶς τη̃ς κληρονομίας μου καὶ του̃ ποτηρίου μου σὺ εἰ̃ ὁ ἀποκαθιστω̃ν τὴν κληρονομίαν μου ἐμοί
σχοινία ἐπέπεσάν μοι ἐν τοι̃ς κρατίστοις καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοί ἐστιν
εὐλογήσω τὸν κύριον τὸν συνετίσαντά με ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου
προωρώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός ὅτι ἐκ δεξιω̃ν μού ἐστιν ἵνα μὴ σαλευθω̃
διὰ του̃το ηὐφράνθη ἡ καρδία μου καὶ ἠγαλλιάσατο ἡ γλω̃σσά μου ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ' ἐλπίδι
10 ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ἅ̨δην οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδει̃ν διαφθοράν
11 ἐγνώρισάς μοι ὁδοὺς ζωη̃ς πληρώσεις με εὐφροσύνης μετὰ του̃ προσώπου σου τερπνότητες ἐν τη̨̃ δεξια̨̃ σου εἰς τέλος
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.