Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 148

1 αλληλουια Αγγαιου καὶ Ζαχαριου αἰνει̃τε τὸν κύριον ἐκ τω̃ν οὐρανω̃ν αἰνει̃τε αὐτὸν ἐν τοι̃ς ὑψίστοις
2 αἰνει̃τε αὐτόν πάντες οἱ ἄγγελοι αὐτου̃ αἰνει̃τε αὐτόν πα̃σαι αἱ δυνάμεις αὐτου̃
3 αἰνει̃τε αὐτόν ἥλιος καὶ σελήνη αἰνει̃τε αὐτόν πάντα τὰ ἄστρα καὶ τὸ φω̃ς
4 αἰνει̃τε αὐτόν οἱ οὐρανοὶ τω̃ν οὐρανω̃ν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τω̃ν οὐρανω̃ν
5 αἰνεσάτωσαν τὸ ὄνομα κυρίου ὅτι αὐτὸς εἰ̃πεν καὶ ἐγενήθησαν αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν
6 ἔστησεν αὐτὰ εἰς τὸν αἰω̃να καὶ εἰς τὸν αἰω̃να του̃ αἰω̃νος πρόσταγμα ἔθετο καὶ οὐ παρελεύσεται
7 αἰνει̃τε τὸν κύριον ἐκ τη̃ς γη̃ς δράκοντες καὶ πα̃σαι ἄβυσσοι
8 πυ̃ρ χάλαζα χιών κρύσταλλος πνευ̃μα καταιγίδος τὰ ποιου̃ντα τὸν λόγον αὐτου̃
9 τὰ ὄρη καὶ πάντες οἱ βουνοί ξύλα καρποφόρα καὶ πα̃σαι κέδροι
10 τὰ θηρία καὶ πάντα τὰ κτήνη ἑρπετὰ καὶ πετεινὰ πτερωτά
11 βασιλει̃ς τη̃ς γη̃ς καὶ πάντες λαοί ἄρχοντες καὶ πάντες κριταὶ γη̃ς
12 νεανίσκοι καὶ παρθένοι πρεσβυ̃ται μετὰ νεωτέρων
13 αἰνεσάτωσαν τὸ ὄνομα κυρίου ὅτι ὑψώθη τὸ ὄνομα αὐτου̃ μόνου ἡ ἐξομολόγησις αὐτου̃ ἐπὶ γη̃ς καὶ οὐρανου̃
14 καὶ ὑψώσει κέρας λαου̃ αὐτου̃ ὕμνος πα̃σι τοι̃ς ὁσίοις αὐτου̃ τοι̃ς υἱοι̃ς Ισραηλ λαω̨̃ ἐγγίζοντι αὐτω̨̃
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.