ΨΑΛΜΟΙ,
ψαλμὀς 143
1 τω̨̃ Δαυιδ πρὸς τὸν Γολιαδ εὐλογητὸς κύριος ὁ θεός μου ὁ διδάσκων τὰς χει̃ράς μου εἰς παράταξιν τοὺς δακτύλους μου εἰς πόλεμον |
2 ἔλεός μου καὶ καταφυγή μου ἀντιλήμπτωρ μου καὶ ῥύστης μου ὑπερασπιστής μου καὶ ἐπ' αὐτω̨̃ ἤλπισα ὁ ὑποτάσσων τὸν λαόν μου ὑπ' ἐμέ |
3 κύριε τί ἐστιν ἄνθρωπος ὅτι ἐγνώσθης αὐτω̨̃ ἢ υἱὸς ἀνθρώπου ὅτι λογίζη̨ αὐτόν |
4 ἄνθρωπος ματαιότητι ὡμοιώθη αἱ ἡμέραι αὐτου̃ ὡσεὶ σκιὰ παράγουσιν |
5 κύριε κλι̃νον οὐρανούς σου καὶ κατάβηθι ἅψαι τω̃ν ὀρέων καὶ καπνισθήσονται |
6 ἄστραψον ἀστραπὴν καὶ σκορπιει̃ς αὐτούς ἐξαπόστειλον τὰ βέλη σου καὶ συνταράξεις αὐτούς |
7 ἐξαπόστειλον τὴν χει̃ρά σου ἐξ ὕψους ἐξελου̃ με καὶ ῥυ̃σαί με ἐξ ὑδάτων πολλω̃ν ἐκ χειρὸς υἱω̃ν ἀλλοτρίων |
8 ὡ̃ν τὸ στόμα ἐλάλησεν ματαιότητα καὶ ἡ δεξιὰ αὐτω̃ν δεξιὰ ἀδικίας |
9 ὁ θεός ὠ̨δὴν καινὴν ἄ̨σομαί σοι ἐν ψαλτηρίω̨ δεκαχόρδω̨ ψαλω̃ σοι |
10 τω̨̃ διδόντι τὴν σωτηρίαν τοι̃ς βασιλευ̃σιν τω̨̃ λυτρουμένω̨ Δαυιδ τὸν δου̃λον αὐτου̃ ἐκ ῥομφαίας πονηρα̃ς |
11 ῥυ̃σαί με καὶ ἐξελου̃ με ἐκ χειρὸς υἱω̃ν ἀλλοτρίων ὡ̃ν τὸ στόμα ἐλάλησεν ματαιότητα καὶ ἡ δεξιὰ αὐτω̃ν δεξιὰ ἀδικίας |
12 ὡ̃ν οἱ υἱοὶ ὡς νεόφυτα ἡδρυμμένα ἐν τη̨̃ νεότητι αὐτω̃ν αἱ θυγατέρες αὐτω̃ν κεκαλλωπισμέναι περικεκοσμημέναι ὡς ὁμοίωμα ναου̃ |
13 τὰ ταμίεια αὐτω̃ν πλήρη ἐξερευγόμενα ἐκ τούτου εἰς του̃το τὰ πρόβατα αὐτω̃ν πολυτόκα πληθύνοντα ἐν ται̃ς ἐξόδοις αὐτω̃ν |
14 οἱ βόες αὐτω̃ν παχει̃ς οὐκ ἔστιν κατάπτωμα φραγμου̃ οὐδὲ διέξοδος οὐδὲ κραυγὴ ἐν ται̃ς πλατείαις αὐτω̃ν |
15 ἐμακάρισαν τὸν λαόν ὡ̨̃ ταυ̃τά ἐστιν μακάριος ὁ λαός οὑ̃ κύριος ὁ θεὸς αὐτου̃ |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.