Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 134

αλληλουια αἰνει̃τε τὸ ὄνομα κυρίου αἰνει̃τε δου̃λοι κύριον
οἱ ἑστω̃τες ἐν οἴκω̨ κυρίου ἐν αὐλαι̃ς οἴκου θεου̃ ἡμω̃ν
αἰνει̃τε τὸν κύριον ὅτι ἀγαθὸς κύριος ψάλατε τω̨̃ ὀνόματι αὐτου̃ ὅτι καλόν
ὅτι τὸν Ιακωβ ἐξελέξατο ἑαυτω̨̃ ὁ κύριος Ισραηλ εἰς περιουσιασμὸν αὐτου̃
ὅτι ἐγὼ ἔγνων ὅτι μέγας κύριος καὶ ὁ κύριος ἡμω̃ν παρὰ πάντας τοὺς θεούς
πάντα ὅσα ἠθέλησεν ὁ κύριος ἐποίησεν ἐν τω̨̃ οὐρανω̨̃ καὶ ἐν τη̨̃ γη̨̃ ἐν ται̃ς θαλάσσαις καὶ ἐν πάσαις ται̃ς ἀβύσσοις
ἀνάγων νεφέλας ἐξ ἐσχάτου τη̃ς γη̃ς ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρω̃ν αὐτου̃
ὃς ἐπάταξεν τὰ πρωτότοκα Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους
ἐξαπέστειλεν σημει̃α καὶ τέρατα ἐν μέσω̨ σου Αἴγυπτε ἐν Φαραω καὶ ἐν πα̃σι τοι̃ς δούλοις αὐτου̃
10 ὃς ἐπάταξεν ἔθνη πολλὰ καὶ ἀπέκτεινεν βασιλει̃ς κραταιούς
11 τὸν Σηων βασιλέα τω̃ν Αμορραίων καὶ τὸν Ωγ βασιλέα τη̃ς Βασαν καὶ πάσας τὰς βασιλείας Χανααν
12 καὶ ἔδωκεν τὴν γη̃ν αὐτω̃ν κληρονομίαν κληρονομίαν Ισραηλ λαω̨̃ αὐτου̃
13 κύριε τὸ ὄνομά σου εἰς τὸν αἰω̃να κύριε τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν
14 ὅτι κρινει̃ κύριος τὸν λαὸν αὐτου̃ καὶ ἐπὶ τοι̃ς δούλοις αὐτου̃ παρακληθήσεται
15 τὰ εἴδωλα τω̃ν ἐθνω̃ν ἀργύριον καὶ χρυσίον ἔργα χειρω̃ν ἀνθρώπων
16 στόμα ἔχουσιν καὶ οὐ λαλήσουσιν ὀφθαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται
17 ὠ̃τα ἔχουσιν καὶ οὐκ ἐνωτισθήσονται ῥι̃νας ἔχουσιν καὶ οὐκ ὀσφρανθήσονται χει̃ρας ἔχουσιν καὶ οὐ ψηλαφήσουσιν πόδας ἔχουσιν καὶ οὐ περιπατήσουσιν οὐ φωνήσουσιν ἐν τω̨̃ λάρυγγι αὐτω̃ν οὐδὲ γάρ ἐστιν πνευ̃μα ἐν τω̨̃ στόματι αὐτω̃ν
18 ὅμοιοι αὐτοι̃ς γένοιντο οἱ ποιου̃ντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοι̃ς
19 οἰ̃κος Ισραηλ εὐλογήσατε τὸν κύριον οἰ̃κος Ααρων εὐλογήσατε τὸν κύριον
20 οἰ̃κος Λευι εὐλογήσατε τὸν κύριον οἱ φοβούμενοι τὸν κύριον εὐλογήσατε τὸν κύριον
21 εὐλογητὸς κύριος ἐκ Σιων ὁ κατοικω̃ν Ιερουσαλημ
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.