1 αλληλουια ἐξομολογει̃σθε τω̨̃ κυρίω̨ ὅτι ἀγαθός ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃ |
2 εἰπάτω δὴ οἰ̃κος Ισραηλ ὅτι ἀγαθός ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃ |
3 εἰπάτω δὴ οἰ̃κος Ααρων ὅτι ἀγαθός ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃ |
4 εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν κύριον ὅτι ἀγαθός ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃ |
5 ἐν θλίψει ἐπεκαλεσάμην τὸν κύριον καὶ ἐπήκουσέν μου εἰς πλατυσμόν |
6 κύριος ἐμοὶ βοηθός οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος |
7 κύριος ἐμοὶ βοηθός κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου |
8 ἀγαθὸν πεποιθέναι ἐπὶ κύριον ἢ πεποιθέναι ἐπ' ἄνθρωπον |
9 ἀγαθὸν ἐλπίζειν ἐπὶ κύριον ἢ ἐλπίζειν ἐπ' ἄρχοντας |
10 πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τω̨̃ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς |
11 κυκλώσαντες ἐκύκλωσάν με καὶ τω̨̃ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς |
12 ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον καὶ ἐξεκαύθησαν ὡσεὶ πυ̃ρ ἐν ἀκάνθαις καὶ τω̨̃ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς |
13 ὠσθεὶς ἀνετράπην του̃ πεσει̃ν καὶ ὁ κύριος ἀντελάβετό μου |
14 ἰσχύς μου καὶ ὕμνησίς μου ὁ κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν |
15 φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναι̃ς δικαίων δεξιὰ κυρίου ἐποίησεν δύναμιν |
16 δεξιὰ κυρίου ὕψωσέν με δεξιὰ κυρίου ἐποίησεν δύναμιν |
17 οὐκ ἀποθανου̃μαι ἀλλὰ ζήσομαι καὶ ἐκδιηγήσομαι τὰ ἔργα κυρίου |
18 παιδεύων ἐπαίδευσέν με ὁ κύριος καὶ τω̨̃ θανάτω̨ οὐ παρέδωκέν με |
19 ἀνοίξατέ μοι πύλας δικαιοσύνης εἰσελθὼν ἐν αὐται̃ς ἐξομολογήσομαι τω̨̃ κυρίω̨ |
20 αὕτη ἡ πύλη του̃ κυρίου δίκαιοι εἰσελεύσονται ἐν αὐτη̨̃ |
21 ἐξομολογήσομαί σοι ὅτι ἐπήκουσάς μου καὶ ἐγένου μοι εἰς σωτηρίαν |
22 λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομου̃ντες οὑ̃τος ἐγενήθη εἰς κεφαλὴν γωνίας |
23 παρὰ κυρίου ἐγένετο αὕτη καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοι̃ς ἡμω̃ν |
24 αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος ἀγαλλιασώμεθα καὶ εὐφρανθω̃μεν ἐν αὐτη̨̃ |
25 ὠ̃ κύριε σω̃σον δή ὠ̃ κύριε εὐόδωσον δή |
26 εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου εὐλογήκαμεν ὑμα̃ς ἐξ οἴκου κυρίου |
27 θεὸς κύριος καὶ ἐπέφανεν ἡμι̃ν συστήσασθε ἑορτὴν ἐν τοι̃ς πυκάζουσιν ἕως τω̃ν κεράτων του̃ θυσιαστηρίου |
28 θεός μου εἰ̃ σύ καὶ ἐξομολογήσομαί σοι θεός μου εἰ̃ σύ καὶ ὑψώσω σε ἐξομολογήσομαί σοι ὅτι ἐπήκουσάς μου καὶ ἐγένου μοι εἰς σωτηρίαν |
29 ἐξομολογει̃σθε τω̨̃ κυρίω̨ ὅτι ἀγαθός ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃ |