ΨΑΛΜΟΙ,
ψαλμὀς 103,
στἰχοι 2-20
2 ἀναβαλλόμενος φω̃ς ὡς ἱμάτιον ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν |
3 ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερω̨̃α αὐτου̃ ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτου̃ ὁ περιπατω̃ν ἐπὶ πτερύγων ἀνέμων |
4 ὁ ποιω̃ν τοὺς ἀγγέλους αὐτου̃ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτου̃ πυ̃ρ φλέγον |
5 ἐθεμελίωσεν τὴν γη̃ν ἐπὶ τὴν ἀσφάλειαν αὐτη̃ς οὐ κλιθήσεται εἰς τὸν αἰω̃να του̃ αἰω̃νος |
6 ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτου̃ ἐπὶ τω̃ν ὀρέων στήσονται ὕδατα |
7 ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται ἀπὸ φωνη̃ς βροντη̃ς σου δειλιάσουσιν |
8 ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσιν πεδία εἰς τόπον ὃν ἐθεμελίωσας αὐτοι̃ς |
9 ὅριον ἔθου ὃ οὐ παρελεύσονται οὐδὲ ἐπιστρέψουσιν καλύψαι τὴν γη̃ν |
10 ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν ἀνὰ μέσον τω̃ν ὀρέων διελεύσονται ὕδατα |
11 ποτιου̃σιν πάντα τὰ θηρία του̃ ἀγρου̃ προσδέξονται ὄναγροι εἰς δίψαν αὐτω̃ν |
12 ἐπ' αὐτὰ τὰ πετεινὰ του̃ οὐρανου̃ κατασκηνώσει ἐκ μέσου τω̃ν πετρω̃ν δώσουσιν φωνήν |
13 ποτίζων ὄρη ἐκ τω̃ν ὑπερώ̨ων αὐτου̃ ἀπὸ καρπου̃ τω̃ν ἔργων σου χορτασθήσεται ἡ γη̃ |
14 ἐξανατέλλων χόρτον τοι̃ς κτήνεσιν καὶ χλόην τη̨̃ δουλεία̨ τω̃ν ἀνθρώπων του̃ ἐξαγαγει̃ν ἄρτον ἐκ τη̃ς γη̃ς |
15 καὶ οἰ̃νος εὐφραίνει καρδίαν ἀνθρώπου του̃ ἱλαρυ̃ναι πρόσωπον ἐν ἐλαίω̨ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει |
16 χορτασθήσεται τὰ ξύλα του̃ πεδίου αἱ κέδροι του̃ Λιβάνου ἃς ἐφύτευσεν |
17 ἐκει̃ στρουθία ἐννοσσεύσουσιν του̃ ἐρωδιου̃ ἡ οἰκία ἡγει̃ται αὐτω̃ν |
18 ὄρη τὰ ὑψηλὰ ται̃ς ἐλάφοις πέτρα καταφυγὴ τοι̃ς χοιρογρυλλίοις |
19 ἐποίησεν σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτου̃ |
20 ἔθου σκότος καὶ ἐγένετο νύξ ἐν αὐτη̨̃ διελεύσονται πάντα τὰ θηρία του̃ δρυμου̃ |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.