Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 6

1 υἱέ ἐὰν ἐγγυήση̨ σὸν φίλον παραδώσεις σὴν χει̃ρα ἐχθρω̨̃
2 παγὶς γὰρ ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη καὶ ἁλίσκεται χείλεσιν ἰδίου στόματος
3 ποίει υἱέ ἃ ἐγώ σοι ἐντέλλομαι καὶ σώ̨ζου ἥκεις γὰρ εἰς χει̃ρας κακω̃ν διὰ σὸν φίλον ἴθι μὴ ἐκλυόμενος παρόξυνε δὲ καὶ τὸν φίλον σου ὃν ἐνεγυήσω
4 μὴ δω̨̃ς ὕπνον σοι̃ς ὄμμασιν μηδὲ ἐπινυστάξη̨ς σοι̃ς βλεφάροις
5 ἵνα σώ̨ζη̨ ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος
6 ἴθι πρὸς τὸν μύρμηκα ὠ̃ ὀκνηρέ καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτου̃ καὶ γενου̃ ἐκείνου σοφώτερος
7 ἐκείνω̨ γὰρ γεωργίου μὴ ὑπάρχοντος μηδὲ τὸν ἀναγκάζοντα ἔχων μηδὲ ὑπὸ δεσπότην ὢν
8 ἑτοιμάζεται θέρους τὴν τροφὴν πολλήν τε ἐν τω̨̃ ἀμήτω̨ ποιει̃ται τὴν παράθεσιν
9 ἕως τίνος ὀκνηρέ κατάκεισαι πότε δὲ ἐξ ὕπνου ἐγερθήση̨
10 ὀλίγον μὲν ὑπνοι̃ς ὀλίγον δὲ κάθησαι μικρὸν δὲ νυστάζεις ὀλίγον δὲ ἐναγκαλίζη̨ χερσὶν στήθη
11 εἰ̃τ' ἐμπαραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς
12 ἀνὴρ ἄφρων καὶ παράνομος πορεύεται ὁδοὺς οὐκ ἀγαθάς
13 ὁ δ' αὐτὸς ἐννεύει ὀφθαλμω̨̃ σημαίνει δὲ ποδί διδάσκει δὲ ἐννεύμασιν δακτύλων
14 διεστραμμένη̨ δὲ καρδία̨ τεκταίνεται κακὰ ἐν παντὶ καιρω̨̃ ὁ τοιου̃τος ταραχὰς συνίστησιν πόλει
15 διὰ του̃το ἐξαπίνης ἔρχεται ἡ ἀπώλεια αὐτου̃ διακοπὴ καὶ συντριβὴ ἀνίατος
16 ὅτι χαίρει πα̃σιν οἱ̃ς μισει̃ ὁ κύριος συντρίβεται δὲ δι' ἀκαθαρσίαν ψυχη̃ς
17 ὀφθαλμὸς ὑβριστου̃ γλω̃σσα ἄδικος χει̃ρες ἐκχέουσαι αἱ̃μα δικαίου
18 καὶ καρδία τεκταινομένη λογισμοὺς κακοὺς καὶ πόδες ἐπισπεύδοντες κακοποιει̃ν
19 ἐκκαίει ψεύδη μάρτυς ἄδικος καὶ ἐπιπέμπει κρίσεις ἀνὰ μέσον ἀδελφω̃ν
20 υἱέ φύλασσε νόμους πατρός σου καὶ μὴ ἀπώση̨ θεσμοὺς μητρός σου
21 ἄφαψαι δὲ αὐτοὺς ἐπὶ ση̨̃ ψυχη̨̃ διὰ παντὸς καὶ ἐγκλοίωσαι ἐπὶ σω̨̃ τραχήλω̨
22 ἡνίκα ἂν περιπατη̨̃ς ἐπάγου αὐτήν καὶ μετὰ σου̃ ἔστω ὡς δ' ἂν καθεύδη̨ς φυλασσέτω σε ἵνα ἐγειρομένω̨ συλλαλη̨̃ σοι
23 ὅτι λύχνος ἐντολὴ νόμου καὶ φω̃ς καὶ ὁδὸς ζωη̃ς ἔλεγχος καὶ παιδεία
24 του̃ διαφυλάσσειν σε ἀπὸ γυναικὸς ὑπάνδρου καὶ ἀπὸ διαβολη̃ς γλώσσης ἀλλοτρίας
25 μή σε νικήση̨ κάλλους ἐπιθυμία μηδὲ ἀγρευθη̨̃ς σοι̃ς ὀφθαλμοι̃ς μηδὲ συναρπασθη̨̃ς ἀπὸ τω̃ν αὐτη̃ς βλεφάρων
26 τιμὴ γὰρ πόρνης ὅση καὶ ἑνὸς ἄρτου γυνὴ δὲ ἀνδρω̃ν τιμίας ψυχὰς ἀγρεύει
27 ἀποδήσει τις πυ̃ρ ἐν κόλπω̨ τὰ δὲ ἱμάτια οὐ κατακαύσει
28 ἢ περιπατήσει τις ἐπ' ἀνθράκων πυρός τοὺς δὲ πόδας οὐ κατακαύσει
29 οὕτως ὁ εἰσελθὼν πρὸς γυναι̃κα ὕπανδρον οὐκ ἀθω̨ωθήσεται οὐδὲ πα̃ς ὁ ἁπτόμενος αὐτη̃ς
30 οὐ θαυμαστὸν ἐὰν ἁλω̨̃ τις κλέπτων κλέπτει γὰρ ἵνα ἐμπλήση̨ τὴν ψυχὴν πεινω̃ν
31 ἐὰν δὲ ἁλω̨̃ ἀποτείσει ἑπταπλάσια καὶ πάντα τὰ ὑπάρχοντα αὐτου̃ δοὺς ῥύσεται ἑαυτόν
32 ὁ δὲ μοιχὸς δι' ἔνδειαν φρενω̃ν ἀπώλειαν τη̨̃ ψυχη̨̃ αὐτου̃ περιποιει̃ται
33 ὀδύνας τε καὶ ἀτιμίας ὑποφέρει τὸ δὲ ὄνειδος αὐτου̃ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰω̃να
34 μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτη̃ς οὐ φείσεται ἐν ἡμέρα̨ κρίσεως
35 οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν οὐδὲ μὴ διαλυθη̨̃ πολλω̃ν δώρων
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.