Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 4

ἀκούσατε παι̃δες παιδείαν πατρὸς καὶ προσέχετε γνω̃ναι ἔννοιαν
δω̃ρον γὰρ ἀγαθὸν δωρου̃μαι ὑμι̃ν τὸν ἐμὸν νόμον μὴ ἐγκαταλίπητε
υἱὸς γὰρ ἐγενόμην κἀγὼ πατρὶ ὑπήκοος καὶ ἀγαπώμενος ἐν προσώπω̨ μητρός
οἳ ἔλεγον καὶ ἐδίδασκόν με ἐρειδέτω ὁ ἡμέτερος λόγος εἰς σὴν καρδίαν
φύλασσε ἐντολάς μὴ ἐπιλάθη̨ μηδὲ παρίδη̨ς ῥη̃σιν ἐμου̃ στόματος
μηδὲ ἐγκαταλίπη̨ς αὐτήν καὶ ἀνθέξεταί σου ἐράσθητι αὐτη̃ς καὶ τηρήσει σε
...
περιχαράκωσον αὐτήν καὶ ὑψώσει σε τίμησον αὐτήν ἵνα σε περιλάβη̨
ἵνα δω̨̃ τη̨̃ ση̨̃ κεφαλη̨̃ στέφανον χαρίτων στεφάνω̨ δὲ τρυφη̃ς ὑπερασπίση̨ σου
10 ἄκουε υἱέ καὶ δέξαι ἐμοὺς λόγους καὶ πληθυνθήσεται ἔτη ζωη̃ς σου ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου
11 ὁδοὺς γὰρ σοφίας διδάσκω σε ἐμβιβάζω δέ σε τροχιαι̃ς ὀρθαι̃ς
12 ἐὰν γὰρ πορεύη̨ οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα ἐὰν δὲ τρέχη̨ς οὐ κοπιάσεις
13 ἐπιλαβου̃ ἐμη̃ς παιδείας μὴ ἀφη̨̃ς ἀλλὰ φύλαξον αὐτὴν σεαυτω̨̃ εἰς ζωήν σου
14 ὁδοὺς ἀσεβω̃ν μὴ ἐπέλθη̨ς μηδὲ ζηλώση̨ς ὁδοὺς παρανόμων
15 ἐν ὡ̨̃ ἂν τόπω̨ στρατοπεδεύσωσιν μὴ ἐπέλθη̨ς ἐκει̃ ἔκκλινον δὲ ἀπ' αὐτω̃ν καὶ παράλλαξον
16 οὐ γὰρ μὴ ὑπνώσωσιν ἐὰν μὴ κακοποιήσωσιν ἀφή̨ρηται ὁ ὕπνος αὐτω̃ν καὶ οὐ κοιμω̃νται
17 οἵδε γὰρ σιτου̃νται σι̃τα ἀσεβείας οἴνω̨ δὲ παρανόμω̨ μεθύσκονται
18 αἱ δὲ ὁδοὶ τω̃ν δικαίων ὁμοίως φωτὶ λάμπουσιν προπορεύονται καὶ φωτίζουσιν ἕως κατορθώση̨ ἡ ἡμέρα
19 αἱ δὲ ὁδοὶ τω̃ν ἀσεβω̃ν σκοτειναί οὐκ οἴδασιν πω̃ς προσκόπτουσιν
20 υἱέ ἐμη̨̃ ῥήσει πρόσεχε τοι̃ς δὲ ἐμοι̃ς λόγοις παράβαλε σὸν οὐ̃ς
21 ὅπως μὴ ἐκλίπωσίν σε αἱ πηγαί σου φύλασσε αὐτὰς ἐν ση̨̃ καρδία̨
22 ζωὴ γάρ ἐστιν τοι̃ς εὑρίσκουσιν αὐτὰς καὶ πάση̨ σαρκὶ ἴασις
23 πάση̨ φυλακη̨̃ τήρει σὴν καρδίαν ἐκ γὰρ τούτων ἔξοδοι ζωη̃ς
24 περίελε σεαυτου̃ σκολιὸν στόμα καὶ ἄδικα χείλη μακρὰν ἀπὸ σου̃ ἄπωσαι
25 οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν τὰ δὲ βλέφαρά σου νευέτω δίκαια
26 ὀρθὰς τροχιὰς ποίει σοι̃ς ποσὶν καὶ τὰς ὁδούς σου κατεύθυνε
27 μὴ ἐκκλίνη̨ς εἰς τὰ δεξιὰ μηδὲ εἰς τὰ ἀριστερά ἀπόστρεψον δὲ σὸν πόδα ἀπὸ ὁδου̃ κακη̃ς
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.