Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 30,  στἰχοι 15-33

15 τη̨̃ βδέλλη̨ τρει̃ς θυγατέρες ἠ̃σαν ἀγαπήσει ἀγαπώμεναι καὶ αἱ τρει̃ς αὑ̃ται οὐκ ἐνεπίμπλασαν αὐτήν καὶ ἡ τετάρτη οὐκ ἠρκέσθη εἰπει̃ν ἱκανόν
16 ἅ̨δης καὶ ἔρως γυναικὸς καὶ τάρταρος καὶ γη̃ οὐκ ἐμπιπλαμένη ὕδατος καὶ ὕδωρ καὶ πυ̃ρ οὐ μὴ εἴπωσιν ἀρκει̃
17 ὀφθαλμὸν καταγελω̃ντα πατρὸς καὶ ἀτιμάζοντα γη̃ρας μητρός ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τω̃ν φαράγγων καὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετω̃ν
18 τρία δέ ἐστιν ἀδύνατά μοι νοη̃σαι καὶ τὸ τέταρτον οὐκ ἐπιγινώσκω
19 ἴχνη ἀετου̃ πετομένου καὶ ὁδοὺς ὄφεως ἐπὶ πέτρας καὶ τρίβους νηὸς ποντοπορούσης καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι
20 τοιαύτη ὁδὸς γυναικὸς μοιχαλίδος ἥ ὅταν πράξη̨ ἀπονιψαμένη οὐδέν φησιν πεπραχέναι ἄτοπον
21 διὰ τριω̃ν σείεται ἡ γη̃ τὸ δὲ τέταρτον οὐ δύναται φέρειν
22 ἐὰν οἰκέτης βασιλεύση̨ καὶ ἄφρων πλησθη̨̃ σιτίων
23 καὶ οἰκέτις ἐὰν ἐκβάλη̨ τὴν ἑαυτη̃ς κυρίαν καὶ μισητὴ γυνὴ ἐὰν τύχη̨ ἀνδρὸς ἀγαθου̃
24 τέσσαρα δέ ἐστιν ἐλάχιστα ἐπὶ τη̃ς γη̃ς ταυ̃τα δέ ἐστιν σοφώτερα τω̃ν σοφω̃ν
25 οἱ μύρμηκες οἱ̃ς μὴ ἔστιν ἰσχὺς καὶ ἑτοιμάζονται θέρους τὴν τροφήν
26 καὶ οἱ χοιρογρύλλιοι ἔθνος οὐκ ἰσχυρόν οἳ ἐποιήσαντο ἐν πέτραις τοὺς ἑαυτω̃ν οἴκους
27 ἀβασίλευτόν ἐστιν ἡ ἀκρὶς καὶ ἐκστρατεύει ἀφ' ἑνὸς κελεύσματος εὐτάκτως
28 καὶ καλαβώτης χερσὶν ἐρειδόμενος καὶ εὐάλωτος ὢν κατοικει̃ ἐν ὀχυρώμασιν βασιλέως
29 τρία δέ ἐστιν ἃ εὐόδως πορεύεται καὶ τὸ τέταρτον ὃ καλω̃ς διαβαίνει
30 σκύμνος λέοντος ἰσχυρότερος κτηνω̃ν ὃς οὐκ ἀποστρέφεται οὐδὲ καταπτήσσει κτη̃νος
31 καὶ ἀλέκτωρ ἐμπεριπατω̃ν θηλείαις εὔψυχος καὶ τράγος ἡγούμενος αἰπολίου καὶ βασιλεὺς δημηγορω̃ν ἐν ἔθνει
32 ἐὰν πρόη̨ σεαυτὸν εἰς εὐφροσύνην καὶ ἐκτείνη̨ς τὴν χει̃ρά σου μετὰ μάχης ἀτιμασθήση̨
33 ἄμελγε γάλα καὶ ἔσται βούτυρον ἐὰν δὲ ἐκπιέζη̨ς μυκτη̃ρας ἐξελεύσεται αἱ̃μα ἐὰν δὲ ἐξέλκη̨ς λόγους ἐξελεύσονται κρίσεις καὶ μάχαι
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.