ΠΑΡΟΙΜΙΑΙ,
κεφαλίς 30,
στἰχοι 1-14
1 τοὺς ἐμοὺς λόγους υἱέ φοβήθητι καὶ δεξάμενος αὐτοὺς μετανόει τάδε λέγει ὁ ἀνὴρ τοι̃ς πιστεύουσιν θεω̨̃ καὶ παύομαι |
2 ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων καὶ φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοί |
3 θεὸς δεδίδαχέν με σοφίαν καὶ γνω̃σιν ἁγίων ἔγνωκα |
4 τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη τίς συνήγαγεν ἀνέμους ἐν κόλπω̨ τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίω̨ τίς ἐκράτησεν πάντων τω̃ν ἄκρων τη̃ς γη̃ς τί ὄνομα αὐτω̨̃ ἢ τί ὄνομα τοι̃ς τέκνοις αὐτου̃ ἵνα γνω̨̃ς |
5 πάντες λόγοι θεου̃ πεπυρωμένοι ὑπερασπίζει δὲ αὐτὸς τω̃ν εὐλαβουμένων αὐτόν |
6 μὴ προσθη̨̃ς τοι̃ς λόγοις αὐτου̃ ἵνα μὴ ἐλέγξη̨ σε καὶ ψευδὴς γένη̨ |
7 δύο αἰτου̃μαι παρὰ σου̃ μὴ ἀφέλη̨ς μου χάριν πρὸ του̃ ἀποθανει̃ν με |
8 μάταιον λόγον καὶ ψευδη̃ μακράν μου ποίησον πλου̃τον δὲ καὶ πενίαν μή μοι δω̨̃ς σύνταξον δέ μοι τὰ δέοντα καὶ τὰ αὐτάρκη |
9 ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι καὶ εἴπω τίς με ὁρα̨̃ ἢ πενηθεὶς κλέψω καὶ ὀμόσω τὸ ὄνομα του̃ θεου̃ |
10 μὴ παραδω̨̃ς οἰκέτην εἰς χει̃ρας δεσπότου μήποτε καταράσηταί σε καὶ ἀφανισθη̨̃ς |
11 ἔκγονον κακὸν πατέρα καταρα̃ται τὴν δὲ μητέρα οὐκ εὐλογει̃ |
12 ἔκγονον κακὸν δίκαιον ἑαυτὸν κρίνει τὴν δὲ ἔξοδον αὐτου̃ οὐκ ἀπένιψεν |
13 ἔκγονον κακὸν ὑψηλοὺς ὀφθαλμοὺς ἔχει τοι̃ς δὲ βλεφάροις αὐτου̃ ἐπαίρεται |
14 ἔκγονον κακὸν μαχαίρας τοὺς ὀδόντας ἔχει καὶ τὰς μύλας τομίδας ὥστε ἀναλίσκειν καὶ κατεσθίειν τοὺς ταπεινοὺς ἀπὸ τη̃ς γη̃ς καὶ τοὺς πένητας αὐτω̃ν ἐξ ἀνθρώπων |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.