Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 10

1 υἱὸς σοφὸς εὐφραίνει πατέρα υἱὸς δὲ ἄφρων λύπη τη̨̃ μητρί
2 οὐκ ὠφελήσουσιν θησαυροὶ ἀνόμους δικαιοσύνη δὲ ῥύσεται ἐκ θανάτου
3 οὐ λιμοκτονήσει κύριος ψυχὴν δικαίαν ζωὴν δὲ ἀσεβω̃ν ἀνατρέψει
4 πενία ἄνδρα ταπεινοι̃ χει̃ρες δὲ ἀνδρείων πλουτίζουσιν
5 διεσώθη ἀπὸ καύματος υἱὸς νοήμων ἀνεμόφθορος δὲ γίνεται ἐν ἀμήτω̨ υἱὸς παράνομος
6 εὐλογία κυρίου ἐπὶ κεφαλὴν δικαίου στόμα δὲ ἀσεβω̃ν καλύψει πένθος ἄωρον
7 μνήμη δικαίων μετ' ἐγκωμίων ὄνομα δὲ ἀσεβου̃ς σβέννυται
8 σοφὸς καρδία̨ δέξεται ἐντολάς ὁ δὲ ἄστεγος χείλεσιν σκολιάζων ὑποσκελισθήσεται
9 ὃς πορεύεται ἁπλω̃ς πορεύεται πεποιθώς ὁ δὲ διαστρέφων τὰς ὁδοὺς αὐτου̃ γνωσθήσεται
10 ὁ ἐννεύων ὀφθαλμοι̃ς μετὰ δόλου συνάγει ἀνδράσι λύπας ὁ δὲ ἐλέγχων μετὰ παρρησίας εἰρηνοποιει̃
11 πηγὴ ζωη̃ς ἐν χειρὶ δικαίου στόμα δὲ ἀσεβου̃ς καλύψει ἀπώλεια
12 μι̃σος ἐγείρει νει̃κος πάντας δὲ τοὺς μὴ φιλονεικου̃ντας καλύπτει φιλία
13 ὃς ἐκ χειλέων προφέρει σοφίαν ῥάβδω̨ τύπτει ἄνδρα ἀκάρδιον
14 σοφοὶ κρύψουσιν αἴσθησιν στόμα δὲ προπετου̃ς ἐγγίζει συντριβη̨̃
15 κτη̃σις πλουσίων πόλις ὀχυρά συντριβὴ δὲ ἀσεβω̃ν πενία
16 ἔργα δικαίων ζωὴν ποιει̃ καρποὶ δὲ ἀσεβω̃ν ἁμαρτίας
17 ὁδοὺς δικαίας ζωη̃ς φυλάσσει παιδεία παιδεία δὲ ἀνεξέλεγκτος πλανα̃ται
18 καλύπτουσιν ἔχθραν χείλη δίκαια οἱ δὲ ἐκφέροντες λοιδορίας ἀφρονέστατοί εἰσιν
19 ἐκ πολυλογίας οὐκ ἐκφεύξη̨ ἁμαρτίαν φειδόμενος δὲ χειλέων νοήμων ἔση̨
20 ἄργυρος πεπυρωμένος γλω̃σσα δικαίου καρδία δὲ ἀσεβου̃ς ἐκλείψει
21 χείλη δικαίων ἐπίσταται ὑψηλά οἱ δὲ ἄφρονες ἐν ἐνδεία̨ τελευτω̃σιν
22 εὐλογία κυρίου ἐπὶ κεφαλὴν δικαίου αὕτη πλουτίζει καὶ οὐ μὴ προστεθη̨̃ αὐτη̨̃ λύπη ἐν καρδία̨
23 ἐν γέλωτι ἄφρων πράσσει κακά ἡ δὲ σοφία ἀνδρὶ τίκτει φρόνησιν
24 ἐν ἀπωλεία̨ ἀσεβὴς περιφέρεται ἐπιθυμία δὲ δικαίου δεκτή
25 παραπορευομένης καταιγίδος ἀφανίζεται ἀσεβής δίκαιος δὲ ἐκκλίνας σώ̨ζεται εἰς τὸν αἰω̃να
26 ὥσπερ ὄμφαξ ὀδου̃σι βλαβερὸν καὶ καπνὸς ὄμμασιν οὕτως παρανομία τοι̃ς χρωμένοις αὐτήν
27 φόβος κυρίου προστίθησιν ἡμέρας ἔτη δὲ ἀσεβω̃ν ὀλιγωθήσεται
28 ἐγχρονίζει δικαίοις εὐφροσύνη ἐλπὶς δὲ ἀσεβω̃ν ὄλλυται
29 ὀχύρωμα ὁσίου φόβος κυρίου συντριβὴ δὲ τοι̃ς ἐργαζομένοις κακά
30 δίκαιος τὸν αἰω̃να οὐκ ἐνδώσει ἀσεβει̃ς δὲ οὐκ οἰκήσουσιν γη̃ν
31 στόμα δικαίου ἀποστάζει σοφίαν γλω̃σσα δὲ ἀδίκου ἐξολει̃ται
32 χείλη ἀνδρω̃ν δικαίων ἀποστάζει χάριτας στόμα δὲ ἀσεβω̃ν ἀποστρέφεται

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 11

1 ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον κυρίου στάθμιον δὲ δίκαιον δεκτὸν αὐτω̨̃
2 οὑ̃ ἐὰν εἰσέλθη̨ ὕβρις ἐκει̃ καὶ ἀτιμία στόμα δὲ ταπεινω̃ν μελετα̨̃ σοφίαν
3 ἀποθανὼν δίκαιος ἔλιπεν μετάμελον πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβω̃ν ἀπώλεια
4 ...
5 δικαιοσύνη ἀμώμους ὀρθοτομει̃ ὁδούς ἀσέβεια δὲ περιπίπτει ἀδικία̨
6 δικαιοσύνη ἀνδρω̃ν ὀρθω̃ν ῥύεται αὐτούς τη̨̃ δὲ ἀπωλεία̨ αὐτω̃ν ἁλίσκονται παράνομοι
7 τελευτήσαντος ἀνδρὸς δικαίου οὐκ ὄλλυται ἐλπίς τὸ δὲ καύχημα τω̃ν ἀσεβω̃ν ὄλλυται
8 δίκαιος ἐκ θήρας ἐκδύνει ἀντ' αὐτου̃ δὲ παραδίδοται ὁ ἀσεβής
9 ἐν στόματι ἀσεβω̃ν παγὶς πολίταις αἴσθησις δὲ δικαίων εὔοδος
10 ἐν ἀγαθοι̃ς δικαίων κατώρθωσεν πόλις
11 στόμασιν δὲ ἀσεβω̃ν κατεσκάφη
12 μυκτηρίζει πολίτας ἐνδεὴς φρενω̃ν ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει
13 ἀνὴρ δίγλωσσος ἀποκαλύπτει βουλὰς ἐν συνεδρίω̨ πιστὸς δὲ πνοη̨̃ κρύπτει πράγματα
14 οἱ̃ς μὴ ὑπάρχει κυβέρνησις πίπτουσιν ὥσπερ φύλλα σωτηρία δὲ ὑπάρχει ἐν πολλη̨̃ βουλη̨̃
15 πονηρὸς κακοποιει̃ ὅταν συμμείξη̨ δικαίω̨ μισει̃ δὲ ἠ̃χον ἀσφαλείας
16 γυνὴ εὐχάριστος ἐγείρει ἀνδρὶ δόξαν θρόνος δὲ ἀτιμίας γυνὴ μισου̃σα δίκαια πλούτου ὀκνηροὶ ἐνδεει̃ς γίνονται οἱ δὲ ἀνδρει̃οι ἐρείδονται πλούτω̨
17 τη̨̃ ψυχη̨̃ αὐτου̃ ἀγαθὸν ποιει̃ ἀνὴρ ἐλεήμων ἐξολλύει δὲ αὐτου̃ σω̃μα ὁ ἀνελεήμων
18 ἀσεβὴς ποιει̃ ἔργα ἄδικα σπέρμα δὲ δικαίων μισθὸς ἀληθείας
19 υἱὸς δίκαιος γεννα̃ται εἰς ζωήν διωγμὸς δὲ ἀσεβου̃ς εἰς θάνατον
20 βδέλυγμα κυρίω̨ διεστραμμέναι ὁδοί προσδεκτοὶ δὲ αὐτω̨̃ πάντες ἄμωμοι ἐν ται̃ς ὁδοι̃ς αὐτω̃ν
21 χειρὶ χει̃ρας ἐμβαλὼν ἀδίκως οὐκ ἀτιμώρητος ἔσται ὁ δὲ σπείρων δικαιοσύνην λήμψεται μισθὸν πιστόν
22 ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑός οὕτως γυναικὶ κακόφρονι κάλλος
23 ἐπιθυμία δικαίων πα̃σα ἀγαθή ἐλπὶς δὲ ἀσεβω̃ν ἀπολει̃ται
24 εἰσὶν οἳ τὰ ἴδια σπείροντες πλείονα ποιου̃σιν εἰσὶν καὶ οἳ συνάγοντες ἐλαττονου̃νται
25 ψυχὴ εὐλογουμένη πα̃σα ἁπλη̃ ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων
26 ὁ συνέχων σι̃τον ὑπολίποιτο αὐτὸν τοι̃ς ἔθνεσιν εὐλογία δὲ εἰς κεφαλὴν του̃ μεταδιδόντος
27 τεκταινόμενος ἀγαθὰ ζητει̃ χάριν ἀγαθήν ἐκζητου̃ντα δὲ κακά καταλήμψεται αὐτόν
28 ὁ πεποιθὼς ἐπὶ πλούτω̨ οὑ̃τος πεσει̃ται ὁ δὲ ἀντιλαμβανόμενος δικαίων οὑ̃τος ἀνατελει̃
29 ὁ μὴ συμπεριφερόμενος τω̨̃ ἑαυτου̃ οἴκω̨ κληρονομήσει ἄνεμον δουλεύσει δὲ ἄφρων φρονίμω̨
30 ἐκ καρπου̃ δικαιοσύνης φύεται δένδρον ζωη̃ς ἀφαιρου̃νται δὲ ἄωροι ψυχαὶ παρανόμων
31 εἰ ὁ μὲν δίκαιος μόλις σώ̨ζεται ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς που̃ φανει̃ται

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 12

1 ὁ ἀγαπω̃ν παιδείαν ἀγαπα̨̃ αἴσθησιν ὁ δὲ μισω̃ν ἐλέγχους ἄφρων
2 κρείσσων ὁ εὑρὼν χάριν παρὰ κυρίω̨ ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται
3 οὐ κατορθώσει ἄνθρωπος ἐξ ἀνόμου αἱ δὲ ῥίζαι τω̃ν δικαίων οὐκ ἐξαρθήσονται
4 γυνὴ ἀνδρεία στέφανος τω̨̃ ἀνδρὶ αὐτη̃ς ὥσπερ δὲ ἐν ξύλω̨ σκώληξ οὕτως ἄνδρα ἀπόλλυσιν γυνὴ κακοποιός
5 λογισμοὶ δικαίων κρίματα κυβερνω̃σιν δὲ ἀσεβει̃ς δόλους
6 λόγοι ἀσεβω̃ν δόλιοι στόμα δὲ ὀρθω̃ν ῥύσεται αὐτούς
7 οὑ̃ ἐὰν στραφη̨̃ ἀσεβὴς ἀφανίζεται οἰ̃κοι δὲ δικαίων παραμένουσιν
8 στόμα συνετου̃ ἐγκωμιάζεται ὑπὸ ἀνδρός νωθροκάρδιος δὲ μυκτηρίζεται
9 κρείσσων ἀνὴρ ἐν ἀτιμία̨ δουλεύων ἑαυτω̨̃ ἢ τιμὴν ἑαυτω̨̃ περιτιθεὶς καὶ προσδεόμενος ἄρτου
10 δίκαιος οἰκτίρει ψυχὰς κτηνω̃ν αὐτου̃ τὰ δὲ σπλάγχνα τω̃ν ἀσεβω̃ν ἀνελεήμονα
11 ὁ ἐργαζόμενος τὴν ἑαυτου̃ γη̃ν ἐμπλησθήσεται ἄρτων οἱ δὲ διώκοντες μάταια ἐνδεει̃ς φρενω̃ν
12 ἐπιθυμίαι ἀσεβω̃ν κακαί αἱ δὲ ῥίζαι τω̃ν εὐσεβω̃ν ἐν ὀχυρώμασιν
13 δι' ἁμαρτίαν χειλέων ἐμπίπτει εἰς παγίδας ἁμαρτωλός ἐκφεύγει δὲ ἐξ αὐτω̃ν δίκαιος
14 ἀπὸ καρπω̃ν στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται ἀγαθω̃ν ἀνταπόδομα δὲ χειλέων αὐτου̃ δοθήσεται αὐτω̨̃
15 ὁδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτω̃ν εἰσακούει δὲ συμβουλίας σοφός
16 ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν αὐτου̃ κρύπτει δὲ τὴν ἑαυτου̃ ἀτιμίαν πανου̃ργος
17 ἐπιδεικνυμένην πίστιν ἀπαγγέλλει δίκαιος ὁ δὲ μάρτυς τω̃ν ἀδίκων δόλιος
18 εἰσὶν οἳ λέγοντες τιτρώσκουσιν μαχαίρα̨ γλω̃σσαι δὲ σοφω̃ν ἰω̃νται
19 χείλη ἀληθινὰ κατορθοι̃ μαρτυρίαν μάρτυς δὲ ταχὺς γλω̃σσαν ἔχει ἄδικον
20 δόλος ἐν καρδία̨ τεκταινομένου κακά οἱ δὲ βουλόμενοι εἰρήνην εὐφρανθήσονται
21 οὐκ ἀρέσει τω̨̃ δικαίω̨ οὐδὲν ἄδικον οἱ δὲ ἀσεβει̃ς πλησθήσονται κακω̃ν
22 βδέλυγμα κυρίω̨ χείλη ψευδη̃ ὁ δὲ ποιω̃ν πίστεις δεκτὸς παρ' αὐτω̨̃
23 ἀνὴρ συνετὸς θρόνος αἰσθήσεως καρδία δὲ ἀφρόνων συναντήσεται ἀραι̃ς
24 χεὶρ ἐκλεκτω̃ν κρατήσει εὐχερω̃ς δόλιοι δὲ ἔσονται εἰς προνομήν
25 φοβερὸς λόγος καρδίαν ταράσσει ἀνδρὸς δικαίου ἀγγελία δὲ ἀγαθὴ εὐφραίνει αὐτόν
26 ἐπιγνώμων δίκαιος ἑαυτου̃ φίλος ἔσται αἱ δὲ γνω̃μαι τω̃ν ἀσεβω̃ν ἀνεπιεικει̃ς ἁμαρτάνοντας καταδιώξεται κακά ἡ δὲ ὁδὸς τω̃ν ἀσεβω̃ν πλανήσει αὐτούς
27 οὐκ ἐπιτεύξεται δόλιος θήρας κτη̃μα δὲ τίμιον ἀνὴρ καθαρός
28 ἐν ὁδοι̃ς δικαιοσύνης ζωή ὁδοὶ δὲ μνησικάκων εἰς θάνατον

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 13

1 υἱὸς πανου̃ργος ὑπήκοος πατρί υἱὸς δὲ ἀνήκοος ἐν ἀπωλεία̨
2 ἀπὸ καρπω̃ν δικαιοσύνης φάγεται ἀγαθός ψυχαὶ δὲ παρανόμων ὀλου̃νται ἄωροι
3 ὃς φυλάσσει τὸ ἑαυτου̃ στόμα τηρει̃ τὴν ἑαυτου̃ ψυχήν ὁ δὲ προπετὴς χείλεσιν πτοήσει ἑαυτόν
4 ἐν ἐπιθυμίαις ἐστὶν πα̃ς ἀεργός χει̃ρες δὲ ἀνδρείων ἐν ἐπιμελεία̨
5 λόγον ἄδικον μισει̃ δίκαιος ἀσεβὴς δὲ αἰσχύνεται καὶ οὐχ ἕξει παρρησίαν
6 δικαιοσύνη φυλάσσει ἀκάκους τοὺς δὲ ἀσεβει̃ς φαύλους ποιει̃ ἁμαρτία
7 εἰσὶν οἱ πλουτίζοντες ἑαυτοὺς μηδὲν ἔχοντες καὶ εἰσὶν οἱ ταπεινου̃ντες ἑαυτοὺς ἐν πολλω̨̃ πλούτω̨
8 λύτρον ἀνδρὸς ψυχη̃ς ὁ ἴδιος πλου̃τος πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν
9 φω̃ς δικαίοις διὰ παντός φω̃ς δὲ ἀσεβω̃ν σβέννυται
10 κακὸς μεθ' ὕβρεως πράσσει κακά οἱ δὲ ἑαυτω̃ν ἐπιγνώμονες σοφοί
11 ὕπαρξις ἐπισπουδαζομένη μετὰ ἀνομίας ἐλάσσων γίνεται ὁ δὲ συνάγων ἑαυτω̨̃ μετ' εὐσεβείας πληθυνθήσεται δίκαιος οἰκτίρει καὶ κιχρα̨̃
12 κρείσσων ἐναρχόμενος βοηθω̃ν καρδία̨ του̃ ἐπαγγελλομένου καὶ εἰς ἐλπίδα ἄγοντος δένδρον γὰρ ζωη̃ς ἐπιθυμία ἀγαθή
13 ὃς καταφρονει̃ πράγματος καταφρονηθήσεται ὑπ' αὐτου̃ ὁ δὲ φοβούμενος ἐντολήν οὑ̃τος ὑγιαίνει
14 νόμος σοφου̃ πηγὴ ζωη̃ς ὁ δὲ ἄνους ὑπὸ παγίδος θανει̃ται
15 σύνεσις ἀγαθὴ δίδωσιν χάριν τὸ δὲ γνω̃ναι νόμον διανοίας ἐστὶν ἀγαθη̃ς ὁδοὶ δὲ καταφρονούντων ἐν ἀπωλεία̨
16 πα̃ς πανου̃ργος πράσσει μετὰ γνώσεως ὁ δὲ ἄφρων ἐξεπέτασεν ἑαυτου̃ κακίαν
17 βασιλεὺς θρασὺς ἐμπεσει̃ται εἰς κακά ἄγγελος δὲ πιστὸς ῥύσεται αὐτόν
18 πενίαν καὶ ἀτιμίαν ἀφαιρει̃ται παιδεία ὁ δὲ φυλάσσων ἐλέγχους δοξασθήσεται
19 ἐπιθυμίαι εὐσεβω̃ν ἡδύνουσιν ψυχήν ἔργα δὲ ἀσεβω̃ν μακρὰν ἀπὸ γνώσεως
20 ὁ συμπορευόμενος σοφοι̃ς σοφὸς ἔσται ὁ δὲ συμπορευόμενος ἄφροσι γνωσθήσεται
21 ἁμαρτάνοντας καταδιώξεται κακά τοὺς δὲ δικαίους καταλήμψεται ἀγαθά
22 ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱω̃ν θησαυρίζεται δὲ δικαίοις πλου̃τος ἀσεβὼν
23 δίκαιοι ποιήσουσιν ἐν πλούτω̨ ἔτη πολλά ἄδικοι δὲ ἀπολου̃νται συντόμως
24 ὃς φείδεται τη̃ς βακτηρίας μισει̃ τὸν υἱὸν αὐτου̃ ὁ δὲ ἀγαπω̃ν ἐπιμελω̃ς παιδεύει
25 δίκαιος ἔσθων ἐμπιπλα̨̃ τὴν ψυχὴν αὐτου̃ ψυχαὶ δὲ ἀσεβω̃ν ἐνδεει̃ς

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 14

1 σοφαὶ γυναι̃κες ὠ̨κοδόμησαν οἴκους ἡ δὲ ἄφρων κατέσκαψεν ται̃ς χερσὶν αὐτη̃ς
2 ὁ πορευόμενος ὀρθω̃ς φοβει̃ται τὸν κύριον ὁ δὲ σκολιάζων ται̃ς ὁδοι̃ς αὐτου̃ ἀτιμασθήσεται
3 ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως χείλη δὲ σοφω̃ν φυλάσσει αὐτούς
4 οὑ̃ μή εἰσιν βόες φάτναι καθαραί οὑ̃ δὲ πολλὰ γενήματα φανερὰ βοὸς ἰσχύς
5 μάρτυς πιστὸς οὐ ψεύδεται ἐκκαίει δὲ ψεύδη μάρτυς ἄδικος
6 ζητήσεις σοφίαν παρὰ κακοι̃ς καὶ οὐχ εὑρήσεις αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής
7 πάντα ἐναντία ἀνδρὶ ἄφρονι ὅπλα δὲ αἰσθήσεως χείλη σοφά
8 σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτω̃ν ἄνοια δὲ ἀφρόνων ἐν πλάνη̨
9 οἰκίαι παρανόμων ὀφειλήσουσιν καθαρισμόν οἰκίαι δὲ δικαίων δεκταί
10 καρδία ἀνδρὸς αἰσθητική λυπηρὰ ψυχὴ αὐτου̃ ὅταν δὲ εὐφραίνηται οὐκ ἐπιμείγνυται ὕβρει
11 οἰκίαι ἀσεβω̃ν ἀφανισθήσονται σκηναὶ δὲ κατορθούντων στήσονται
12 ἔστιν ὁδὸς ἣ δοκει̃ ὀρθὴ εἰ̃ναι παρὰ ἀνθρώποις τὰ δὲ τελευται̃α αὐτη̃ς ἔρχεται εἰς πυθμένα ἅ̨δου
13 ἐν εὐφροσύναις οὐ προσμείγνυται λύπη τελευταία δὲ χαρὰ εἰς πένθος ἔρχεται
14 τω̃ν ἑαυτου̃ ὁδω̃ν πλησθήσεται θρασυκάρδιος ἀπὸ δὲ τω̃ν διανοημάτων αὐτου̃ ἀνὴρ ἀγαθός
15 ἄκακος πιστεύει παντὶ λόγω̨ πανου̃ργος δὲ ἔρχεται εἰς μετάνοιαν
16 σοφὸς φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακου̃ ὁ δὲ ἄφρων ἑαυτω̨̃ πεποιθὼς μείγνυται ἀνόμω̨
17 ὀξύθυμος πράσσει μετὰ ἀβουλίας ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει
18 μεριου̃νται ἄφρονες κακίαν οἱ δὲ πανου̃ργοι κρατήσουσιν αἰσθήσεως
19 ὀλισθήσουσιν κακοὶ ἔναντι ἀγαθω̃ν καὶ ἀσεβει̃ς θεραπεύσουσιν θύρας δικαίων
20 φίλοι μισήσουσιν φίλους πτωχούς φίλοι δὲ πλουσίων πολλοί
21 ὁ ἀτιμάζων πένητας ἁμαρτάνει ἐλεω̃ν δὲ πτωχοὺς μακαριστός
22 πλανώμενοι τεκταίνουσι κακά ἔλεον δὲ καὶ ἀλήθειαν τεκταίνουσιν ἀγαθοί οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες κακω̃ν ἐλεημοσύναι δὲ καὶ πίστεις παρὰ τέκτοσιν ἀγαθοι̃ς
23 ἐν παντὶ μεριμνω̃ντι ἔνεστιν περισσόν ὁ δὲ ἡδὺς καὶ ἀνάλγητος ἐν ἐνδεία̨ ἔσται
24 στέφανος σοφω̃ν πανου̃ργος ἡ δὲ διατριβὴ ἀφρόνων κακή
25 ῥύσεται ἐκ κακω̃ν ψυχὴν μάρτυς πιστός ἐκκαίει δὲ ψεύδη δόλιος
26 ἐν φόβω̨ κυρίου ἐλπὶς ἰσχύος τοι̃ς δὲ τέκνοις αὐτου̃ καταλείπει ἔρεισμα
27 πρόσταγμα κυρίου πηγὴ ζωη̃ς ποιει̃ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου
28 ἐν πολλω̨̃ ἔθνει δόξα βασιλέως ἐν δὲ ἐκλείψει λαου̃ συντριβὴ δυνάστου
29 μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει ὁ δὲ ὀλιγόψυχος ἰσχυρω̃ς ἄφρων
30 πραΰθυμος ἀνὴρ καρδίας ἰατρός σὴς δὲ ὀστέων καρδία αἰσθητική
31 ὁ συκοφαντω̃ν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν ὁ δὲ τιμω̃ν αὐτὸν ἐλεα̨̃ πτωχόν
32 ἐν κακία̨ αὐτου̃ ἀπωσθήσεται ἀσεβής ὁ δὲ πεποιθὼς τη̨̃ ἑαυτου̃ ὁσιότητι δίκαιος
33 ἐν καρδία̨ ἀγαθη̨̃ ἀνδρὸς σοφία ἐν δὲ καρδία̨ ἀφρόνων οὐ διαγινώσκεται
34 δικαιοσύνη ὑψοι̃ ἔθνος ἐλασσονου̃σι δὲ φυλὰς ἁμαρτίαι
35 δεκτὸς βασιλει̃ ὑπηρέτης νοήμων τη̨̃ δὲ ἑαυτου̃ εὐστροφία̨ ἀφαιρει̃ται ἀτιμίαν

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 15

1 ὀργὴ ἀπόλλυσιν καὶ φρονίμους ἀπόκρισις δὲ ὑποπίπτουσα ἀποστρέφει θυμόν λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς
2 γλω̃σσα σοφω̃ν καλὰ ἐπίσταται στόμα δὲ ἀφρόνων ἀναγγελει̃ κακά
3 ἐν παντὶ τόπω̨ ὀφθαλμοὶ κυρίου σκοπεύουσιν κακούς τε καὶ ἀγαθούς
4 ἴασις γλώσσης δένδρον ζωη̃ς ὁ δὲ συντηρω̃ν αὐτὴν πλησθήσεται πνεύματος
5 ἄφρων μυκτηρίζει παιδείαν πατρός ὁ δὲ φυλάσσων ἐντολὰς πανουργότερος
6 ἐν πλεοναζούση̨ δικαιοσύνη̨ ἰσχὺς πολλή οἱ δὲ ἀσεβει̃ς ὁλόρριζοι ἐκ γη̃ς ὀλου̃νται οἴκοις δικαίων ἰσχὺς πολλή καρποὶ δὲ ἀσεβω̃ν ἀπολου̃νται
7 χείλη σοφω̃ν δέδεται αἰσθήσει καρδίαι δὲ ἀφρόνων οὐκ ἀσφαλει̃ς
8 θυσίαι ἀσεβω̃ν βδέλυγμα κυρίω̨ εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρ' αὐτω̨̃
9 βδέλυγμα κυρίω̨ ὁδοὶ ἀσεβου̃ς διώκοντας δὲ δικαιοσύνην ἀγαπα̨̃
10 παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τω̃ν παριόντων οἱ δὲ μισου̃ντες ἐλέγχους τελευτω̃σιν αἰσχρω̃ς
11 ἅ̨δης καὶ ἀπώλεια φανερὰ παρὰ τω̨̃ κυρίω̨ πω̃ς οὐχὶ καὶ αἱ καρδίαι τω̃ν ἀνθρώπων
12 οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν μετὰ δὲ σοφω̃ν οὐχ ὁμιλήσει
13 καρδίας εὐφραινομένης πρόσωπον θάλλει ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει
14 καρδία ὀρθὴ ζητει̃ αἴσθησιν στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά
15 πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τω̃ν κακω̃ν προσδέχονται κακά οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσιν διὰ παντός
16 κρείσσων μικρὰ μερὶς μετὰ φόβου κυρίου ἢ θησαυροὶ μεγάλοι μετὰ ἀφοβίας
17 κρείσσων ξενισμὸς λαχάνων πρὸς φιλίαν καὶ χάριν ἢ παράθεσις μόσχων μετὰ ἔχθρας
18 ἀνὴρ θυμώδης παρασκευάζει μάχας μακρόθυμος δὲ καὶ τὴν μέλλουσαν καταπραΰνει
19 ὁδοὶ ἀεργω̃ν ἐστρωμέναι ἀκάνθαις αἱ δὲ τω̃ν ἀνδρείων τετριμμέναι
20 υἱὸς σοφὸς εὐφραίνει πατέρα υἱὸς δὲ ἄφρων μυκτηρίζει μητέρα αὐτου̃
21 ἀνοήτου τρίβοι ἐνδεει̃ς φρενω̃ν ἀνὴρ δὲ φρόνιμος κατευθύνων πορεύεται
22 ὑπερτίθενται λογισμοὺς οἱ μὴ τιμω̃ντες συνέδρια ἐν δὲ καρδίαις βουλευομένων μένει βουλή
23 οὐ μὴ ὑπακούση̨ ὁ κακὸς αὐτη̨̃ οὐδὲ μὴ εἴπη̨ καίριόν τι καὶ καλὸν τω̨̃ κοινω̨̃
24 ὁδοὶ ζωη̃ς διανοήματα συνετου̃ ἵνα ἐκκλίνας ἐκ του̃ ἅ̨δου σωθη̨̃
25 οἴκους ὑβριστω̃ν κατασπα̨̃ κύριος ἐστήρισεν δὲ ὅριον χήρας
26 βδέλυγμα κυρίω̨ λογισμὸς ἄδικος ἁγνω̃ν δὲ ῥήσεις σεμναί
27 ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήμπτης ὁ δὲ μισω̃ν δώρων λήμψεις σώ̨ζεται
28 καρδίαι δικαίων μελετω̃σιν πίστεις στόμα δὲ ἀσεβω̃ν ἀποκρίνεται κακά
29 μακρὰν ἀπέχει ὁ θεὸς ἀπὸ ἀσεβω̃ν εὐχαι̃ς δὲ δικαίων ἐπακούει
30 θεωρω̃ν ὀφθαλμὸς καλὰ εὐφραίνει καρδίαν φήμη δὲ ἀγαθὴ πιαίνει ὀστα̃
31 ...
32 ὃς ἀπωθει̃ται παιδείαν μισει̃ ἑαυτόν ὁ δὲ τηρω̃ν ἐλέγχους ἀγαπα̨̃ ψυχὴν αὐτου̃
33 φόβος θεου̃ παιδεία καὶ σοφία καὶ ἀρχὴ δόξης ἀποκριθήσεται αὐτη̨̃

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 16

1 ...
2 πάντα τὰ ἔργα του̃ ταπεινου̃ φανερὰ παρὰ τω̨̃ θεω̨̃ οἱ δὲ ἀσεβει̃ς ἐν ἡμέρα̨ κακη̨̃ ὀλου̃νται
3 ...
4 ...
5 ἀκάθαρτος παρὰ θεω̨̃ πα̃ς ὑψηλοκάρδιος χειρὶ δὲ χει̃ρας ἐμβαλὼν ἀδίκως οὐκ ἀθω̨ωθήσεται
6 ...
7 ἀρχὴ ὁδου̃ ἀγαθη̃ς τὸ ποιει̃ν τὰ δίκαια δεκτὰ δὲ παρὰ θεω̨̃ μα̃λλον ἢ θύειν θυσίας
8 ὁ ζητω̃ν τὸν κύριον εὑρήσει γνω̃σιν μετὰ δικαιοσύνης οἱ δὲ ὀρθω̃ς ζητου̃ντες αὐτὸν εὑρήσουσιν εἰρήνην
9 πάντα τὰ ἔργα του̃ κυρίου μετὰ δικαιοσύνης φυλάσσεται δὲ ὁ ἀσεβὴς εἰς ἡμέραν κακήν
10 μαντει̃ον ἐπὶ χείλεσιν βασιλέως ἐν δὲ κρίσει οὐ μὴ πλανηθη̨̃ τὸ στόμα αὐτου̃
11 ῥοπὴ ζυγου̃ δικαιοσύνη παρὰ κυρίω̨ τὰ δὲ ἔργα αὐτου̃ στάθμια δίκαια
12 βδέλυγμα βασιλει̃ ὁ ποιω̃ν κακά μετὰ γὰρ δικαιοσύνης ἑτοιμάζεται θρόνος ἀρχη̃ς
13 δεκτὰ βασιλει̃ χείλη δίκαια λόγους δὲ ὀρθοὺς ἀγαπα̨̃
14 θυμὸς βασιλέως ἄγγελος θανάτου ἀνὴρ δὲ σοφὸς ἐξιλάσεται αὐτόν
15 ἐν φωτὶ ζωη̃ς υἱὸς βασιλέως οἱ δὲ προσδεκτοὶ αὐτω̨̃ ὥσπερ νέφος ὄψιμον
16 νοσσιαὶ σοφίας αἱρετώτεραι χρυσίου νοσσιαὶ δὲ φρονήσεως αἱρετώτεραι ὑπὲρ ἀργύριον
17 τρίβοι ζωη̃ς ἐκκλίνουσιν ἀπὸ κακω̃ν μη̃κος δὲ βίου ὁδοὶ δικαιοσύνης ὁ δεχόμενος παιδείαν ἐν ἀγαθοι̃ς ἔσται ὁ δὲ φυλάσσων ἐλέγχους σοφισθήσεται ὃς φυλάσσει τὰς ἑαυτου̃ ὁδούς τηρει̃ τὴν ἑαυτου̃ ψυχήν ἀγαπω̃ν δὲ ζωὴν αὐτου̃ φείσεται στόματος αὐτου̃
18 πρὸ συντριβη̃ς ἡγει̃ται ὕβρις πρὸ δὲ πτώματος κακοφροσύνη
19 κρείσσων πραΰθυμος μετὰ ταπεινώσεως ἢ ὃς διαιρει̃ται σκυ̃λα μετὰ ὑβριστω̃ν
20 συνετὸς ἐν πράγμασιν εὑρετὴς ἀγαθω̃ν πεποιθὼς δὲ ἐπὶ θεω̨̃ μακαριστός
21 τοὺς σοφοὺς καὶ συνετοὺς φαύλους καλου̃σιν οἱ δὲ γλυκει̃ς ἐν λόγω̨ πλείονα ἀκούσονται
22 πηγὴ ζωη̃ς ἔννοια τοι̃ς κεκτημένοις παιδεία δὲ ἀφρόνων κακή
23 καρδία σοφου̃ νοήσει τὰ ἀπὸ του̃ ἰδίου στόματος ἐπὶ δὲ χείλεσιν φορέσει ἐπιγνωμοσύνην
24 κηρία μέλιτος λόγοι καλοί γλύκασμα δὲ αὐτω̃ν ἴασις ψυχη̃ς
25 εἰσὶν ὁδοὶ δοκου̃σαι εἰ̃ναι ὀρθαὶ ἀνδρί τὰ μέντοι τελευται̃α αὐτω̃ν βλέπει εἰς πυθμένα ἅ̨δου
26 ἀνὴρ ἐν πόνοις πονει̃ ἑαυτω̨̃ καὶ ἐκβιάζεται ἑαυτου̃ τὴν ἀπώλειαν ὁ μέντοι σκολιὸς ἐπὶ τω̨̃ ἑαυτου̃ στόματι φορει̃ τὴν ἀπώλειαν
27 ἀνὴρ ἄφρων ὀρύσσει ἑαυτω̨̃ κακά ἐπὶ δὲ τω̃ν ἑαυτου̃ χειλέων θησαυρίζει πυ̃ρ
28 ἀνὴρ σκολιὸς διαπέμπεται κακὰ καὶ λαμπτη̃ρα δόλου πυρσεύει κακοι̃ς καὶ διαχωρίζει φίλους
29 ἀνὴρ παράνομος ἀποπειρα̃ται φίλων καὶ ἀπάγει αὐτοὺς ὁδοὺς οὐκ ἀγαθάς
30 στηρίζων ὀφθαλμοὺς αὐτου̃ λογίζεται διεστραμμένα ὁρίζει δὲ τοι̃ς χείλεσιν αὐτου̃ πάντα τὰ κακά οὑ̃τος κάμινός ἐστιν κακίας
31 στέφανος καυχήσεως γη̃ρας ἐν δὲ ὁδοι̃ς δικαιοσύνης εὑρίσκεται
32 κρείσσων ἀνὴρ μακρόθυμος ἰσχυρου̃ ὁ δὲ κρατω̃ν ὀργη̃ς κρείσσων καταλαμβανομένου πόλιν
33 εἰς κόλπους ἐπέρχεται πάντα τοι̃ς ἀδίκοις παρὰ δὲ κυρίου πάντα τὰ δίκαια

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 17

1 κρείσσων ψωμὸς μεθ' ἡδονη̃ς ἐν εἰρήνη̨ ἢ οἰ̃κος πλήρης πολλω̃ν ἀγαθω̃ν καὶ ἀδίκων θυμάτων μετὰ μάχης
2 οἰκέτης νοήμων κρατήσει δεσποτω̃ν ἀφρόνων ἐν δὲ ἀδελφοι̃ς διελει̃ται μέρη
3 ὥσπερ δοκιμάζεται ἐν καμίνω̨ ἄργυρος καὶ χρυσός οὕτως ἐκλεκταὶ καρδίαι παρὰ κυρίω̨
4 κακὸς ὑπακούει γλώσσης παρανόμων δίκαιος δὲ οὐ προσέχει χείλεσιν ψευδέσιν
5 ὁ καταγελω̃ν πτωχου̃ παροξύνει τὸν ποιήσαντα αὐτόν ὁ δὲ ἐπιχαίρων ἀπολλυμένω̨ οὐκ ἀθω̨ωθήσεται ὁ δὲ ἐπισπλαγχνιζόμενος ἐλεηθήσεται
6 στέφανος γερόντων τέκνα τέκνων καύχημα δὲ τέκνων πατέρες αὐτω̃ν
7 οὐχ ἁρμόσει ἄφρονι χείλη πιστὰ οὐδὲ δικαίω̨ χείλη ψευδη̃
8 μισθὸς χαρίτων ἡ παιδεία τοι̃ς χρωμένοις οὑ̃ δ' ἂν ἐπιστρέψη̨ εὐοδωθήσεται
9 ὃς κρύπτει ἀδικήματα ζητει̃ φιλίαν ὃς δὲ μισει̃ κρύπτειν διίστησιν φίλους καὶ οἰκείους
10 συντρίβει ἀπειλὴ καρδίαν φρονίμου ἄφρων δὲ μαστιγωθεὶς οὐκ αἰσθάνεται
11 ἀντιλογίας ἐγείρει πα̃ς κακός ὁ δὲ κύριος ἄγγελον ἀνελεήμονα ἐκπέμψει αὐτω̨̃
12 ἐμπεσει̃ται μέριμνα ἀνδρὶ νοήμονι οἱ δὲ ἄφρονες διαλογιου̃νται κακά
13 ὃς ἀποδίδωσιν κακὰ ἀντὶ ἀγαθω̃ν οὐ κινηθήσεται κακὰ ἐκ του̃ οἴκου αὐτου̃
14 ἐξουσίαν δίδωσιν λόγοις ἀρχὴ δικαιοσύνης προηγει̃ται δὲ τη̃ς ἐνδείας στάσις καὶ μάχη
15 ὃς δίκαιον κρίνει τὸν ἄδικον ἄδικον δὲ τὸν δίκαιον ἀκάθαρτος καὶ βδελυκτὸς παρὰ θεω̨̃
16 ἵνα τί ὑπη̃ρξεν χρήματα ἄφρονι κτήσασθαι γὰρ σοφίαν ἀκάρδιος οὐ δυνήσεται
17 εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι ἀδελφοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν τούτου γὰρ χάριν γεννω̃νται
18 ἀνὴρ ἄφρων ἐπικροτει̃ καὶ ἐπιχαίρει ἑαυτω̨̃ ὡς καὶ ὁ ἐγγυώμενος ἐγγύη̨ τὸν ἑαυτου̃ φίλον
19 φιλαμαρτήμων χαίρει μάχαις
20 ὁ δὲ σκληροκάρδιος οὐ συναντα̨̃ ἀγαθοι̃ς ἀνὴρ εὐμετάβολος γλώσση̨ ἐμπεσει̃ται εἰς κακά
21 καρδία δὲ ἄφρονος ὀδύνη τω̨̃ κεκτημένω̨ αὐτήν οὐκ εὐφραίνεται πατὴρ ἐπὶ υἱω̨̃ ἀπαιδεύτω̨ υἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτου̃
22 καρδία εὐφραινομένη εὐεκτει̃ν ποιει̃ ἀνδρὸς δὲ λυπηρου̃ ξηραίνεται τὰ ὀστα̃
23 λαμβάνοντος δω̃ρα ἐν κόλπω̨ ἀδίκως οὐ κατευοδου̃νται ὁδοί ἀσεβὴς δὲ ἐκκλίνει ὁδοὺς δικαιοσύνης
24 πρόσωπον συνετὸν ἀνδρὸς σοφου̃ οἱ δὲ ὀφθαλμοὶ του̃ ἄφρονος ἐπ' ἄκρα γη̃ς
25 ὀργὴ πατρὶ υἱὸς ἄφρων καὶ ὀδύνη τη̨̃ τεκούση̨ αὐτου̃
26 ζημιου̃ν ἄνδρα δίκαιον οὐ καλόν οὐδὲ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις
27 ὃς φείδεται ῥη̃μα προέσθαι σκληρόν ἐπιγνώμων μακρόθυμος δὲ ἀνὴρ φρόνιμος
28 ἀνοήτω̨ ἐπερωτήσαντι σοφίαν σοφία λογισθήσεται ἐνεὸν δέ τις ἑαυτὸν ποιήσας δόξει φρόνιμος εἰ̃ναι

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 18

1 προφάσεις ζητει̃ ἀνὴρ βουλόμενος χωρίζεσθαι ἀπὸ φίλων ἐν παντὶ δὲ καιρω̨̃ ἐπονείδιστος ἔσται
2 οὐ χρείαν ἔχει σοφίας ἐνδεὴς φρενω̃ν μα̃λλον γὰρ ἄγεται ἀφροσύνη̨
3 ὅταν ἔλθη̨ ἀσεβὴς εἰς βάθος κακω̃ν καταφρονει̃ ἐπέρχεται δὲ αὐτω̨̃ ἀτιμία καὶ ὄνειδος
4 ὕδωρ βαθὺ λόγος ἐν καρδία̨ ἀνδρός ποταμὸς δὲ ἀναπηδύει καὶ πηγὴ ζωη̃ς
5 θαυμάσαι πρόσωπον ἀσεβου̃ς οὐ καλόν οὐδὲ ὅσιον ἐκκλίνειν τὸ δίκαιον ἐν κρίσει
6 χείλη ἄφρονος ἄγουσιν αὐτὸν εἰς κακά τὸ δὲ στόμα αὐτου̃ τὸ θρασὺ θάνατον ἐπικαλει̃ται
7 στόμα ἄφρονος συντριβὴ αὐτω̨̃ τὰ δὲ χείλη αὐτου̃ παγὶς τη̨̃ ψυχη̨̃ αὐτου̃
8 ὀκνηροὺς καταβάλλει φόβος ψυχαὶ δὲ ἀνδρογύνων πεινάσουσιν
9 ὁ μὴ ἰώμενος ἑαυτὸν ἐν τοι̃ς ἔργοις αὐτου̃ ἀδελφός ἐστιν του̃ λυμαινομένου ἑαυτόν
10 ἐκ μεγαλωσύνης ἰσχύος ὄνομα κυρίου αὐτω̨̃ δὲ προσδραμόντες δίκαιοι ὑψου̃νται
11 ὕπαρξις πλουσίου ἀνδρὸς πόλις ὀχυρά ἡ δὲ δόξα αὐτη̃ς μέγα ἐπισκιάζει
12 πρὸ συντριβη̃ς ὑψου̃ται καρδία ἀνδρός καὶ πρὸ δόξης ταπεινου̃ται
13 ὃς ἀποκρίνεται λόγον πρὶν ἀκου̃σαι ἀφροσύνη αὐτω̨̃ ἐστιν καὶ ὄνειδος
14 θυμὸν ἀνδρὸς πραΰνει θεράπων φρόνιμος ὀλιγόψυχον δὲ ἄνδρα τίς ὑποίσει
15 καρδία φρονίμου κτα̃ται αἴσθησιν ὠ̃τα δὲ σοφω̃ν ζητει̃ ἔννοιαν
16 δόμα ἀνθρώπου ἐμπλατύνει αὐτὸν καὶ παρὰ δυνάσταις καθιζάνει αὐτόν
17 δίκαιος ἑαυτου̃ κατήγορος ἐν πρωτολογία̨ ὡς δ' ἂν ἐπιβάλη̨ ὁ ἀντίδικος ἐλέγχεται
18 ἀντιλογίας παύει κλη̃ρος ἐν δὲ δυνάσταις ὁρίζει
19 ἀδελφὸς ὑπὸ ἀδελφου̃ βοηθούμενος ὡς πόλις ὀχυρὰ καὶ ὑψηλή ἰσχύει δὲ ὥσπερ τεθεμελιωμένον βασίλειον
20 ἀπὸ καρπω̃ν στόματος ἀνὴρ πίμπλησιν κοιλίαν αὐτου̃ ἀπὸ δὲ καρπω̃ν χειλέων αὐτου̃ ἐμπλησθήσεται
21 θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης οἱ δὲ κρατου̃ντες αὐτη̃ς ἔδονται τοὺς καρποὺς αὐτη̃ς
22 ὃς εὑ̃ρεν γυναι̃κα ἀγαθήν εὑ̃ρεν χάριτας ἔλαβεν δὲ παρὰ θεου̃ ἱλαρότητα

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 19

1 ...
2 ...
3 ἀφροσύνη ἀνδρὸς λυμαίνεται τὰς ὁδοὺς αὐτου̃ τὸν δὲ θεὸν αἰτια̃ται τη̨̃ καρδία̨ αὐτου̃
4 πλου̃τος προστίθησιν φίλους πολλούς ὁ δὲ πτωχὸς καὶ ἀπὸ του̃ ὑπάρχοντος φίλου λείπεται
5 μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται ὁ δὲ ἐγκαλω̃ν ἀδίκως οὐ διαφεύξεται
6 πολλοὶ θεραπεύουσιν πρόσωπα βασιλέων πα̃ς δὲ ὁ κακὸς γίνεται ὄνειδος ἀνδρί
7 πα̃ς ὃς ἀδελφὸν πτωχὸν μισει̃ καὶ φιλίας μακρὰν ἔσται ἔννοια ἀγαθὴ τοι̃ς εἰδόσιν αὐτὴν ἐγγιει̃ ἀνὴρ δὲ φρόνιμος εὑρήσει αὐτήν ὁ πολλὰ κακοποιω̃ν τελεσιουργει̃ κακίαν ὃς δὲ ἐρεθίζει λόγους οὐ σωθήσεται
8 ὁ κτώμενος φρόνησιν ἀγαπα̨̃ ἑαυτόν ὃς δὲ φυλάσσει φρόνησιν εὑρήσει ἀγαθά
9 μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται ὃς δ' ἂν ἐκκαύση̨ κακίαν ἀπολει̃ται ὑπ' αὐτη̃ς
10 οὐ συμφέρει ἄφρονι τρυφή καὶ ἐὰν οἰκέτης ἄρξηται μεθ' ὕβρεως δυναστεύειν
11 ἐλεήμων ἀνὴρ μακροθυμει̃ τὸ δὲ καύχημα αὐτου̃ ἐπέρχεται παρανόμοις
12 βασιλέως ἀπειλὴ ὁμοία βρυγμω̨̃ λέοντος ὥσπερ δὲ δρόσος ἐπὶ χόρτω̨ οὕτως τὸ ἱλαρὸν αὐτου̃
13 αἰσχύνη πατρὶ υἱὸς ἄφρων καὶ οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας
14 οἰ̃κον καὶ ὕπαρξιν μερίζουσιν πατέρες παισίν παρὰ δὲ θεου̃ ἁρμόζεται γυνὴ ἀνδρί
15 δειλία κατέχει ἀνδρογύναιον ψυχὴ δὲ ἀεργου̃ πεινάσει
16 ὃς φυλάσσει ἐντολήν τηρει̃ τὴν ἑαυτου̃ ψυχήν ὁ δὲ καταφρονω̃ν τω̃ν ἑαυτου̃ ὁδω̃ν ἀπολει̃ται
17 δανίζει θεω̨̃ ὁ ἐλεω̃ν πτωχόν κατὰ δὲ τὸ δόμα αὐτου̃ ἀνταποδώσει αὐτω̨̃
18 παίδευε υἱόν σου οὕτως γὰρ ἔσται εὔελπις εἰς δὲ ὕβριν μὴ ἐπαίρου τη̨̃ ψυχη̨̃ σου
19 κακόφρων ἀνὴρ πολλὰ ζημιωθήσεται ἐὰν δὲ λοιμεύηται καὶ τὴν ψυχὴν αὐτου̃ προσθήσει
20 ἄκουε υἱέ παιδείαν πατρός σου ἵνα σοφὸς γένη̨ ἐπ' ἐσχάτων σου
21 πολλοὶ λογισμοὶ ἐν καρδία̨ ἀνδρός ἡ δὲ βουλὴ του̃ κυρίου εἰς τὸν αἰω̃να μένει
22 καρπὸς ἀνδρὶ ἐλεημοσύνη κρείσσων δὲ πτωχὸς δίκαιος ἢ πλούσιος ψεύστης
23 φόβος κυρίου εἰς ζωὴν ἀνδρί ὁ δὲ ἄφοβος αὐλισθήσεται ἐν τόποις οὑ̃ οὐκ ἐπισκοπει̃ται γνω̃σις
24 ὁ ἐγκρύπτων εἰς τὸν κόλπον αὐτου̃ χει̃ρας ἀδίκως οὐδὲ τω̨̃ στόματι οὐ μὴ προσαγάγη̨ αὐτάς
25 λοιμου̃ μαστιγουμένου ἄφρων πανουργότερος γίνεται ἐὰν δὲ ἐλέγχη̨ς ἄνδρα φρόνιμον νοήσει αἴσθησιν
26 ὁ ἀτιμάζων πατέρα καὶ ἀπωθούμενος μητέρα αὐτου̃ καταισχυνθήσεται καὶ ἐπονείδιστος ἔσται
27 υἱὸς ἀπολειπόμενος φυλάξαι παιδείαν πατρὸς μελετήσει ῥήσεις κακάς
28 ὁ ἐγγυώμενος παι̃δα ἄφρονα καθυβρίζει δικαίωμα στόμα δὲ ἀσεβω̃ν καταπίεται κρίσεις
29 ἑτοιμάζονται ἀκολάστοις μάστιγες καὶ τιμωρίαι ὤμοις ἀφρόνων

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 20

1 ἀκόλαστον οἰ̃νος καὶ ὑβριστικὸν μέθη πα̃ς δὲ ὁ συμμειγνύμενος αὐτη̨̃ οὐκ ἔσται σοφός
2 οὐ διαφέρει ἀπειλὴ βασιλέως θυμου̃ λέοντος ὁ δὲ παροξύνων αὐτὸν ἁμαρτάνει εἰς τὴν ἑαυτου̃ ψυχήν
3 δόξα ἀνδρὶ ἀποστρέφεσθαι λοιδορίας πα̃ς δὲ ἄφρων τοιούτοις συμπλέκεται
4 ὀνειδιζόμενος ὀκνηρὸς οὐκ αἰσχύνεται ὡσαύτως καὶ ὁ δανιζόμενος σι̃τον ἐν ἀμήτω̨
5 ὕδωρ βαθὺ βουλὴ ἐν καρδία̨ ἀνδρός ἀνὴρ δὲ φρόνιμος ἐξαντλήσει αὐτήν
6 μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων ἄνδρα δὲ πιστὸν ἔργον εὑρει̃ν
7 ὃς ἀναστρέφεται ἄμωμος ἐν δικαιοσύνη̨ μακαρίους τοὺς παι̃δας αὐτου̃ καταλείψει
8 ὅταν βασιλεὺς δίκαιος καθίση̨ ἐπὶ θρόνου οὐκ ἐναντιου̃ται ἐν ὀφθαλμοι̃ς αὐτου̃ πα̃ν πονηρόν
9 τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν ἢ τίς παρρησιάσεται καθαρὸς εἰ̃ναι ἀπὸ ἁμαρτιω̃ν
10 στάθμιον μέγα καὶ μικρὸν καὶ μέτρα δισσά ἀκάθαρτα ἐνώπιον κυρίου καὶ ἀμφότερα
11 καὶ ὁ ποιω̃ν αὐτὰ ἐν τοι̃ς ἐπιτηδεύμασιν αὐτου̃ συμποδισθήσεται νεανίσκος μετὰ ὁσίου καὶ εὐθει̃α ἡ ὁδὸς αὐτου̃
12 οὐ̃ς ἀκούει καὶ ὀφθαλμὸς ὁρα̨̃ κυρίου ἔργα καὶ ἀμφότερα
13 μὴ ἀγάπα καταλαλει̃ν ἵνα μὴ ἐξαρθη̨̃ς διάνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἐμπλήσθητι ἄρτων
14 ...
15 ...
16 ...
17 ...
18 ...
19 ...
20 ...
21 ...
22 ...
23 βδέλυγμα κυρίω̨ δισσὸν στάθμιον καὶ ζυγὸς δόλιος οὐ καλὸν ἐνώπιον αὐτου̃
24 παρὰ κυρίου εὐθύνεται τὰ διαβήματα ἀνδρί θνητὸς δὲ πω̃ς ἂν νοήσαι τὰς ὁδοὺς αὐτου̃
25 παγὶς ἀνδρὶ ταχύ τι τω̃ν ἰδίων ἁγιάσαι μετὰ γὰρ τὸ εὔξασθαι μετανοει̃ν γίνεται
26 λικμήτωρ ἀσεβω̃ν βασιλεὺς σοφὸς καὶ ἐπιβαλει̃ αὐτοι̃ς τροχόν
27 φω̃ς κυρίου πνοὴ ἀνθρώπων ὃς ἐρευνα̨̃ ταμίεια κοιλίας
28 ἐλεημοσύνη καὶ ἀλήθεια φυλακὴ βασιλει̃ καὶ περικυκλώσουσιν ἐν δικαιοσύνη̨ τὸν θρόνον αὐτου̃
29 κόσμος νεανίαις σοφία δόξα δὲ πρεσβυτέρων πολιαί
30 ὑπώπια καὶ συντρίμματα συναντα̨̃ κακοι̃ς πληγαὶ δὲ εἰς ταμίεια κοιλίας

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 21

1 ὥσπερ ὁρμὴ ὕδατος οὕτως καρδία βασιλέως ἐν χειρὶ θεου̃ οὑ̃ ἐὰν θέλων νεύση̨ ἐκει̃ ἔκλινεν αὐτήν
2 πα̃ς ἀνὴρ φαίνεται ἑαυτω̨̃ δίκαιος κατευθύνει δὲ καρδίας κύριος
3 ποιει̃ν δίκαια καὶ ἀληθεύειν ἀρεστὰ παρὰ θεω̨̃ μα̃λλον ἢ θυσιω̃ν αἱ̃μα
4 μεγαλόφρων ἐφ' ὕβρει θρασυκάρδιος λαμπτὴρ δὲ ἀσεβω̃ν ἁμαρτία
5 ...
6 ὁ ἐνεργω̃ν θησαυρίσματα γλώσση̨ ψευδει̃ μάταια διώκει ἐπὶ παγίδας θανάτου
7 ὄλεθρος ἀσεβέσιν ἐπιξενωθήσεται οὐ γὰρ βούλονται πράσσειν τὰ δίκαια
8 πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἀποστέλλει ὁ θεός ἁγνὰ γὰρ καὶ ὀρθὰ τὰ ἔργα αὐτου̃
9 κρει̃σσον οἰκει̃ν ἐπὶ γωνίας ὑπαίθρου ἢ ἐν κεκονιαμένοις μετὰ ἀδικίας καὶ ἐν οἴκω̨ κοινω̨̃
10 ψυχὴ ἀσεβου̃ς οὐκ ἐλεηθήσεται ὑπ' οὐδενὸς τω̃ν ἀνθρώπων
11 ζημιουμένου ἀκολάστου πανουργότερος γίνεται ὁ ἄκακος συνίων δὲ σοφὸς δέξεται γνω̃σιν
12 συνίει δίκαιος καρδίας ἀσεβω̃ν καὶ φαυλίζει ἀσεβει̃ς ἐν κακοι̃ς
13 ὃς φράσσει τὰ ὠ̃τα του̃ μὴ ἐπακου̃σαι ἀσθενου̃ς καὶ αὐτὸς ἐπικαλέσεται καὶ οὐκ ἔσται ὁ εἰσακούων
14 δόσις λάθριος ἀνατρέπει ὀργάς δώρων δὲ ὁ φειδόμενος θυμὸν ἐγείρει ἰσχυρόν
15 εὐφροσύνη δικαίων ποιει̃ν κρίμα ὅσιος δὲ ἀκάθαρτος παρὰ κακούργοις
16 ἀνὴρ πλανώμενος ἐξ ὁδου̃ δικαιοσύνης ἐν συναγωγη̨̃ γιγάντων ἀναπαύσεται
17 ἀνὴρ ἐνδεὴς ἀγαπα̨̃ εὐφροσύνην φιλω̃ν οἰ̃νον καὶ ἔλαιον εἰς πλου̃τον
18 περικάθαρμα δὲ δικαίου ἄνομος
19 κρει̃σσον οἰκει̃ν ἐν γη̨̃ ἐρήμω̨ ἢ μετὰ γυναικὸς μαχίμου καὶ γλωσσώδους καὶ ὀργίλου
20 θησαυρὸς ἐπιθυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφου̃ ἄφρονες δὲ ἄνδρες καταπίονται αὐτόν
21 ὁδὸς δικαιοσύνης καὶ ἐλεημοσύνης εὑρήσει ζωὴν καὶ δόξαν
22 πόλεις ὀχυρὰς ἐπέβη σοφὸς καὶ καθει̃λεν τὸ ὀχύρωμα ἐφ' ὡ̨̃ ἐπεποίθεισαν οἱ ἀσεβει̃ς
23 ὃς φυλάσσει τὸ στόμα αὐτου̃ καὶ τὴν γλω̃σσαν διατηρει̃ ἐκ θλίψεως τὴν ψυχὴν αὐτου̃
24 θρασὺς καὶ αὐθάδης καὶ ἀλαζὼν λοιμὸς καλει̃ται ὃς δὲ μνησικακει̃ παράνομος
25 ἐπιθυμίαι ὀκνηρὸν ἀποκτείνουσιν οὐ γὰρ προαιρου̃νται αἱ χει̃ρες αὐτου̃ ποιει̃ν τι
26 ἀσεβὴς ἐπιθυμει̃ ὅλην τὴν ἡμέραν ἐπιθυμίας κακάς ὁ δὲ δίκαιος ἐλεα̨̃ καὶ οἰκτίρει ἀφειδω̃ς
27 θυσίαι ἀσεβω̃ν βδέλυγμα κυρίω̨ καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς
28 μάρτυς ψευδὴς ἀπολει̃ται ἀνὴρ δὲ ὑπήκοος φυλασσόμενος λαλήσει
29 ἀσεβὴς ἀνὴρ ἀναιδω̃ς ὑφίσταται προσώπω̨ ὁ δὲ εὐθὴς αὐτὸς συνίει τὰς ὁδοὺς αὐτου̃
30 οὐκ ἔστιν σοφία οὐκ ἔστιν ἀνδρεία οὐκ ἔστιν βουλὴ πρὸς τὸν ἀσεβη̃
31 ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου παρὰ δὲ κυρίου ἡ βοήθεια

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 22

1 αἱρετώτερον ὄνομα καλὸν ἢ πλου̃τος πολύς ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον χάρις ἀγαθή
2 πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις ἀμφοτέρους δὲ ὁ κύριος ἐποίησεν
3 πανου̃ργος ἰδὼν πονηρὸν τιμωρούμενον κραταιω̃ς αὐτὸς παιδεύεται οἱ δὲ ἄφρονες παρελθόντες ἐζημιώθησαν
4 γενεὰ σοφίας φόβος κυρίου καὶ πλου̃τος καὶ δόξα καὶ ζωή
5 τρίβολοι καὶ παγίδες ἐν ὁδοι̃ς σκολιαι̃ς ὁ δὲ φυλάσσων τὴν ἑαυτου̃ ψυχὴν ἀφέξεται αὐτω̃ν
6 ...
7 πλούσιοι πτωχω̃ν ἄρξουσιν καὶ οἰκέται ἰδίοις δεσπόταις δανιου̃σιν
8 ὁ σπείρων φαυ̃λα θερίσει κακά πληγὴν δὲ ἔργων αὐτου̃ συντελέσει
9 ὁ ἐλεω̃ν πτωχὸν αὐτὸς διατραφήσεται τω̃ν γὰρ ἑαυτου̃ ἄρτων ἔδωκεν τω̨̃ πτωχω̨̃
10 ἔκβαλε ἐκ συνεδρίου λοιμόν καὶ συνεξελεύσεται αὐτω̨̃ νει̃κος ὅταν γὰρ καθίση̨ ἐν συνεδρίω̨ πάντας ἀτιμάζει
11 ἀγαπα̨̃ κύριος ὁσίας καρδίας δεκτοὶ δὲ αὐτω̨̃ πάντες ἄμωμοι χείλεσιν ποιμαίνει βασιλεύς
12 οἱ δὲ ὀφθαλμοὶ κυρίου διατηρου̃σιν αἴσθησιν φαυλίζει δὲ λόγους παράνομος
13 προφασίζεται καὶ λέγει ὀκνηρός λέων ἐν ται̃ς ὁδοι̃ς ἐν δὲ ται̃ς πλατείαις φονευταί
14 βόθρος βαθὺς στόμα παρανόμου ὁ δὲ μισηθεὶς ὑπὸ κυρίου ἐμπεσει̃ται εἰς αὐτόν
15 ἄνοια ἐξη̃πται καρδίας νέου ῥάβδος δὲ καὶ παιδεία μακρὰν ἀπ' αὐτου̃
16 ὁ συκοφαντω̃ν πένητα πολλὰ ποιει̃ τὰ ἑαυτου̃ δίδωσιν δὲ πλουσίω̨ ἐπ' ἐλάσσονι
17 λόγοις σοφω̃ν παράβαλλε σὸν οὐ̃ς καὶ ἄκουε ἐμὸν λόγον τὴν δὲ σὴν καρδίαν ἐπίστησον ἵνα γνω̨̃ς ὅτι καλοί εἰσιν
18 καὶ ἐὰν ἐμβάλη̨ς αὐτοὺς εἰς τὴν καρδίαν σου εὐφρανου̃σίν σε ἅμα ἐπὶ σοι̃ς χείλεσιν
19 ἵνα σου γένηται ἐπὶ κύριον ἡ ἐλπὶς καὶ γνωρίση̨ σοι τὴν ὁδὸν αὐτου̃
20 καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ σεαυτω̨̃ τρισσω̃ς εἰς βουλὴν καὶ γνω̃σιν ἐπὶ τὸ πλάτος τη̃ς καρδίας σου
21 διδάσκω οὐ̃ν σε ἀληθη̃ λόγον καὶ γνω̃σιν ἀγαθὴν ὑπακούειν του̃ ἀποκρίνεσθαι λόγους ἀληθείας τοι̃ς προβαλλομένοις σοι
22 μὴ ἀποβιάζου πένητα πτωχὸς γάρ ἐστιν καὶ μὴ ἀτιμάση̨ς ἀσθενη̃ ἐν πύλαις
23 ὁ γὰρ κύριος κρινει̃ αὐτου̃ τὴν κρίσιν καὶ ῥύση̨ σὴν ἄσυλον ψυχήν
24 μὴ ἴσθι ἑται̃ρος ἀνδρὶ θυμώδει φίλω̨ δὲ ὀργίλω̨ μὴ συναυλίζου
25 μήποτε μάθη̨ς τω̃ν ὁδω̃ν αὐτου̃ καὶ λάβη̨ς βρόχους τη̨̃ ση̨̃ ψυχη̨̃
26 μὴ δίδου σεαυτὸν εἰς ἐγγύην αἰσχυνόμενος πρόσωπον
27 ἐὰν γὰρ μὴ ἔχη̨ς πόθεν ἀποτείση̨ς λήμψονται τὸ στρω̃μα τὸ ὑπὸ τὰς πλευράς σου
28 μὴ μέταιρε ὅρια αἰώνια ἃ ἔθεντο οἱ πατέρες σου
29 ὁρατικὸν ἄνδρα καὶ ὀξὺν ἐν τοι̃ς ἔργοις αὐτου̃ βασιλευ̃σι δει̃ παρεστάναι καὶ μὴ παρεστάναι ἀνδράσι νωθροι̃ς

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 23

1 ἐὰν καθίση̨ς δειπνει̃ν ἐπὶ τραπέζης δυναστω̃ν νοητω̃ς νόει τὰ παρατιθέμενά σοι
2 καὶ ἐπίβαλλε τὴν χει̃ρά σου εἰδὼς ὅτι τοιαυ̃τά σε δει̃ παρασκευάσαι
3 εἰ δὲ ἀπληστότερος εἰ̃ μὴ ἐπιθύμει τω̃ν ἐδεσμάτων αὐτου̃ ταυ̃τα γὰρ ἔχεται ζωη̃ς ψευδου̃ς
4 μὴ παρεκτείνου πένης ὢν πλουσίω̨ τη̨̃ δὲ ση̨̃ ἐννοία̨ ἀπόσχου
5 ἐὰν ἐπιστήση̨ς τὸ σὸν ὄμμα πρὸς αὐτόν οὐδαμου̃ φανει̃ται κατεσκεύασται γὰρ αὐτω̨̃ πτέρυγες ὥσπερ ἀετου̃ καὶ ὑποστρέφει εἰς τὸν οἰ̃κον του̃ προεστηκότος αὐτου̃
6 μὴ συνδείπνει ἀνδρὶ βασκάνω̨ μηδὲ ἐπιθύμει τω̃ν βρωμάτων αὐτου̃
7 ὃν τρόπον γὰρ εἴ τις καταπίοι τρίχα οὕτως ἐσθίει καὶ πίνει
8 μηδὲ πρὸς σὲ εἰσαγάγη̨ς αὐτὸν καὶ φάγη̨ς τὸν ψωμόν σου μετ' αὐτου̃ ἐξεμέσει γὰρ αὐτὸν καὶ λυμανει̃ται τοὺς λόγους σου τοὺς καλούς
9 εἰς ὠ̃τα ἄφρονος μηδὲν λέγε μήποτε μυκτηρίση̨ τοὺς συνετοὺς λόγους σου
10 μὴ μεταθη̨̃ς ὅρια αἰώνια εἰς δὲ κτη̃μα ὀρφανω̃ν μὴ εἰσέλθη̨ς
11 ὁ γὰρ λυτρούμενος αὐτοὺς κύριος κραταιός ἐστιν καὶ κρινει̃ τὴν κρίσιν αὐτω̃ν μετὰ σου̃
12 δὸς εἰς παιδείαν τὴν καρδίαν σου τὰ δὲ ὠ̃τά σου ἑτοίμασον λόγοις αἰσθήσεως
13 μὴ ἀπόσχη̨ νήπιον παιδεύειν ὅτι ἐὰν πατάξη̨ς αὐτὸν ῥάβδω̨ οὐ μὴ ἀποθάνη̨
14 σὺ μὲν γὰρ πατάξεις αὐτὸν ῥάβδω̨ τὴν δὲ ψυχὴν αὐτου̃ ἐκ θανάτου ῥύση̨
15 υἱέ ἐὰν σοφὴ γένηταί σου ἡ καρδία εὐφρανει̃ς καὶ τὴν ἐμὴν καρδίαν
16 καὶ ἐνδιατρίψει λόγοις τὰ σὰ χείλη πρὸς τὰ ἐμὰ χείλη ἐὰν ὀρθὰ ὠ̃σιν
17 μὴ ζηλούτω ἡ καρδία σου ἁμαρτωλούς ἀλλὰ ἐν φόβω̨ κυρίου ἴσθι ὅλην τὴν ἡμέραν
18 ἐὰν γὰρ τηρήση̨ς αὐτά ἔσται σοι ἔκγονα ἡ δὲ ἐλπίς σου οὐκ ἀποστήσεται
19 ἄκουε υἱέ καὶ σοφὸς γίνου καὶ κατεύθυνε ἐννοίας ση̃ς καρδίας
20 μὴ ἴσθι οἰνοπότης μηδὲ ἐκτείνου συμβολαι̃ς κρεω̃ν τε ἀγορασμοι̃ς
21 πα̃ς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει καὶ ἐνδύσεται διερρηγμένα καὶ ῥακώδη πα̃ς ὑπνώδης
22 ἄκουε υἱέ πατρὸς του̃ γεννήσαντός σε καὶ μὴ καταφρόνει ὅτι γεγήρακέν σου ἡ μήτηρ
23 ...
24 καλω̃ς ἐκτρέφει πατὴρ δίκαιος ἐπὶ δὲ υἱω̨̃ σοφω̨̃ εὐφραίνεται ἡ ψυχὴ αὐτου̃
25 εὐφραινέσθω ὁ πατὴρ καὶ ἡ μήτηρ ἐπὶ σοί καὶ χαιρέτω ἡ τεκου̃σά σε
26 δός μοι υἱέ σὴν καρδίαν οἱ δὲ σοὶ ὀφθαλμοὶ ἐμὰς ὁδοὺς τηρείτωσαν
27 πίθος γὰρ τετρημένος ἐστὶν ἀλλότριος οἰ̃κος καὶ φρέαρ στενὸν ἀλλότριον
28 οὑ̃τος γὰρ συντόμως ἀπολει̃ται καὶ πα̃ς παράνομος ἀναλωθήσεται
29 τίνι οὐαί τίνι θόρυβος τίνι κρίσις τίνι ἀηδίαι καὶ λέσχαι τίνι συντρίμματα διὰ κενη̃ς τίνος πέλειοι οἱ ὀφθαλμοί
30 οὐ τω̃ν ἐγχρονιζόντων ἐν οἴνοις οὐ τω̃ν ἰχνευόντων που̃ πότοι γίνονται
31 μὴ μεθύσκεσθε οἴνω̨ ἀλλὰ ὁμιλει̃τε ἀνθρώποις δικαίοις καὶ ὁμιλει̃τε ἐν περιπάτοις ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δω̨̃ς τοὺς ὀφθαλμούς σου ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου
32 τὸ δὲ ἔσχατον ὥσπερ ὑπὸ ὄφεως πεπληγὼς ἐκτείνεται καὶ ὥσπερ ὑπὸ κεράστου διαχει̃ται αὐτω̨̃ ὁ ἰός
33 οἱ ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν τὸ στόμα σου τότε λαλήσει σκολιά
34 καὶ κατακείση̨ ὥσπερ ἐν καρδία̨ θαλάσσης καὶ ὥσπερ κυβερνήτης ἐν πολλω̨̃ κλύδωνι
35 ἐρει̃ς δέ τύπτουσίν με καὶ οὐκ ἐπόνεσα καὶ ἐνέπαιξάν μοι ἐγὼ δὲ οὐκ ἤ̨δειν πότε ὄρθρος ἔσται ἵνα ἐλθὼν ζητήσω μεθ' ὡ̃ν συνελεύσομαι

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 24

1 υἱέ μὴ ζηλώση̨ς κακοὺς ἄνδρας μηδὲ ἐπιθυμήση̨ς εἰ̃ναι μετ' αὐτω̃ν
2 ψεύδη γὰρ μελετα̨̃ ἡ καρδία αὐτω̃ν καὶ πόνους τὰ χείλη αὐτω̃ν λαλει̃
3 μετὰ σοφίας οἰκοδομει̃ται οἰ̃κος καὶ μετὰ συνέσεως ἀνορθου̃ται
4 μετὰ αἰσθήσεως ἐμπίμπλαται ταμίεια ἐκ παντὸς πλούτου τιμίου καὶ καλου̃
5 κρείσσων σοφὸς ἰσχυρου̃ καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου
6 μετὰ κυβερνήσεως γίνεται πόλεμος βοήθεια δὲ μετὰ καρδίας βουλευτικη̃ς
7 σοφία καὶ ἔννοια ἀγαθὴ ἐν πύλαις σοφω̃ν σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος κυρίου
8 ἀλλὰ λογίζονται ἐν συνεδρίοις ἀπαιδεύτοις συναντα̨̃ θάνατος
9 ἀποθνή̨σκει δὲ ἄφρων ἐν ἁμαρτίαις ἀκαθαρσία δὲ ἀνδρὶ λοιμω̨̃ ἐμμολυνθήσεται
10 ἐν ἡμέρα̨ κακη̨̃ καὶ ἐν ἡμέρα̨ θλίψεως ἕως ἂν ἐκλίπη̨
11 ῥυ̃σαι ἀγομένους εἰς θάνατον καὶ ἐκπρίου κτεινομένους μὴ φείση̨
12 ἐὰν δὲ εἴπη̨ς οὐκ οἰ̃δα του̃τον γίνωσκε ὅτι κύριος καρδίας πάντων γινώσκει καὶ ὁ πλάσας πνοὴν πα̃σιν αὐτὸς οἰ̃δεν πάντα ὃς ἀποδίδωσιν ἑκάστω̨ κατὰ τὰ ἔργα αὐτου̃
13 φάγε μέλι υἱέ ἀγαθὸν γὰρ κηρίον ἵνα γλυκανθη̨̃ σου ὁ φάρυγξ
14 οὕτως αἰσθήση̨ σοφίαν τη̨̃ ση̨̃ ψυχη̨̃ ἐὰν γὰρ εὕρη̨ς ἔσται καλὴ ἡ τελευτή σου καὶ ἐλπίς σε οὐκ ἐγκαταλείψει
15 μὴ προσαγάγη̨ς ἀσεβη̃ νομη̨̃ δικαίων μηδὲ ἀπατηθη̨̃ς χορτασία̨ κοιλίας
16 ἑπτάκι γὰρ πεσει̃ται ὁ δίκαιος καὶ ἀναστήσεται οἱ δὲ ἀσεβει̃ς ἀσθενήσουσιν ἐν κακοι̃ς
17 ἐὰν πέση̨ ὁ ἐχθρός σου μὴ ἐπιχαρη̨̃ς αὐτω̨̃ ἐν δὲ τω̨̃ ὑποσκελίσματι αὐτου̃ μὴ ἐπαίρου
18 ὅτι ὄψεται κύριος καὶ οὐκ ἀρέσει αὐτω̨̃ καὶ ἀποστρέψει τὸν θυμὸν αὐτου̃ ἀπ' αὐτου̃
19 μὴ χαι̃ρε ἐπὶ κακοποιοι̃ς μηδὲ ζήλου ἁμαρτωλούς
20 οὐ γὰρ μὴ γένηται ἔκγονα πονηρω̃ν λαμπτὴρ δὲ ἀσεβω̃ν σβεσθήσεται
21 φοβου̃ τὸν θεόν υἱέ καὶ βασιλέα καὶ μηθετέρω̨ αὐτω̃ν ἀπειθήση̨ς
22 ἐξαίφνης γὰρ τείσονται τοὺς ἀσεβει̃ς τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται
23 ταυ̃τα δὲ λέγω ὑμι̃ν τοι̃ς σοφοι̃ς ἐπιγινώσκειν αἰδει̃σθαι πρόσωπον ἐν κρίσει οὐ καλόν
24 ὁ εἰπὼν τὸν ἀσεβη̃ δίκαιός ἐστιν ἐπικατάρατος λαοι̃ς ἔσται καὶ μισητὸς εἰς ἔθνη
25 οἱ δὲ ἐλέγχοντες βελτίους φανου̃νται ἐπ' αὐτοὺς δὲ ἥξει εὐλογία ἀγαθή
26 χείλη δὲ φιλήσουσιν ἀποκρινόμενα λόγους ἀγαθούς
27 ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου καὶ παρασκευάζου εἰς τὸν ἀγρὸν καὶ πορεύου κατόπισθέν μου καὶ ἀνοικοδομήσεις τὸν οἰ̃κόν σου
28 μὴ ἴσθι ψευδὴς μάρτυς ἐπὶ σὸν πολίτην μηδὲ πλατύνου σοι̃ς χείλεσιν
29 μὴ εἴπη̨ς ὃν τρόπον ἐχρήσατό μοι χρήσομαι αὐτω̨̃ τείσομαι δὲ αὐτὸν ἅ με ἠδίκησεν
30 ὥσπερ γεώργιον ἀνὴρ ἄφρων καὶ ὥσπερ ἀμπελὼν ἄνθρωπος ἐνδεὴς φρενω̃ν
31 ἐὰν ἀφη̨̃ς αὐτόν χερσωθήσεται καὶ χορτομανήσει ὅλος καὶ γίνεται ἐκλελειμμένος οἱ δὲ φραγμοὶ τω̃ν λίθων αὐτου̃ κατασκάπτονται
32 ὕστερον ἐγὼ μετενόησα ἐπέβλεψα του̃ ἐκλέξασθαι παιδείαν
33 ὀλίγον νυστάζω ὀλίγον δὲ καθυπνω̃ ὀλίγον δὲ ἐναγκαλίζομαι χερσὶν στήθη
34 ἐὰν δὲ του̃το ποιη̨̃ς ἥξει προπορευομένη ἡ πενία σου καὶ ἡ ἔνδειά σου ὥσπερ ἀγαθὸς δρομεύς

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 25

1 υἱέ μὴ ζηλώση̨ς κακοὺς ἄνδρας μηδὲ ἐπιθυμήση̨ς εἰ̃ναι μετ' αὐτω̃ν Αὗται αἱ παιδεῖαι Σαλωμῶντος αἱ ἀδιάκριτοι,ἃς ἐξεγράψαντο οἱ φίλοι Εζεκιου τοῦ βασιλέως τῆς Ιουδαίας.
2 Δόξα θεοῦ κρύπτει λόγον, δόξα δὲ βασιλέως τιμᾷ πράγματα.
3 οὐρανὸς ὑψηλός, γῆ δὲ βαθεῖα, καρδία δὲ βασιλέως ἀνεξέλεγκτος.
4 τύπτε ἀδόκιμον ἀργύριον, καὶ καθαρισθήσεται καθαρὸν ἅπαν·
5 κτεῖνε ἀσεβεῖς ἐκ προσώπου βασιλέως, καὶ κατορθώσει ἐν δικαιοσύνῃ ὁ θρόνος αὐτοῦ.
6 μὴ ἀλαζονεύου ἐνώπιον βασιλέως μηδὲ ἐν τόποις δυναστῶν ὑφίστασο·
7 κρεῖσσον γάρ σοι τὸ ῥηθῆναι ᾿Ανάβαινε πρός με, ἢ ταπεινῶσαί σε ἐν προσώπῳ δυνάστου. ἃ εἶδον οἱ ὀφθαλμοί σου, λέγε.
8 μὴ πρόσπιπτε εἰς μάχην ταχέως, ἵνα μὴ μεταμεληθῇς ἐπ᾽ ἐσχάτων. ἡνίκα ἄν σε ὀνειδίσῃ ὁ σὸς φίλος,
9 ἀναχώρει εἰς τὰ ὀπίσω, μὴ καταφρόνει,
10 μή σε ὀνειδίσῃ μὲν ὁ φίλος, ἡ δὲ μάχη σου καὶ ἡ ἔχθρα οὐκ ἀπέσται, ἀλλ᾽ ἔσται σοι ἴση θανάτῳ. χάρις καὶ φιλία ἐλευθεροῖ, ἃς τήρησον σεαυτῷ, ἵνα μὴ ἐπονείδιστος γένῃ, ἀλλὰ φύλαξον τὰς ὁδούς σου εὐσυναλλάκτως.
11 μῆλον χρυσοῦν ἐν ὁρμίσκῳ σαρδίου, οὕτως εἰπεῖν λόγον.
12 εἰς ἐνώτιον χρυσοῦν σάρδιον πολυτελὲς δέδεται, λόγος σοφὸς εἰς εὐήκοον οὖς.
13 ὥσπερ ἔξοδος χιόνος ἐν ἀμήτῳ κατὰ καῦμα ὠφελεῖ, οὕτως ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν· ψυχὰς γὰρ τῶν αὐτῷ χρωμένων ὠφελεῖ.
14 ὥσπερ ἄνεμοι καὶ νέφη καὶ ὑετοὶ ἐπιφανέστατοι, οὕτως οἱ καυχώμενοι ἐπὶ δόσει ψευδεῖ.
15 ἐν μακροθυμίᾳ εὐοδία βασιλεῦσιν, γλῶσσα δὲ μαλακὴ συντρίβει ὀστᾶ.
16 μέλι εὑρὼν φάγε τὸ ἱκανόν, μήποτε πλησθεὶς ἐξεμέσῃς.
17 σπάνιον εἴσαγε σὸν πόδα πρὸς τὸν σεαυτοῦ φίλον, μήποτε πλησθείς σου μισήσῃ σε.
18 ῥόπαλον καὶ μάχαιρα καὶ τόξευμα ἀκιδωτόν, οὕτως καὶ ἀνὴρ ὁ καταμαρτυρῶν τοῦ φίλου αὐτοῦ μαρτυρίαν ψευδῆ.
19 ὀδοὺς κακοῦ καὶ ποὺς παρανόμου ὀλεῖται ἐν ἡμέρᾳ κακῇ.
20 ὥσπερ ὄξος ἕλκει ἀσύμφορον, οὕτως προσπεσὸν πάθος ἐν σώματι καρδίαν λυπεῖ. ὥσπερ σὴς ἱματίῳ καὶ σκώληξ ξύλῳ, οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν.
21 ἐὰν πεινᾷ ὁ ἐχθρός σου, τρέφε αὐτόν, ἐὰν διψᾷ, πότιζε αὐτόν·
22 τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ὁ δὲ κύριος ἀνταποδώσει σοι ἀγαθά.
23 ἄνεμος βορέας ἐξεγείρει νέφη, πρόσωπον δὲ ἀναιδὲς γλῶσσαν ἐρεθίζει.
24 κρεῖττον οἰκεῖν ἐπὶ γωνίας δώματος ἢ μετὰ γυναικὸς λοιδόρου ἐν οἰκίᾳ κοινῇ.
25 ὥσπερ ὕδωρ ψυχρὸν ψυχῇ διψώσῃ προσηνές, οὕτως ἀγγελία ἀγαθὴ ἐκ γῆς μακρόθεν.
26 ὥσπερ εἴ τις πηγὴν φράσσοι καὶ ὕδατος ἔξοδον λυμαίνοιτο, οὕτως ἄκοσμον δίκαιον πεπτωκέναι ἐνώπιον ἀσεβοῦς.
27 ἐσθίειν μέλι πολὺ οὐ καλόν, τιμᾶν δὲ χρὴ λόγους ἐνδόξους.
28 ὥσπερ πόλις τὰ τείχη καταβεβλημένη καὶ ἀτείχιστος, οὕτως ἀνὴρ ὃς οὐ μετὰ βουλῆς τι πράσσει.

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 26

1 ὥσπερ δρόσος ἐν ἀμήτῳ καὶ ὥσπερ ὑετὸς ἐν θέρει, οὕτως οὐκ ἔστιν ἄφρονι τιμή.
2 ὥσπερ ὄρνεα πέταται καὶ στρουθοί, οὕτως ἀρὰ ματαία οὐκ ἐπελεύσεται οὐδενί.
3 ὥσπερ μάστιξ ἵππῳ καὶ κέντρον ὄνῳ, οὕτως ῥάβδος ἔθνει παρανόμῳ.
4 μὴ ἀποκρίνου ἄφρονι πρὸς τὴν ἐκείνου ἀφροσύνην, ἵνα μὴ ὅμοιος γένῃ αὐτῷ·
5 ἀλλὰ ἀποκρίνου ἄφρονι κατὰ τὴν ἀφροσύνην αὐτοῦ, ἵνα μὴ φαίνηται σοφὸς παρ᾽ ἑαυτῷ.
6 ἐκ τῶν ἑαυτοῦ ποδῶν ὄνειδος πίεται ὁ ἀποστείλας δι᾽ ἀγγέλου ἄφρονος λόγον.
7 ἀφελοῦ πορείαν σκελῶν καὶ παροιμίαν ἐκ στόματος ἀφρόνων.
8 ὃς ἀποδεσμεύει λίθον ἐν σφενδόνῃ, ὅμοιός ἐστιν τῷ διδόντι ἄφρονι δόξαν.
9 ἄκανθαι φύονται ἐν χειρὶ τοῦ μεθύσου, δουλεία δὲ ἐν χειρὶ τῶν ἀφρόνων.
10 πολλὰ χειμάζεται πᾶσα σὰρξ ἀφρόνων· συντρίβεται γὰρ ἡ ἔκστασις αὐτῶν.
11 ὥσπερ κύων ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἑαυτοῦ ἔμετον καὶ μισητὸς γένηται, οὕτως ἄφρων τῇ ἑαυτοῦ κακίᾳ ἀναστρέψας ἐπὶ τὴν ἑαυτοῦ ἁμαρτίαν. ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις.
12 εἶδον ἄνδρα δόξαντα παρ᾽ ἑαυτῷ σοφὸν εἶναι, ἐλπίδα μέντοι ἔσχεν μᾶλλον ἄφρων αὐτοῦ.
13 λέγει ὀκνηρὸς ἀποστελλόμενος εἰς ὁδόν Λέων ἐν ταῖς ὁδοῖς.
14 ὥσπερ θύρα στρέφεται ἐπὶ τοῦ στρόφιγγος, οὕτως ὀκνηρὸς ἐπὶ τῆς κλίνης αὐτοῦ.
15 κρύψας ὀκνηρὸς τὴν χεῖρα ἐν τῷ κόλπῳ αὐτοῦ οὐ δυνήσεται ἐπενεγκεῖν ἐπὶ τὸ στόμα.
16 σοφώτερος ἑαυτῷ ὀκνηρὸς φαίνεται τοῦ ἐν πλησμονῇ ἀποκομίζοντος ἀγγελίαν.
17 ὥσπερ ὁ κρατῶν κέρκου κυνός, οὕτως ὁ προεστὼς ἀλλοτρίας κρίσεως.
18 ὥσπερ οἱ ἰώμενοι προβάλλουσιν λόγους εἰς ἀνθρώπους, ὁ δὲ ἀπαντήσας τῷ λόγῳ πρῶτος ὑποσκελισθήσεται,
19 οὕτως πάντες οἱ ἐνεδρεύοντες τοὺς ἑαυτῶν φίλους, ὅταν δὲ φωραθῶσιν, λέγουσιν ὅτι Παίζων ἔπραξα.
20 ἐν πολλοῖς ξύλοις θάλλει πῦρ, ὅπου δὲ οὐκ ἔστιν δίθυμος, ἡσυχάζει μάχη.
21 ἐσχάρα ἄνθραξιν καὶ ξύλα πυρί, ἀνὴρ δὲ λοίδορος εἰς ταραχὴν μάχης.
22 λόγοι κερκώπων μαλακοί, οὗτοι δὲ τύπτουσιν εἰς ταμιεῖα σπλάγχνων.
23 ἀργύριον διδόμενον μετὰ δόλου ὥσπερ ὄστρακον ἡγητέον. χείλη λεῖα καρδίαν καλύπτει λυπηράν.
24 χείλεσιν πάντα ἐπινεύει ἀποκλαιόμενος ἐχθρός, ἐν δὲ τῇ καρδίᾳ τεκταίνεται δόλους·
25 ἐάν σου δέηται ὁ ἐχθρὸς μεγάλῃ τῇ φωνῇ, μὴ πεισθῇς· ἑπτὰ γάρ εἰσιν πονηρίαι ἐν τῇ ψυχῇ αὐτοῦ.
26 ὁ κρύπτων ἔχθραν συνίστησιν δόλον, ἐκκαλύπτει δὲ τὰς ἑαυτοῦ ἁμαρτίας εὔγνωστος ἐν συνεδρίοις.
27 ὁ ὀρύσσων βόθρον τῷ πλησίον ἐμπεσεῖται εἰς αὐτόν, ὁ δὲ κυλίων λίθον ἐφ᾽ ἑαυτὸν κυλίει.
28 γλῶσσα ψευδὴς μισεῖ ἀλήθειαν, στόμα δὲ ἄστεγον ποιεῖ ἀκαταστασίας.

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 27

1 μὴ καυχῶ τὰ εἰς αὔριον· οὐ γὰρ γινώσκεις τί τέξεται ἡ ἐπιοῦσα.
2 ἐγκωμιαζέτω σε ὁ πέλας καὶ μὴ τὸ σὸν στόμα, ἀλλότριος καὶ μὴ τὰ σὰ χείλη.
3 βαρὺ λίθος καὶ δυσβάστακτον ἄμμος, ὀργὴ δὲ ἄφρονος βαρυτέρα ἀμφοτέρων.
4 ἀνελεήμων θυμὸς καὶ ὀξεῖα ὀργή, ἀλλ᾽ οὐδένα ὑφίσταται ζῆλος.
5 κρείσσους ἔλεγχοι ἀποκεκαλυμμένοι κρυπτομένης φιλίας.
6 ἀξιοπιστότερά ἐστιν τραύματα φίλου ἢ ἑκούσια φιλήματα ἐχθροῦ.
7 ψυχὴ ἐν πλησμονῇ οὖσα κηρίοις ἐμπαίζει, ψυχῇ δὲ ἐνδεεῖ καὶ τὰ πικρὰ γλυκεῖα φαίνεται.
8 ὥσπερ ὅταν ὄρνεον καταπετασθῇ ἐκ τῆς ἰδίας νοσσιᾶς, οὕτως ἄνθρωπος δουλοῦται, ὅταν ἀποξενωθῇ ἐκ τῶν ἰδίων τόπων.
9 μύροις καὶ οἴνοις καὶ θυμιάμασιν τέρπεται καρδία, καταρρήγνυται δὲ ὑπὸ συμπτωμάτων ψυχή.
10 φίλον σὸν ἢ φίλον πατρῷον μὴ ἐγκαταλίπῃς, εἰς δὲ τὸν οἶκον τοῦ ἀδελφοῦ σου μὴ εἰσέλθῃς ἀτυχῶν· κρείσσων φίλος ἐγγὺς ἢ ἀδελφὸς μακρὰν οἰκῶν.
11 σοφὸς γίνου, υἱέ, ἵνα εὐφραίνηταί μου ἡ καρδία καὶ ἀπόστρεψον ἀπὸ σοῦ ἐπονειδίστους λόγους.
12 πανοῦργος κακῶν ἐπερχομένων ἀπεκρύβη, ἄφρονες δὲ ἐπελθόντες ζημίαν τείσουσιν.
13 ἀφελοῦ τὸ ἱμάτιον αὐτοῦ, παρῆλθεν γάρ· ὑβριστὴς ὅστις τὰ ἀλλότρια λυμαίνεται.
14 ὃς ἂν εὐλογῇ φίλον τὸ πρωὶ μεγάλῃ τῇ φωνῇ, καταρωμένου οὐδὲν διαφέρειν δόξει.
15 σταγόνες ἐκβάλλουσιν ἄνθρωπον ἐν ἡμέρᾳ χειμερινῇ ἐκ τοῦ οἴκου αὐτοῦ, ὡσαύτως καὶ γυνὴ λοίδορος ἐκ τοῦ ἰδίου οἴκου.
16 βορέας σκληρὸς ἄνεμος, ὀνόματι δὲ ἐπιδέξιος καλεῖται.
17 σίδηρος σίδηρον ὀξύνει, ἀνὴρ δὲ παροξύνει πρόσωπον ἑταίρου.
18 ὃς φυτεύει συκῆν, φάγεται τοὺς καρποὺς αὐτῆς· ὃς δὲ φυλάσσει τὸν ἑαυτοῦ κύριον, τιμηθήσεται.
19 ὥσπερ οὐχ ὅμοια πρόσωπα προσώποις, οὕτως οὐδὲ αἱ καρδίαι τῶν ἀνθρώπων.
20 ᾅδης καὶ ἀπώλεια οὐκ ἐμπίμπλανται, ὡσαύτως καὶ οἱ ὀφθαλμοὶ τῶν ἀνθρώπων ἄπληστοι. βδέλυγμα κυρίῳ στηρίζων ὀφθαλμόν, καὶ οἱ ἀπαίδευτοι ἀκρατεῖς γλώσσῃ.
21 δοκίμιον ἀργύρῳ καὶ χρυσῷ πύρωσις, ἀνὴρ δὲ δοκιμάζεται διὰ στόματος ἐγκωμιαζόντων αὐτόν. καρδία ἀνόμου ἐκζητεῖ κακά, καρδία δὲ εὐθὴς ἐκζητεῖ γνῶσιν.
22 ἐὰν μαστιγοῖς ἄφρονα ἐν μέσῳ συνεδρίου ἀτιμάζων, οὐ μὴ περιέλῃς τὴν ἀφροσύνην αὐτοῦ.
23 γνωστῶς ἐπιγνώσῃ ψυχὰς ποιμνίου σου καὶ ἐπιστήσεις καρδίαν σου σαῖς ἀγέλαις·
24 ὅτι οὐ τὸν αἰῶνα ἀνδρὶ κράτος καὶ ἰσχύς, οὐδὲ παραδίδωσιν ἐκ γενεᾶς εἰς γενεάν.
25 ἐπιμελοῦ τῶν ἐν τῷ πεδίῳ χλωρῶν καὶ κερεῖς πόαν καὶ σύναγε χόρτον ὀρεινόν,
26 ἵνα ἔχῃς πρόβατα εἰς ἱματισμόν· τίμα πεδίον, ἵνα ὦσίν σοι ἄρνες.
27 υἱέ, παρ᾽ ἐμοῦ ἔχεις ῥήσεις ἰσχυρὰς εἰς τὴν ζωήν σου καὶ εἰς τὴν ζωὴν σῶν θεραπόντων.

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 28

1 φεύγει ἀσεβὴς μηδενὸς διώκοντος, δίκαιος δὲ ὥσπερ λέων πέποιθεν.
2 δι᾽ ἁμαρτίας ἀσεβῶν κρίσεις ἐγείρονται, ἀνὴρ δὲ πανοῦργος κατασβέσει αὐτάς.
3 ἀνδρεῖος ἐν ἀσεβείαις συκοφαντεῖ πτωχούς. ὥσπερ ὑετὸς λάβρος καὶ ἀνωφελής,
4 οὕτως οἱ ἐγκαταλείποντες τὸν νόμον ἐγκωμιάζουσιν ἀσέβειαν, οἱ δὲ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος.
5 ἄνδρες κακοὶ οὐ νοήσουσιν κρίμα, οἱ δὲ ζητοῦντες τὸν κύριον συνήσουσιν ἐν παντί.
6 κρείσσων πτωχὸς πορευόμενος ἐν ἀληθείᾳ πλουσίου ψευδοῦς.
7 φυλάσσει νόμον υἱὸς συνετός· ὃς δὲ ποιμαίνει ἀσωτίαν, ἀτιμάζει πατέρα.
8 ὁ πληθύνων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ πλεονασμῶν τῷ ἐλεῶντι πτωχοὺς συνάγει αὐτόν.
9 ὁ ἐκκλίνων τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι νόμου καὶ αὐτὸς τὴν προσευχὴν αὐτοῦ ἐβδέλυκται.
10 ὃς πλανᾷ εὐθεῖς ἐν ὁδῷ κακῇ, εἰς διαφθορὰν αὐτὸς ἐμπεσεῖται· οἱ δὲ ἄνομοι διελεύσονται ἀγαθὰ καὶ οὐκ εἰσελεύσονται εἰς αὐτά.
11 σοφὸς παρ᾽ ἑαυτῷ ἀνὴρ πλούσιος, πένης δὲ νοήμων καταγνώσεται αὐτοῦ.
12 διὰ βοήθειαν δικαίων πολλὴ γίνεται δόξα, ἐν δὲ τόποις ἀσεβῶν ἁλίσκονται ἄνθρωποι.
13 ὁ ἐπικαλύπτων ἀσέβειαν ἑαυτοῦ οὐκ εὐοδωθήσεται, ὁ δὲ ἐξηγούμενος ἐλέγχους ἀγαπηθήσεται.
14 μακάριος ἀνήρ, ὃς καταπτήσσει πάντα δι᾽ εὐλάβειαν, ὁ δὲ σκληρὸς τὴν καρδίαν ἐμπεσεῖται κακοῖς.
15 λέων πεινῶν καὶ λύκος διψῶν ὃς τυραννεῖ πτωχὸς ὢν ἔθνους πενιχροῦ.
16 βασιλεὺς ἐνδεὴς προσόδων μέγας συκοφάντης, ὁ δὲ μισῶν ἀδικίαν μακρὸν χρόνον ζήσεται.
17 ἄνδρα τὸν ἐν αἰτίᾳ φόνου ὁ ἐγγυώμενος φυγὰς ἔσται καὶ οὐκ ἐν ἀσφαλείᾳ. παίδευε υἱόν, καὶ ἀγαπήσει σε καὶ δώσει κόσμον τῇ σῇ ψυχῇ· οὐ μὴ ὑπακούσῃς ἔθνει παρανόμῳ.
18 ὁ πορευόμενος δικαίως βεβοήθηται, ὁ δὲ σκολιαῖς ὁδοῖς πορευόμενος ἐμπλακήσεται.
19 ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν πλησθήσεται ἄρτων, ὁ δὲ διώκων σχολὴν πλησθήσεται πενίας.
20 ἀνὴρ ἀξιόπιστος πολλὰ εὐλογηθήσεται, ὁ δὲ κακὸς οὐκ ἀτιμώρητος ἔσται.
21 ὃς οὐκ αἰσχύνεται πρόσωπα δικαίων, οὐκ ἀγαθός· ὁ τοιοῦτος ψωμοῦ ἄρτου ἀποδώσεται ἄνδρα.
22 σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος καὶ οὐκ οἶδεν ὅτι ἐλεήμων κρατήσει αὐτοῦ.
23 ὁ ἐλέγχων ἀνθρώπου ὁδοὺς χάριτας ἕξει μᾶλλον τοῦ γλωσσοχαριτοῦντος.
24 ὃς ἀποβάλλεται πατέρα ἢ μητέρα καὶ δοκεῖ μὴ ἁμαρτάνειν, οὗτος κοινωνός ἐστιν ἀνδρὸς ἀσεβοῦς.
25 ἄπληστος ἀνὴρ κρίνει εἰκῇ· ὃς δὲ πέποιθεν ἐπὶ κύριον, ἐν ἐπιμελείᾳ ἔσται.
26 ὃς πέποιθεν θρασείᾳ καρδίᾳ, ὁ τοιοῦτος ἄφρων· ὃς δὲ πορεύεται σοφίᾳ, σωθήσεται.
27 ὃς δίδωσιν πτωχοῖς, οὐκ ἐνδεηθήσεται· ὃς δὲ ἀποστρέφει τὸν ὀφθαλμὸν αὐτοῦ, ἐν πολλῇ ἀπορίᾳ ἔσται.
28 ἐν τόποις ἀσεβῶν στένουσι δίκαιοι, ἐν δὲ τῇ ἐκείνων ἀπωλείᾳ πληθυνθήσονται δίκαιοι.

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 29

1 κρείσσων ἀνὴρ ἐλέγχων ἀνδρὸς σκληροτραχήλου· ἐξαπίνης γὰρ φλεγομένου αὐτοῦ οὐκ ἔστιν ἴασις.
2 ἐγκωμιαζομένων δικαίων εὐφρανθήσονται λαοί, ἀρχόντων δὲ ἀσεβῶν στένουσιν ἄνδρες.
3 ἀνδρὸς φιλοῦντος σοφίαν εὐφραίνεται πατὴρ αὐτοῦ· ὃς δὲ ποιμαίνει πόρνας, ἀπολεῖ πλοῦτον.
4 βασιλεὺς δίκαιος ἀνίστησιν χώραν, ἀνὴρ δὲ παράνομος κατασκάπτει.
5 ὃς παρασκευάζεται ἐπὶ πρόσωπον τοῦ ἑαυτοῦ φίλου δίκτυον, περιβάλλει αὐτὸ τοῖς ἑαυτοῦ ποσίν.
6 ἁμαρτάνοντι ἀνδρὶ μεγάλη παγίς, δίκαιος δὲ ἐν χαρᾷ καὶ ἐν εὐφροσύνῃ ἔσται.
7 ἐπίσταται δίκαιος κρίνειν πενιχροῖς, ὁ δὲ ἀσεβὴς οὐ συνήσει γνῶσιν, καὶ πτωχῷ οὐχ ὑπάρχει νοῦς ἐπιγνώμων.
8 ἄνδρες λοιμοὶ ἐξέκαυσαν πόλιν, σοφοὶ δὲ ἀπέστρεψαν ὀργήν.
9 ἀνὴρ σοφὸς κρίνει ἔθνη, ἀνὴρ δὲ φαῦλος ὀργιζόμενος καταγελᾶται καὶ οὐ καταπτήσσει.
10 ἄνδρες αἱμάτων μέτοχοι μισήσουσιν ὅσιον, οἱ δὲ εὐθεῖς ἐκζητήσουσιν ψυχὴν αὐτοῦ.
11 ὅλον τὸν θυμὸν αὐτοῦ ἐκφέρει ἄφρων, σοφὸς δὲ ταμιεύεται κατὰ μέρος.
12 βασιλέως ὑπακούοντος λόγον ἄδικον πάντες οἱ ὑπ᾽ αὐτὸν παράνομοι.
13 δανιστοῦ καὶ χρεοφειλέτου ἀλλήλοις συνελθόντων ἐπισκοπὴν ποιεῖται ἀμφοτέρων ὁ κύριος.
14 βασιλέως ἐν ἀληθείᾳ κρίνοντος πτωχοὺς ὁ θρόνος αὐτοῦ εἰς μαρτύριον κατασταθήσεται.
15 πληγαὶ καὶ ἔλεγχοι διδόασιν σοφίαν, παῖς δὲ πλανώμενος αἰσχύνει γονεῖς αὐτοῦ.
16 πολλῶν ὄντων ἀσεβῶν πολλαὶ γίνονται ἁμαρτίαι, οἱ δὲ δίκαιοι ἐκείνων πιπτόντων κατάφοβοι γίνονται.
17 παίδευε υἱόν σου, καὶ ἀναπαύσει σε καὶ δώσει κόσμον τῇ ψυχῇ σου.
18 οὐ μὴ ὑπάρξῃ ἐξηγητὴς ἔθνει παρανόμῳ, ὁ δὲ φυλάσσων τὸν νόμον μακαριστός.
19 λόγοις οὐ παιδευθήσεται οἰκέτης σκληρός· ἐὰν γὰρ καὶ νοήσῃ, ἀλλ᾽ οὐχ ὑπακούσεται.
20 ἐὰν ἴδῃς ἄνδρα ταχὺν ἐν λόγοις, γίνωσκε ὅτι ἐλπίδα ἔχει μᾶλλον ἄφρων αὐτοῦ.
21 ὃς κατασπαταλᾷ ἐκ παιδός, οἰκέτης ἔσται, ἔσχατον δὲ ὀδυνηθήσεται ἐφ᾽ ἑαυτῷ.
22 ἀνὴρ θυμώδης ὀρύσσει νεῖκος, ἀνὴρ δὲ ὀργίλος ἐξώρυξεν ἁμαρτίας.
23 ὕβρις ἄνδρα ταπεινοῖ, τοὺς δὲ ταπεινόφρονας ἐρείδει δόξῃ κύριος.
24 ὃς μερίζεται κλέπτῃ, μισεῖ τὴν ἑαυτοῦ ψυχήν· ἐὰν δὲ ὅρκου προτεθέντος ἀκούσαντες μὴ ἀναγγείλωσιν,
25 φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους ὑπεσκελίσθησαν· ὁ δὲ πεποιθὼς ἐπὶ κύριον εὐφρανθήσεται. ἀσέβεια ἀνδρὶ δίδωσιν σφάλμα· ὃς δὲ πέποιθεν ἐπὶ τῷ δεσπότῃ, σωθήσεται.
26 πολλοὶ θεραπεύουσιν πρόσωπα ἡγουμένων, παρὰ δὲ κυρίου γίνεται τὸ δίκαιον ἀνδρί.
27 βδέλυγμα δικαίοις ἀνὴρ ἄδικος, βδέλυγμα δὲ ἀνόμῳ κατευθύνουσα ὁδός.
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.